434
κατ' αὐ τοῦ ἀπρεπεῖς, ἀλάστορα καὶ παλαμναῖον ἀποκαλοῦντες καὶ ὁμο φύλοις αἵμασι μιαρόν, καὶ κόνιν καὶ λίθους ἔπεμπον εἰς αὐτὸν ἄχρι τῆς ἀγορᾶς τοῦ μεγάλου Κωνσταντίνου. καὶ ἀπεπάγη μὲν ἂν τῷ δέει, εἰ μή τινες ἐντιμότεροι τῶν πολιτῶν προλαβόντες τοὺς μὲν ἀτακτοῦντας ἀνέστειλαν, αὐτὸν δὲ εὐφημοῦντες ἄχρι τοῦ πα λατίου προέπεμψαν. διὰ ταῦτα πάντα ἀπηχθῆσθαι παρὰ τῶν πολιτῶν ἐπιστάμενος καὶ ἐπίθεσιν ὑφορώμενος τὴν ἀκρόπολιν ἐδο μήσατο. ἀλλ' οὐκ ἠδυνήθη διαφυγεῖν τὸ χρεών, ἀλλ' ὅτε καλῶς 2.372 ἔχειν αὐτῷ τὰ πάντα ᾠήθη, ἀπέρρηξε τὴν ζωήν. καὶ ὅπως, ἐν τῷ πρέποντι καιρῷ ῥηθήσεται. Τετάρτῳ δὲ τῆς αὐτοῦ βασιλείας ἔτει, μηνὶ Ἰουνίῳ, τῆς ιʹ ἰνδικτιῶνος, τὰς ἐν τῇ Θρᾴκῃ πόλεις ἐξῄει ἐπισκεψόμενος, καὶ γενόμενος ἄχρι τῆς λεγομένης μεγάλης σούδας ἔγραψε Πέτρῳ τῷ Βουλγαρίας ἄρχοντι μὴ ἐᾶν τοὺς Τούρκους διαπερᾶν τὸν Ἴστρον καὶ τὰ Ῥωμαίων λυμαίνεσθαι. τούτου δὲ μὴ προσέχοντος ἀλλὰ παντοίαις ἀφορμαῖς παρακρούοντος, τὸν τοῦ ἐκ Χερσῶνος πρω τεύοντος υἱὸν ὁ Νικηφόρος τὸν Καλοκυρὸν πατρικιότητι τιμήσας πρὸς τὸν ἄρχοντα Ῥωσίας ἐκπέμπει Σφενδοσθλάβον, δωρεῶν ὑποσχέσεσι καὶ φιλοτιμιῶν οὐκ ὀλίγων ἀναπείθων ἐκστρατεῦσαι κατὰ Βουλγάρων. πεισθέντες οὖν οἱ Ῥὼς καὶ ἐπελθόντες τῇ Βουλγαρίᾳ κατὰ τὸν Αὔγουστον μῆνα, τῆς ιαʹ ἰνδικτιῶνος, πέμπτῳ τῆς βασιλείας ἔτει τοῦ Νικηφόρου, πολλὰς πόλεις καὶ χώρας ἠδάφισαν τῶν Βουλγάρων, καὶ λείαν ὅτι πλείστην περι βαλόμενοι ὑπέστρεψαν εἰς τὰ ἴδια. καὶ τῷ ἕκτῳ δὲ πάλιν τῆς βασιλείας αὐτοῦ χρόνῳ ἐπεστράτευσαν κατὰ Βουλγαρίας, καὶ τὰ ὅμοια τῶν προτέρων ἢ καὶ χείρονα διεπράξαντο. δευτέρᾳ δὲ Σεπτεμβρίου μηνός, ὥρᾳ τῆς νυκτὸς βʹ, ἰνδικτιῶνος ιαʹ, γέγονε βρασμὸς καὶ κλόνος γῆς ἐξαίσιος, καὶ ἔπαθε κακῶς Ὁνωριὰς καὶ Παφλαγονία. ἐγένοντο δὲ καὶ ἄνεμοι κατὰ τὸν Μάϊον μῆνα τῆς αὐτῆς ἰνδικτιῶνος σκληροὶ καὶ καυματώδεις, οἵτινες τοὺς καρποὺς 2.373 διέφθειραν αὐταῖς ἀμπέλοις καὶ δένδρεσιν, ὡς ἐντεῦθεν κατὰ τὴν