429
αὐτομολήσαντας οἱ Ῥωμαῖοι ἐδέξαντο, οὓς οὐδαμῶς ἀπῄτουν οἱ Καρχηδόνιοι. μᾶλλον μὲν οὖν καὶ τὸν ἐτήσιον δασμὸν συνεχώρουν, δεδοικότες μή πως κω λύσωσιν οἱ Ῥωμαῖοι σκανδαλισθέντες τὴν τῶν ἐπιτηδείων ὠνὴν καὶ κινδυνεύσωσιν οὗτοι διαφθαρῆναι λιμῷ. ὕστερον δὲ τοῦ πο λέμου διαλυθέντος τούς τε αὐτομόλους ἐζήτουν καὶ τὴν δασμοφο ρίαν. μηδενὸς δὲ παρέχοντος αὐτοῖς διέλυσαν τὴν εἰρήνην, καὶ περαιούμενοι καθ' ἑκάστην τὴν Καλαβρίαν ἐδῄουν. Κωνσταν τῖνος τοίνυν ὁ βασιλεὺς μὴ θελήσας, ὥσπερ ὁ πενθερὸς αὐτοῦ, μειλιχίως ὑπελθεῖν τοὺς Σαρακηνοὺς καὶ τὴν εἰρήνην ἀνανεώσα σθαι, ἀλλὰ πολέμῳ μᾶλλον κρῖναι τὰ πράγματα διανοηθείς, δύ ναμιν ἀξιόμαχον συναγείρας καὶ ἄρχοντα ἐπιστήσας αὐτοῖς τὸν πατρίκιον Μαλακηνὸν εἰς Καλαβρίαν ἀπέστειλεν, ἑνωθῆναι κε λεύσας τῷ στρατηγῷ τῆς χώρας (Πασχάλιος δ' οὗτος ἦν, ὁ πρὸ μικροῦ μνημονευθεὶς) καὶ κοινῇ μετ' αὐτοῦ ἀναδέξασθαι τὸν παρὰ τῶν Καρχηδονίων καὶ Σικελῶν ἐπισειόμενον πόλεμον. ἐπέ 2.359 στησε δὲ καὶ τῷ πεμφθέντι στόλῳ τὸν Μακροϊωάννην. οἵτινες κατὰ χώραν γενόμενοι μυρία ἔδρων εἰς τοὺς αὐτόχθονας κακά, πλεονεκτοῦντες καὶ ἄλλα ποιοῦντες ἃ καὶ αὐτοὶ ἂν ὤκνησαν οἱ πο λέμιοι. ταῦτα πυθόμενος ὁ τῶν Σαρακηνῶν ἀμηρᾶς Ἀβουλχαρὲ (ἤδη γὰρ ὁ Φατλοὺμ ἐτεθνήκει) καὶ τοὺς ἑαυτοῦ παραθαρρύνας, καὶ μὴ φοβηθῆναι παραινέσας στρατὸν τοιαῦτα εἰς τοὺς οἰκείους ἐνδεικνύμενον τὰ κακά, πόλεμον ὑπαντιάσας συνίστησι κραταιόν, καὶ νίκην ἤρατο ἀρίστην τε καὶ καλλίστην· μικροῦ γὰρ ἂν ἑάλω σαν καὶ οἱ στρατηγοὶ ζωγρίαι. Μετὰ δὲ τοῦτο Κωνσταντῖνος ὁ βασιλεὺς Ἰωάννην ἀσηκρῆ τις, τὸν τὴν ἐπωνυμίαν Πιλάτον, περὶ εἰρήνης ἐκπέμπει διαλεξό μενον τοῖς Σαρακηνοῖς. εἰωθότες δ' οὗτοι μὴ ταῖς νίκαις ἐπαίρε σθαι ἀλλὰ τὴν εἰρήνην καὶ κρατοῦντες ἀσπάζεσθαι, προθύμως ὑπήκουσαν καὶ ἐπί τινα χρόνον εἰρήνην ἔθεντο. τούτου δὲ διερ ρυηκότος πάλιν διαπερῶντες ἐλεηλάτουν