431
τεῖχος. διεκόμισε δὲ καὶ τῷ θεῷ δῶρον καὶ δεκάτην τῆς ἑαυτοῦ στρατείας τοὺς αἰχμαλωτισθέντας τιμίους σταυρούς, ὁπη νίκα δομέστικος τῶν σχολῶν ὢν ὁ Στυπειώτης καὶ τὴν Ταρσὸν παρακαθήμενος παντελεῖ πανωλεθρίᾳ τῇ οἰκείᾳ ἀβουλίᾳ καθυπέ βαλε τὰ στρατεύματα· οὓς δὴ καὶ τῷ πανσέπτῳ τεμένει τῆς τοῦ θεοῦ λόγου σοφίας ἀνέθετο. Τῷ δὲ αὐτῷ δευτέρῳ τῆς αὐτοῦ βασιλείας χρόνῳ ὁ Νικηφό ρος καὶ πᾶσαν τὴν νῆσον Κύπρον τῇ τῶν Ῥωμαίων προσήγαγεν ἐπικρατείᾳ, τοὺς Ἀγαρηνοὺς ἀπελάσας ἐκεῖθεν διὰ Νικήτα πατρι κίου τοῦ Χαλκούτζη. 2.364 Τῷ δὲ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ, ἔαρος ἐπιστάντος, πάλιν εἰσβολὴν ἐποιήσατο κατὰ Συρίας ὁ βασιλεύς. καὶ γενόμε νος κατὰ τὴν Ἀντιόχειαν ταύτῃ μὲν οὐ προσέβαλεν, ἐλπίσας μηδὲ τὴν ἀκοὴν αὐτοῦ ὑποστήσεσθαι τοὺς Ἀντιοχεῖς ἐκπεπληγμένους τὰ εἰς τὰς πόλεις τῆς Κιλικίας συμβεβηκότα. ἀλλὰ παρελθὼν αὐτὴν εἰς τὰ ἐνδότερα μέρη τῆς Συρίας ἐχώρησε, καὶ πόλεις πολλὰς καὶ χώρας καταστρεψάμενος πρὸς τῷ Λιβάνῳ κειμένας καὶ τῇ παραλίᾳ τῷ ∆εκεμβρίῳ μηνὶ ὑπέστρεψεν. εὐσθενῶς δὲ τῶν Ἀν τιοχέων προσδεχομένων τὸν πόλεμον διὰ τὸ πλεῖστον λαὸν ἐκ τῆς περιοικίδος εἰσελθεῖν εἰς τὴν πόλιν ἐπὶ βοηθείᾳ, ἐπιλελοιπότων δὲ καὶ τῶν ἀναγκαίων τῷ Ῥωμαϊκῷ στρατῷ, γενέσθαι δὲ καὶ τέλμα ἀδιεξίτητον ἐκ τοῦ πολὺν ὄμβρον οὐρανόθεν καταρραγῆναι, ὑπε χώρησεν ἄπρακτος καὶ τὴν βασιλίδα κατέλαβε, φέρων μεθ' ἑαυ τοῦ καὶ τὸν ἔχοντα ἀχειρότευκτον ἐκτύπωμα τῆς μορφῆς τοῦ Χρι στοῦ καὶ θεοῦ ἡμῶν κέραμον, ὃν εὗρεν ἐν Ἱερᾷ πόλει ταύτην πε πορθηκώς, καὶ τῶν τριχῶν τοῦ βαπτιστοῦ Ἰωάννου βόστρυχον ἕνα πεπιλημένον αἵματι.