ιβʹ ἰνδικτιῶνα σφοδρότατον ἐπενεχθῆναι λιμόν. καὶ δέον τὸν βασιλέα τῆς τῶν ὑπηκόων φροντίσαι σωτηρίας, ὁ δὲ τὸν βασιλι κὸν σῖτον γλίσχρως πωλῶν, καὶ καταπραγματευόμενος τὴν συμ φορὰν τῶν ὑπὸ χεῖρα, ηὔχει ὥς τι μέγα κατωρθωκὼς ὅτι μοδίου τῷ νομίσματι πιπρασκομένου αὐτὸς δύο πωλεῖσθαι τοῦτον ἐπέ ταξε, μὴ τὸν Μακεδόνα μιμησάμενος βασιλέα Βασίλειον· οὗτος γὰρ κατὰ τὴν καινὴν κυριακὴν ἀπερχόμενος ἐν τῷ τῶν μεγάλων ἀποστόλων ναῷ, καὶ θεασάμενος πολίτας τινὰς ἱεροπρεπεῖς μὲν καὶ σεμνούς, ἄλλως δὲ σκυθρωποὺς καὶ κατηφιῶντας, ἐγγὺς ἑαυτοῦ παραστησάμενος διά τι μὴ καὶ αὐτοὶ λαμπροφοροῦντες ἐν τῇ ἑορτῇ πάρεισιν ἀνηρώτα, ἀλλ' ὡς ἂν ἐν μεγάλῃ συμφορᾷ τῆς πόλεως οὔσης στυγνάζουσι. πρὸς ὃν ἀπεκρίνατό τις τῶν πολιτῶν "σοί, ὦ δέσποτα, καὶ τοῖς ἑστῶσιν ἔγγιστα σοῦ πρέπει τὸ λαμ προφορεῖν καὶ χαίρειν· οἷς δὲ τοῦ θανάτου πρόσεστι προσδοκία, τὰ τοιαῦτα ἀπεοίκασιν. ἢ ἀγνοεῖς ὅτι δύο μέδιμνοι σίτου τῷ νο μίσματι πιπράσκονται διὰ τὴν τῶν ἀνέμων τραχύτητα;" πρὸς ταῦτα βύθιον ἀνοιμώξας ὁ βασιλεὺς συμπαθείας ἀπέσταξε δά κρυον, καὶ τούτους μὲν παρεμυθήσατο δαψιλῶς, ἐπανελθὼν δ' εἰς τὰ βασίλεια τοὺς τὰς πολιτικὰς καὶ βασιλικὰς συναγαγὼν μετερχομένους φροντίδας μυρίαις ὕβρεσι καὶ ἀραῖς καθυπέβαλεν ὅτι μὴ αὐτῷ περὶ τῆς σιτοδείας ἐμήνυσαν, καὶ εὐθὺς τὸν βασι 2.374 λικὸν καὶ δημόσιον σῖτον προθέμενος δώδεκα τοῦ νομίσματος δίδοσθαι παρεκελεύσατο· οὗ τὴν προαίρεσιν ἀποδεξάμενος ὁ θεὸς εὐθηνίαν πολλὴν τοῖς ἀνθρώποις παρέσχετο. ἀλλὰ ταῦτα μὲν εἰς ἔπαινον ἐκείνου ἐρρέθη· ὁ δὲ Νικηφόρος ἔχαιρε μᾶλλον ἢ ἐβοήθει θλιβομένους ὁρῶν τοὺς ὑπηκόους. καὶ οὐχ οὗτος μόνον, ἀλλὰ καὶ Λέων ὁ ἀδελφὸς αὐτοῦ, ταῖς καπηλείαις προσκείμενος τῶν εἰδῶν, πολλῶν καὶ ποικίλων δεινῶν τὴν οἰκουμένην ἐνέπλησεν. ὧν τὴν αἰσχροκέρδειαν εὐτραπέλως οἱ πολῖται διεκωμῴδουν. ἐξελθόντος γάρ ποτε τοῦ βασιλέως ἐν τῷ πεδίῳ ὥστε γυμνάσαι τὸν στρατόν, ἐπεί τις ἦλθε πολιὸς τὴν τρίχα