428
πολεμίου φίλον αὐτὸν ποιῆσαι καὶ σύμμαχον. ἀπαναινομένου δὲ τούτου τὸ πρῶτον, ὁ Κοσμᾶς ἀνὴρ φρόνιμος ὢν καὶ συνετὸς "ἐμοὶ μὲν" εἶπε πρὸς τὸν ∆ανδοῦλφον "χρέος ἦν τὰ σωτήρια συμβουλεῦσαι τῷ φίλῳ. εἰ δ' αὐτὸς πεισθῆναί μοι οὐ θέλεις τὰ λυσιτελῆ συμ βουλεύοντι, τότε γνώσῃ τῆς ἀληθείας διαμαρτήσας κατὰ πολύ, ὅταν σεαυτόν τε καὶ τὸ ἔθνος ἅπαν τοῖς μεγίστοις ὑποβαλὼν κιν δύνοις ἀπαγορεύσεις, μὴ δυνάμενος πρὸς οὕτω μεγάλην καὶ ἰσχυ ρὰν ἀντιτάττεσθαι δυναστείαν." συνεὶς οὖν ὁ ∆ανδοῦλφος τὰ 2.356 δέοντα συμβουλεύειν τὸν πατρίκιον, ἐδέξατο τὴν παραίνεσιν καὶ ἐσπείσατο, νουθετήσας καὶ τοὺς ἄρχοντας τῶν ἀποστάντων θεμά των τῇ προτέρᾳ προσδραμεῖν ἀρχῇ καὶ τὸν σφῶν ἐπιγνῶναι βασι λέα, ὧν πεισθέντων εἰρήνη βαθεῖα πάλιν κατεῖχε τὰ ἐν Ἰταλίᾳ καὶ Λογγιβαρδίᾳ πράγματα. Ὁ δὲ τῶν Βουλγάρων ἀρχηγὸς Συμεὼν πολλὰ κατὰ Ῥω μαίων στήσας τρόπαια καὶ φρονηματισθεὶς ἐπὶ τούτοις καὶ τὴν Ῥωμαίων ὠνειροπόλει βασιλείαν. τοίνυν πρὸς Φατλοῦν τὸν δυ νάστην τῶν Ἄφρων ἐκπέμψας προετρέπετο στόλον κατὰ τῆς βα σιλίδος ἀναγαγεῖν, ὑπισχνεῖτο δὲ καὶ αὐτὸς διὰ Θρᾴκης ἐλθεῖν πολὺν καὶ βαρὺν στρατὸν ἐπαγόμενος, καὶ γενομένων ὑφ' ἓν τῶν στρατευμάτων διά τε γῆς καὶ θαλάσσης ἐκπολιορκῆσαι τὴν βασι λεύουσαν, καὶ τὸν ταύτης πλοῦτον διανείμασθαι ἐπ' ἴσης, καὶ αὐτὸν μὲν ἐπ' οἴκου ὑπονοστῆσαι, τοῦτον δὲ τῇ Κωνσταντινου πόλει καταλιπεῖν. ἔλαθον οὖν οἱ Βούλγαροι πρὸς τὴν Ἀφρικὴν ἀποπλεύσαντες, καὶ δόξαντος τοῦ Συμεὼν ὠφέλιμα παραινεῖν εἰλήφασί τινας Σαρακηνοὺς ἐλλογίμους ὥστε ἐμπεδῶσαι τὰ δε δογμένα. ἐν τῷ ὑποστρέφειν δὲ περιπίπτουσι τοῖς Καλαβροῖς καὶ πρὸς τὸ Βυζάντιον ἀναπέμπονται μετὰ τῶν Σαρακηνῶν. οὓς ἰδὼν ὁ βασιλεὺς (Ῥωμανὸς δὲ ἦν ὁ γέρων) καὶ τὴν κοινοπραγίαν μαθὼν ἀκριβῶς, καὶ ὡς εἰ τοῦτο γένηται κατανοήσας οὐ μικραῖς φροντίσιν ὑποπεσεῖται, δεῖν ᾠήθη μεγαλοφροσύνῃ καὶ εὐεργεσίᾳ τοὺς Σαρακηνοὺς ἀναχαιτίσαι τῆς παρούσης ὁρμῆς. τοὺς μὲν οὖν 2.357 