430
Τζιμισκῆν. γενόμενος δ' οὗτος πρὸς πόλιν Ἄδαναν, καὶ πλῆθος καταλαβὼν ἐπιλέκτων Ἀγαρηνῶν συνειλεγμέ 2.361 νων ἐκ πάσης τῆς Κιλικίας, συμπλέκεται τούτῳ καὶ τρέπεται κατὰ κράτος. οἱ μὲν οὖν ἄλλοι τῶν Ἀγαρηνῶν νόμῳ πολέμου κατεκό πησαν· μέρος δὲ τοῦ στρατοῦ ὡσεὶ πεντακισχίλιοι τὸν ἀριθμὸν ὄντες φεύγουσιν εἴς τινα λόφον δύσβατον καὶ ἀπόκρημνον, πεζοὶ τοὺς ἵππους ἀποβάντες, καὶ τῇ τοῦ τόπου θαρρήσαντες εὐκαιρίᾳ εὐρώστως τοὺς ἐπιόντας ἠμύνοντο. οὓς καὶ περιστοιχίσας ὁ Ἰωάν νης, ὅτι μὴ μεθ' ἵππων οἷός τε ἦν αὐτοῖς συμβαλεῖν, πεζεῦσαι προστάξας τοὺς στρατιώτας ἄνεισι μετ' αὐτῶν πεζὸς καὶ αὐτός. καὶ καταγωνισάμενος πάντας ἀπέσφαξε, νῶτα μηδενὸς δεδωκότος, ὡς ῥεῦσαι διὰ τοῦ πρανοῦς εἰς τὸ πεδίον τὸ αἷμα ποταμηδόν, καὶ ἀπὸ τούτου τοῦ συμπτώματος κληθῆναι τὸν βουνὸν βουνὸν αἵμα τος. τοῦτο τὸ ἔργον ἐπὶ πλέον ἐξῆρε τὸ ὄνομα τοῦ Ἰωάννου, καὶ τοῖς Σαρακηνοῖς τελείας καταστροφῆς γέγονεν αἴτιον. Ὁ δὲ Νικηφόρος κατὰ τὸ δεύτερον ἔτος τῆς αὐτοῦ βασιλείας, ἐν μηνὶ Ἰουλίῳ ἰνδικτιῶνος ζʹ, ἔξεισι κατὰ Κιλικίας σὺν βαρεῖ στρατῷ Ῥωμαίων καὶ συμμάχων Ἰβήρων καὶ Ἀρμενίων, ἔχων Θεοφανὼ τὴν γαμετὴν σὺν τοῖς τέκνοις αὐτῆς. ἐκείνην μὲν οὖν ἔξωθεν τῆς Κιλικίας ἔν τινι φρουρίῳ καταλιμπάνει, ∆ριζίῳ κα λουμένῳ, αὐτὸς δὲ εἰσελθὼν εἰς Κιλικίαν Ἀνάζαρβαν καὶ Ῥωσσὸν καὶ Ἄδαναν τὰς πόλεις καὶ ἕτερα οὐκ ὀλίγα φρούρια κατεστρέ ψατο. ἐπὶ δὲ τὴν Ταρσὸν καὶ τὴν Μόψου ἑστίαν ἀπελθεῖν οὐκ ἐθάρρησε, χειμῶνος ἤδη καταλαβόντος. καὶ στρατὸν τὸν ἀπο χρῶντα καταλιπὼν ἐκεῖσε ἔξεισιν ἐν Καππαδοκίᾳ παραχειμάσων. ἦρος δὲ ἀρχομένου πάλιν εἰσῆλθεν ἐν Κιλικίᾳ, καὶ διχῇ διελὼν τὰ 2.362 στρατεύματα τὴν μὲν Ταρσὸν πολιορκεῖν ἀφῆκε Λέοντα τὸν ἀδελ φόν, αὐτὸς δὲ τὸ λοιπὸν ἀράμενος τῆς στρατιᾶς τῇ Μόψου ἑστίᾳ προσέσχεν. ἐνεργῷ δὲ χρησάμενος τῇ πολιορκίᾳ, ἔχων δὲ καὶ τὸν λιμὸν ἐπαρήγοντα, παραλαμβάνει τὸ ἓν μέρος τῆς πόλεως· τέμνεται