Τοιοῦτος δ' ὢν ὁ Νικηφόρος καὶ τοιαύταις χρησάμενος στρατηγίαις καὶ ἐπὶ τοσοῦτον τὰ Ῥωμαίων αὐξήσας πράγματα (κατέσχε γὰρ πλέον τῶν ἑκατὸν πόλεων καὶ φρούρια Κιλικίας τε καὶ Συρίας καὶ Φοινίκης Λιβανησίας, ὧν μέγιστα καὶ ἐπισημό τατα ἡ Ἀνάζαρβος καὶ ἡ Ἄδανα, ἡ Μόψου ἑστία, ἡ Ταρσός, τὸ Παγράς, τὸ Συννέφιον, ἡ Λαοδίκεια, τὸ Χάλεπ, ἔθετο δὲ καὶ 2.365 ὑποφόρους τήν τε ἐν Φοινίκῃ Τρίπολιν καὶ τὴν ∆αμασκόν) ὅμως μισητὸς ἐγένετο παρὰ παντὸς ἀνθρώπου, καὶ πάντες ἐδίψων τὴν τούτου θεάσασθαι καταστροφήν. τὰς δὲ αἰτίας ἀπαριθμήσει ὁ λόγος ἐν καιρῷ τῷ προσήκοντι. Ὑποστρέφων δ' ὁ Νικηφόρος ἐξ Ἀντιοχείας πρὸς τὴν βασι λίδα, ἐν τῷ διέρχεσθαι τὸν Ταῦρον, ὃ Μαῦρον ὄρος ἐγχωρίως λέγεται, φρούριον κατὰ τὸ μέσον τοῦ ὄρους δομησάμενος ἔν τινι λόφῳ ἐρυμνοτάτῳ, Μιχαὴλ τὸν Βούρτζην πατρίκιον τιμήσας ἐν τῷ φρουρίῳ κατέλιπε, στρατηγὸν ὀνομάσας τοῦτον τοῦ Μαύρου ὄρους, ἐπισκήψας προσμένειν ἀγρύπνως καὶ τοὺς Ἀντιοχεῖς πάσῃ μηχανῇ κωλύειν ἐξιέναι καὶ τὰ πρὸς ζωὴν εἰσκομίζεσθαι ἐπιτήδεια. κατέλιπε δὲ καὶ Πέτρον ἕνα τῶν ἑαυτοῦ εὐνούχων, δοῦλον ὑπάρ χοντα, δραστήριον ἄνθρωπον, ὃν δὴ καὶ στρατοπεδάρχην πεποίη κεν ἐν Κιλικίᾳ, εἰς παραχειμασίαν τὸν στρατὸν διασκορπίσαι κε λεύσας, καὶ τὴν αὐτοῦ μένειν εἰς τοὐπιὸν ἔτος ἔλευσιν. ἐλέγετο δ' ὅτι δυνάμενος ἐξ ἐφόδου ἑλεῖν τὴν Ἀντιόχειαν ὁ βασιλεὺς οὐκ ἠθέλησεν, ἀλλ' ἐξεπίτηδες παρεῖλκε καὶ παρεβίβαζε τὴν ταύτης κατάσχεσιν, δεδιὼς τὸν φημιζόμενον λόγον· καὶ γὰρ δὴ καὶ ἐν τοῖς ἁπάντων ἐφέρετο στόμασιν ὡς ἅμα τῇ ἁλώσει τῆς πόλεως Ἀντιοχείας καὶ ὁ βασιλεὺς τεθνήξεται. ἀμέλει καὶ τῷ τοιούτῳ λόγῳ δειλαινόμενος οὔτ' αὐτὸς προσεπέλασε τῇ Ἀντιοχείᾳ, καὶ τῷ Πέτρῳ δὲ καὶ τῷ Βούρτζῃ παρήγγειλε μηδεμίαν προσβολὴν ποιή σασθαι κατ' αὐτῆς. ἀλλ' ἐκεῖνος μὲν ταῦτα καταστησάμενος, ὡς εἴπομεν, εἴσεισιν εἰς τὴν βασιλεύουσαν· ὁ Βούρτζης δὲ τῇ 2.366 Ἀντιοχείᾳ γειτονῶν καὶ κλέος ἑαυτῷ ἄσβεστον περιποιήσασθαι ἱμειρόμενος, μικρὰ φροντίσας τῶν τοῦ βασιλέως ὑποθηκῶν, νύ κτωρ καὶ μεθ' ἡμέραν ἐσκέπτετο εἴ πως δυνηθείη κατασχεῖν τὴν πόλιν. ἀπῄει οὖν συνεχῶς καὶ λόγους μετὰ τῶν Ἀντιοχέων ἐκίνει συμβατικούς. ἀλαζονευομένων δ' ἐκείνων καὶ τὰς συμβάσεις διωθουμένων, ἔλαθεν ἐκεῖνος φιλιωθείς τινι τῶν Σαρακηνῶν (Αὔλαξ οὗτος ἦν), ὃν