τοὺς Καλαβρούς. καὶ πάλιν ὁ Κωνσταντῖνος δύναμιν κατ' αὐτῶν καὶ ναυτικὴν ἐκπέμπει καὶ πεζικήν· ἦρχον δὲ τῆς μὲν ναυτικῆς δυνάμεως ὁ τὴν ἐπωνυ μίαν Κραμβέας καὶ ὁ Μωρολέων, ἐστρατήγει δὲ τῶν πεζῶν ὁ πατρίκιος Ῥωμανὸς ὁ Ἀργυρός. γενόμενοι δ' ἐν Ὑδροῦντι καὶτὰς ναῦς νεωλκήσαντες ηὐτρεπίζοντο πρὸς τὸν εἰς Σικελίαν ἀπό πλουν. οἱ δὲ Σαρακηνοὶ τῇ φήμῃ διαταραχθέντες (ἐπίσταται γὰρ αὕτη τὰ μικρὰ μεγεθύνειν καὶ τὰ πράγματα πρὸς τὸ φοβερώ τερον ἐξαγγέλλειν) καὶ μή τι πάθωσι δείσαντες διὰ τὸ αἰφνιδίως 2.360 αὐτοῖς ἀπαρασκεύοις γειτονῆσαι τοὺς πολεμίους, Πανικῷ δείματι συσχεθέντες καὶ τὸ ἑαυτῶν καταλιπόντες στρατόπεδον ἔφυγον ἐκ τοῦ Ῥηγίου καὶ πρὸς τὴν Σικελίαν διεπεραιώθησαν. ἐν δὲ τῷ πρὸς Πάνορμον ἀποπλεῖν βαρυτάτῳ χειμῶνι περιπεσόντες, καὶ τῶν σκαφῶν ὑπὸ τοῦ κλύδωνος συντριβέντων, μᾶλλον δὲ ὑπὸ Χριστοῦ τοῦ θεοῦ τοῦ παρ' αὐτῶν βλασφημουμένου, διολώλασιν ἅπαντες. σπένδονται τοίνυν τοῖς Ῥωμαίοις, καὶ διετηρήθη τὰ τῆς εἰρήνης μέχρι τῆς ἀναρρήσεως τοῦ Φωκᾶ. ἄρτι δ' οὗτος ἀναγορευθεὶς βασιλεύς, πέρα δεινῶν ἡγησάμενος δασμοφορῆσαι Σαρακηνοῖς, τὸν Μανουήλ, ὡς εἴπομεν, ἀποστέλλει μετὰ δυνά μεως κατ' αὐτῶν. οὗτος δὲ νέαν ἄγων τὴν ἡλικίαν καὶ στρατιώ ταις κατατετάχθαι, οὐ μήν γε καὶ στρατηγεῖν ἄξιος ὤν, ὑπάρ χων δὲ καὶ πολλοῖς ἄλλοις πάθεσι κατάσχετος καὶ μηδὲν τῶν τὰ κρείττω συμβουλευόντων ἐπιστρεφόμενος, ἔν τισι τόποις τραχέσι τε καὶ δυσβάτοις τῆς Σικελίας μετὰ παντὸς ἀποκλεισθεὶς τοῦ στρατοῦ παραδίδοται πανωλεθρίᾳ. ἑάλω δὲ ζωγρίας καὶ Νική τας πατρίκιος καὶ τοῦ στόλου δρουγγάριος ὁ εὐνοῦχος, καὶ εἰς Ἀφρικὴν δέσμιος πέμπεται. καὶ ὁ μὲν Μανουὴλ τοιαύτης ἔτυχε τῆς καταστροφῆς, παραίτιος ἀπωλείας γενόμενος καὶ παντὶ τῷ στρατῷ.
Ὁ δὲ βασιλεὺς ἐν τούτῳ τῷ χρόνῳ ἐκπέμπει κατὰ Κιλικίας Ἰωάννην μάγιστρον καὶ δομέστικον τῶν σχολῶν τῆς ἀνατολῆς ἤδη προβεβλημένον, τὸν