435
καὶ ἐπειρᾶτο συν αριθμηθῆναι τοῖς στρατιώταις, φησὶ πρὸς αὐτόν "σὺ δέ, ὦ ἄν θρωπε, γέρων ὢν πῶς τοῖς ἐμοῖς στρατιώταις ἐπείγῃ συναριθμη θῆναι;" ὁ δ' εὐστόχως ὑπολαβὼν "πολὺ δυνατώτερός εἰμι νῦν" ἔφη "ἢ ὅτε ἤκμαζον." αὐτοῦ δὲ "καὶ πῶς;" ἐρομένου "ὅτι περ" ἔφη "τὸν τοῦ νομίσματος σῖτον πρότερον δυσὶν ἡμιόνοις ἐπιφορ τίζων, ἐπὶ τῆς σῆς βασιλείας δύο νομισμάτων σῖτον ἀβαρῶς ἐπὶ τῶν ὤμων φέρω." συνεὶς οὖν τὴν εἰρωνείαν ἀνεχώρησε, μηδὲν ταραχθείς. Οἱ δὲ Σαρακηνοὶ μετὰ τὸ ἁλῶναι τὰς ἐν Συρίᾳ καὶ Κιλικίᾳ πόλεις τὸν ἀρχιερέα τῶν Ἱεροσολύμων Ἰωάννην ζῶντα κατέκαυσαν ὡς ταῖς ὑποθήκαις αὐτοῦ τάχα μέλλοντος τοῦ Νικηφόρου ἀφίξε σθαι πρὸς αὐτούς, ἐνέπρησαν δὲ καὶ τὸν περικαλλῆ ναὸν τοῦ κυριακοῦ τάφου. τὸ δ' αὐτὸ τοῦτο πεποιήκασι καὶ οἱ Ἀντιοχεῖς, 2.375 Χριστοφόρον τὸν αὐτῶν ἀνελόντες ἀρχιερέα. προσερρύησαν δὲ τῷ βασιλεῖ Γρηγόριος καὶ Παγκράτιος οἱ αὐτάδελφοι, τῆς ἑαυτῶν παραχωρήσαντες αὐτῷ χώρας τοῦ Ταρών· οὓς πατρικίους τιμήσας καὶ κτήμασιν ἐφιλοφρονήσατο πολυπροσόδοις. ἐγένετο δὲ καὶ ἡλίου ἔκλειψις τῇ κβʹ τοῦ ∆εκεμβρίου μηνός, περὶ τρίτην ὥραν, ὡς καὶ ἄστρα φανῆναι. Ἡ δὲ βασιλὶς Θεοφανὼ ἀποστρεφομένη τὴν συνουσίαν τοῦ Νικηφόρου, τινὰ τῶν τοῦ Τζιμισκῆ μεταπεμψαμένη εἰσκαλεῖται τοῦτον ἐν τῷ ἰδίῳ οἴκῳ σχολάζοντα· ἔφθη γὰρ ὁ βασιλεὺς διά τινα ὑποψίαν παραλύσας τοῦτον τῆς τοῦ δομεστίκου ἀρχῆς καὶ ἐν τῷ ἰδίῳ οἴκῳ ἀπρόϊτον εἶναι κελεύσας. διεπράξατο δὲ ἡ μοιχαλὶς καὶ γράμματα τοῦτον δέξασθαι τὴν κάθοδον ἐπιτρέποντα. καὶ ὁ πεμφθεὶς ἐκεῖθεν αὐτὸν ἀναλαβόμενος εἰς Χαλκηδόνα ἀφίκετο.