γὰρ ἡ πόλις αὕτη μέσον τῷ Σάρῳ ποταμῷ, ὡς δοκεῖν δύο πόλεις εἶναι. τοῦ ἑνὸς οὖν, ὡς εἴρηται, μέρους ἁλόντος ἐπὶ τὸ ἕτερον οἱ Σαρακηνοὶ καταφεύγουσι, τὸ ἑαλωκὸς πανταχόθεν ὑφάψαντες. σφοδροτέρᾳ δὲ χρησαμένου τοῦ βασιλέως τῇ πολιορ κίᾳ ἑάλω καὶ τὸ ἕτερον μέρος, μηδενὸς ἐκεῖθεν διαφυγόντος. ὁ δὲ τὴν Ταρσὸν παρακαθήμενος Λέων ὁ τοῦ βασιλέως ἀδελφός, ἐπὶ χορτολογίαν καὶ συλλογὴν τῶν ἐπιτηδείων μέρος ἀποστείλας τῆς στρατιᾶς ἔξαρχον ἐχούσης τὸν Μοναστηριώτην, ἠτύχησεν· ἀφυλάκτως γὰρ διασκεδασθέντας τοὺς προνομεύοντας νυκτὸς οἱ Ταρσεῖς ἐξελθόντες, ὡς μηδενὶ συναίσθησιν τῆς ἐξόδου παρεσχη κέναι, ἐπιτίθενται διεσπαρμένοις αὐτοῖς, καὶ οὐκ ὀλίγους διέ φθειραν, ἐν οἷς ἦν καὶ ὁ Μοναστηριώτης αὐτός. τὴν δὲ τῆς Μόψου ἑστίας ἅλωσιν οἱ Ταρσεῖς ἐγνωκότες, πιεζόμενοι δὲ τῇ πολιορκίᾳ καὶ τῷ λιμῷ, διεπρεσβεύσαντο πρὸς τὸν Λέοντα, ἐπι καλούμενοι τὸν βασιλέα καὶ λιπαροῦντες ἀπαθεῖς κακῶν φυλα χθῆναι καὶ τὴν ἑαυτῶν παραδεδωκέναι πόλιν. ὁ δὲ ῥητόν τι φορ τίον ἕκαστον ἀφεὶς ἀποφέρεσθαι, τὸν ἄλλον ἅπαντα πλοῦτον κατ έσχε τῆς πόλεως. μετὰ δὲ τρεῖς ἡμέρας τοῦ τὴν πόλιν ἁλῶναι 2.363 στόλος μέγιστος ἐξ Αἰγύπτου βοηθήσων τῇ Ταρσῷ παρεγένετο, 2.363 πλήρης ὑπάρχων σίτου καὶ τῶν ἄλλων τῶν πρὸς τὸ ζῆν ἀναγκαίων. οὐ συνεχωρήθη δὲ προσσχεῖν τῇ γῇ οὐδ' ἀποβῆναι παρὰ τῶν ὑπὸ τοῦ βασιλέως ταχθέντων τὴν παραλίαν τηρεῖν στρατιωτῶν. καὶ μὴ ἔχοντες ὅ τι χρήσονται τοῖς παροῦσιν ὑπέστρεψαν, ναυαγίοις μεγάλοις περιπεσόντες ἀπό τε ἀνέμων ἀταξίας καὶ τῆς ἐπιθέσεως τῶν τοῦ βασιλέως πολεμικῶν πλοίων. δῃώσας δὲ καὶ τεφρώσας καὶ τὰς λοιπὰς πόλεις τῆς Κιλικίας, τῷ Ὀκτωβρίῳ μηνὶ τῆς ἐννά της ἰνδικτιῶνος ὑπέστρεψεν εἰς Κωνσταντινούπολιν, ἔχων μεθ' ἑαυτοῦ καὶ τὰς τῆς Ταρσοῦ πύλας καὶ τὰς τῆς Μόψου ἑστίας, ἃς καὶ χρυσῷ καταστίξας ἔξωθεν ἀνάθημα τῇ βασιλίδι διεκόμισε, τὰς μὲν κατὰ τὴν ἀκρόπολιν στήσας, τὰς δὲ κατὰ τὸ τῆς χρυσῆς πόρτης