Βουλγάρους ἔθετο ἐν φυλακῇ, δώροις δὲ τοὺς Σαρακηνοὺς ἁδροῖς φιλοτιμησάμενος, ἔτι δὲ καὶ ξένια τῷ αὐτῶν ἐκπέμψας δεσπότῃ πολύτιμα, ἀπαθεῖς κακῶν ἐξαπέστειλε, φράζειν εἰπὼν τῷ κυρίῳ αὐτῶν ὡς οὕτως ἀμείβειν οἴδασιν οἱ βασιλεῖς Ῥωμαίων τοὺς ἑαυ τῶν πολεμίους. ἀπελογίσατο δὲ καὶ περὶ τῆς ἐτησίου δασμοφο ρίας, ὡς οὐκ ἀναβολῇ τοῦτο καὶ ὑπερθέσει ὑστέρησεν, ἀλλὰ διὰ τὴν ἐπικρατοῦσαν τηνικαῦτα κατὰ τὸν τόπον ταραχήν. ἐπαναδρα μόντων οὖν πρὸς τὸν οἰκεῖον δυνάστην τῶν Σαρακηνῶν, καὶ ἅ τε πάθοιεν πρὸς τοῦ βασιλέως διηγησαμένων καὶ τὰς εἰς αὐτοὺς φιλο φροσύνας ἐξυμνησάντων, ἀποδεδωκότων δὲ καὶ ἅπερ ἐπήγοντο πρὸς ἐκεῖνον δῶρα, ἡσθεὶς ὁ Φατλοὺμ ἐπὶ πᾶσιν οἷς ἤκουσε, τῶν τε ὀφειλομένων αὐτῷ φόρων τὰ ἡμίση Ῥωμαίοις ἐχαρίσατο καὶ ἀπὸ τῶν εἴκοσι καὶ δύο χιλιάδων τὰς ἕνδεκα ἐκκέκοφεν. ἐδίδοντο οὖν ἐξ ἐκείνου μέχρι τῆς τοῦ Νικηφόρου ἀναρρήσεως τοῖς Σαρακη νοῖς ταῦτα. ἀλλὰ σωφρονούντων μὲν ἀρχόντων καὶ δικαίων ταῖς χώραις τυγχανόντων, αὐτοί τε οἱ ἀρχόμενοι ἄλυπον ἦγον βίον καὶ ζωήν, καὶ ὁ δασμὸς ἀπεδίδοτο τοῖς Σαρακηνοῖς ἀπραγμόνως. ὁπηνίκα δ' ἡ ἀρχὴ ἀδίκοις καὶ πλεονέκταις ἐνεπιστεύετο, καὶ τὸ ὑπήκοον ἐκακοῦτο καὶ αἱ πρὸς τοὺς Σαρακηνοὺς σπονδαὶ διε σείοντο. καὶ γὰρ δὴ παρὰ τοῦ πορφυρογεννήτου ὁ Κρηνίτης Χαλδίας τῆς Καλαβρίας γενόμενος στρατηγὸς τοὺς ἐν Ἀφρικῇ καὶ Σικελίᾳ Σαρακηνοὺς μέλλοντας ἄρδην ὑπὸ τοῦ λιμοῦ καὶ τοῦ πολέμου τῶν ἐν Κυρήνῃ Σαρακηνῶν ἀπολωλέναι, δι' οἰκείαν 2.358 πλεονεξίαν ἀνεκτήσατο καὶ τοὺς ὑπὸ χεῖρα οὐ μετρίως ἐκάκωσε· πάσας γὰρ τὰς πρὸς τὸ ζῆν ἀφορμὰς εὐώνως ἀπὸ τῶν ἐγχωρίων ὠνούμενος πολλοῦ τοῖς Σαρακηνοῖς ἐπίπρασκεν, ἀπραγμόνως παρέ χουσι τὰς τιμὰς τῷ εὐπόρως ἔχειν χρυσίου διὰ τὴν ἐκ τοῦ λιμοῦ καὶ τῶν πολέμων στενοχωρίαν. πλὴν ὁ μὲν Κρηνίτης ὑπὸ τοῦ Κωνσταντίνου παραλυθεὶς τῆς ἀρχῆς τά τε χρήματα ἀφῃρέθη μετ' αἰσχύνης καὶ καταγηράσας ἀπέθανε· κατὰ δὲ τὸν τοῦ πολέ μου καιρὸν φυγάδας Καρχηδονίους