433
προτροπῆς ἐπίσκοπον ἢ ψηφίζεσθαι ἢ προχειρίζεσθαι. ἐπισκόπου τε τεθνη κότος βασιλικὸν ἐκπέμπων ἄνθρωπον ἐσταθμημένην ποιεῖν τὴν ἔξοδον προσέταττε, καὶ τὰ περιττὰ ἀνελαμβάνετο. καὶ ἄλλα 2.369 τινὰ διατάγματα διετίθει πᾶσαν ἰδέαν ἀνάγκης ὑπερεκπίπτοντα, ἃ κατὰ μέρος διεξιέναι μεγαληγόρου δεῖται καὶ φρενὸς καὶ γλώτ της. ἐσπούδασε δὲ καὶ νόμον θεῖναι τοὺς ἐν πολέμοις ἀποθνήσκοντας στρατιώτας μαρτυρικῶν ἀξιοῦσθαι γερῶν, ἐν μόνῳ τῷ πολέμῳ τιθέμενος καὶ οὐκ ἐν ἄλλῳ τινὶ τὴν τῆς ψυχῆς σωτηρίαν. κατήπειγε δὲ καὶ τὸν πατριάρχην καὶ τοὺς ἐπισκόπους συνθέσθαι τῷ δόγματι· ἀλλά τινες τούτων γενναίως ἀντιστάντες ἀπεῖρξαν αὐτὸν τοῦ σκοποῦ, προθέντες εἰς μέσον τὸν τοῦ μεγάλου Βασι λείου κανόνα, ἐπὶ τριετίαν ἀκοινωνήτους εἶναι λέγοντα τοὺς πολέ μιον ἔν τινι πολέμῳ ἀνῃρηκότας. ἠλάττωσε δὲ καὶ τὸ νόμισμα, τὸ λεγόμενον τεταρτηρὸν ἐπινοήσας. διπλοῦ δὲ τοῦ νομίσματος ἔκτοτε γεγονότος, ἡ μὲν εἴσπραξις τῶν δημοσίων φόρων τὸ βαρύ τερον ἀπῄτει, ἐν δὲ ταῖς ἐξόδοις τὸ μικρὸν ἐσκορπίζετο. νόμου δὲ καὶ ἔθους ὄντων παντὸς χαρακτῆρα βασιλέως, εἰ μὴ τῷ σταθμῷ ἐλαττοῖτο, δύναμιν ἔχειν ἰσότιμον, ὁ δὲ τὸν ἑαυτοῦ προκεκρίσθαι ἐνομοθέτησεν, ὑποβιβάσας τοὺς τῶν ἄλλων. ἐξ ἧς αἰτίας οὐ μικρῶς ἔθλιψε τὸ ὑπήκοον ἐν τοῖς λεγομένοις ἀλλα γίοις. καὶ τὸ δὴ χείριστον, ἐκ τῆς τοιαύτης αἰτίας τοῦ πολι τεύματος πιεζομένου οὐδεμίαν εὐθηνίαν ἐδέξαντο τὰ ὠνούμενα. πλέον δὲ τῶν ἄλλων ἠνίασε τοὺς ἀνθρώπους, καίπερ λίαν ὄντων χαλεπωτάτων, ἡ τοῦ τείχους κτίσις τῶν παλατίων. πολλὰ γὰρ ἔργα κύκλῳ ὄντα τοῦ παλατίου, εἰς κάλλος καὶ μέγεθος ἐξειρ 2.370 γασμένα, καταστρεψάμενος ἀκρόπολιν καὶ τυραννεῖον κατὰ τῶν ἀθλίων πολιτῶν ἀπειργάσατο, ἀποθήκας καὶ σιτοβολῶνας ἔνδο θεν καὶ ἰπνοὺς καὶ κλιβάνους ἐργασάμενος καὶ πληρώσας εἰδῶν. προτεθέσπιστο γὰρ αὐτῷ ἔνδοθεν τοῦ παλατίου ἀποθανεῖν, ἠγνόει δ', ὡς ἔοικεν, ὡς εἰ μὴ κύριος φυλάξει πόλιν, εἰς μάτην ἠγρύ πνησεν ὁ φυλάσσων. ὅτε γὰρ τὸ τεῖχος τοῦ παλατίου κατεσκευάζετο, μιᾷ τῶν νυκτῶν ἀνὰ τὴν θάλασσαν ὑποπλέων τις ἐξεβόησεν "ὦ βασιλεῦ, ὑψοῖς τὰ τείχη, κἂν μέχρι πόλου φθάσῃς, ἔνδον τὸ κακόν, εὐάλωτος ἡ πόλις." πολλὰ δὲ ἀναζητηθεὶς ὁ τοῦτο εἰπὼν οὐχ εὑρέθη. τοῦ τείχους γὰρ τελειωθέντος, τότε συνέβη καὶ αὐ τὸν κατ' αὐτὴν τὴν ἡμέραν ἀποθανεῖν, ὁπηνίκα τὰς κλεῖς ὁ τὴν ἐπιμέλειαν ἐπιτετραμμένος φέρων αὐτῷ ἐνεχείρισε. Προσεγένετο δὲ τοῖς εἰρημένοις καὶ ἕτερον, ὅπερ ἐπὶ πλέον ἐξῆρε τὸ κατ' αὐτοῦ μῖσος. συμβολῆς γενομένης κατ' αὐτὴν τὴν ἑορτὴν τοῦ ἁγίου πάσχα μέσον πλωΐμων καὶ Ἀρμενίων πολὺς ἀν θρώπων ἐγένετο φθόρος, μικροῦ δ' ἂν ἀπεβίω καὶ ὁ μάγιστρος Σισίνιος καὶ ἔπαρχος. διεδέδοτο δὲ φήμη ἐκ τούτου ὡς χαλεπαί νων τοῖς πολίταις ὁ Νικηφόρος, ὡς αἰτίοις τάχα τῆς ἀταξίας, ἐν ἡμέρᾳ ἱπποδρομίας μέλλει σαγηνεύσας τὸν δῆμον τιμωρήσασθαι. καὶ δὴ μετὰ μικρὸν ἱπποδρομίας τελουμένης βουλόμενος ὁ Νικη φόρος ἐνδείξασθαι τοῖς πολίταις καὶ τὴν τοῦ πολέμου συμβολὴν ὁποία ἐστί, τάχα δ' ἴσως καὶ ἐκφοβῆσαι, ξίφη γυμνὰ λαβόντας 2.371 τινὰς προσέταξεν ὡς ἐν προσχήματι πολεμίων παῖξαι, εἰς ἑστίασιν τάχα τῶν θεατῶν. τούτου δὲ γενομένου, τὸν νοῦν τῶν βλεπο μένων ἀγνοήσαντες οἱ θεωροί, καὶ τὴν κρατοῦσαν φήμην τέλος ἤδη λαμβάνειν ὑποτοπάσαντες, δρομαῖοι ἐπὶ τὰς ἐξόδους ἐχώρουν κρημνώδεις οὔσας καὶ σφαλεράς, καὶ ὑπ' ἀλλήλων συμπατούμενοι ἀπέθνησκον. καὶ ἀπώλοντο ἂν ἅπαντες ὑπ' ἀλλήλων καταπα τούμενοι, εἰ μὴ ὁ βασιλεὺς ὡράθη ἐπὶ τοῦ θώκου καθήμενος ἀδεής τε καὶ ἄτρεπτος· ὃν ἰδὼν ὁ δῆμος μὴ παρακινηθέντα, καὶ κατανοήσαντες ὡς ἄκοντος αὐτοῦ γέγονε τὸ γενόμενον, ἔστησαν τῆς φυγῆς.
Πρόοδον δὲ δημοσίαν ποιήσαντα τὸν Νικηφόρον ἐν τῇ Πηγῇ κατὰ τὴν ἑορτὴν τῆς ἀναλήψεως τοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν, καὶ ὑποστρέφοντα οἱ συγγενεῖς τῶν ἐν τῷ ἱπποδρόμῳ ἀπολωλότων δεξάμενοι ἐν τῇ τῶν ἀρτοπρατῶν ἀγορᾷ ὕβρεις ἠφίεσαν