Καὶ τοῦ βασιλέως ὑπομνησθέντος εἰ δεῖ τοῦτον εἰσελθεῖν ἐν τῇ βασιλίδι, κἀκείνου προσμένειν μικρὸν ἐπιτρέψαντος, ἐκείνη νυ κτὸς ιαʹ τοῦ ∆εκεμβρίου μηνός, ἰνδικτιῶνος ιγʹ, ἔτους #22υοηʹ, ἀποστείλασα ἄγει τοῦτον πρὸς τὸν κάτωθεν τοῦ παλατίου χειρο ποίητον λιμένα νυκτός, καὶ κοφίνῳ ἀνιμήσατο μετὰ πάντων τῶν περὶ αὐτόν· ἦσαν δὲ ὁ πατρίκιος Μιχαὴλ ὁ Βούρτζης καὶ Λέων ταξιάρχης ὁ Βαλάντιος καὶ τῶν τοῦ Τζιμισκῆ πιστικωτάτων ὁ Ἀτζηποθεόδωρος καὶ ἕτεροι δύο. οἵτινες ἀνελθόντες καὶ ξιφή 2.376 ρεις εἰς τὸν τοῦ βασιλέως εἰσελθόντες κοιτῶνα, ἐπεὶ μὴ εὗρον αὐ τὸν ἐν τῇ συνήθει κλίνῃ, φωραθῆναι ὑπονοήσαντες μικροῦ δεῖν ἑαυτοὺς κατεκρήμνισαν, εἰ μή που ἀνδράριόν τι τῶν ἐκ τῆς γυναι κωνίτιδος εὑρηκότες ὑπ' αὐτοῦ ὁδηγοῦνται. καὶ καταλαμβάνουσιν αὐτὸν ἐπ' ἐδάφους κείμενον καὶ στρωμνὴν ἔχοντα πῖλον κοκκοβαφῆ καὶ ἄρκτου δέρμα, ὅπερ λαβὼν ἦν παρὰ Μιχαὴλ μοναχοῦ τοῦ Μαλεΐνου, τοῦ θείου αὐτοῦ. τοῦτον ἄρτι πρὸς ὕπνον τραπέντα, καὶ μηδαμῶς ἐπαισθόμενον τῆς ἀφίξεως τῶν μελλόντων αὐτὸν ἀναιρεῖν, ὁ Τζιμισκῆς τῷ ποδὶ νύξας ἐξύπνισεν. ἐξυπνισθέντα δὲ καὶ τῆς δεξιᾶς χειρὸς τὸν ἀγκῶνα τῇ γῇ προσερείσαντα καὶ τὴν κεφαλὴν ἀνακουφίσαντα, ἐπιφέρει γυμνῷ τῷ ξίφει κατὰ τῆς κορυ φῆς ἀσκεποῦς οὔσης (ἐπεπτώκει γὰρ ἐγειρομένου τὸ τῆς κεφαλῆς αὐτοῦ κάλυμμα) Λέων ὁ Ἀβαλάντιος γενναίαν πληγήν, καὶ διε λαύνει μέσον τὸ κρανίον. εἶτα τῆς στρωμνῆς αὐτὸν ἀναστήσαντες ἄγουσι πρὸς τὸν Τζιμισκῆν ἐπὶ τῆς βασιλικῆς καθίσαντα κλίνης, καὶ πολλὰ παροινήσαντες καὶ κατονειδίσαντες καὶ δυσφημήσαντες εἰς αὐτὸν μηδὲν ἄλλο λέγοντα ἀλλ' ἢ "κύριε ἐλέησον" καὶ "θεο τόκε βοήθει," τελευταῖον ἐπεί περ κατεφωράθησαν παρὰ τῶν προκοίτων τοῦ παλατίου καὶ συνίστατο ἐπ' αὐτοὺς πλῆθος ἀμυνο μένων, ἀποσφάττουσι τοῦτον, καὶ τὴν κεφαλὴν ἀποτεμόντες διά τινος θυρίδος τοῖς εἰς βοήθειαν συντρέχουσι δεικνύουσι. καὶ οἱ μὲν οὕτω κατεστορέθησαν, τοῖς δὲ περὶ τὸν Τζιμισκῆν καιρὸς ἐδόθη ἀδεῶς καὶ μετ' ἀδείας πάντα ποιεῖν. 2.377 Λέγεται δὲ ὅτι πρὸ δέκα ἡμερῶν τοῦ θανάτου αὐτοῦ ἔγγρα φον εὗρεν ὁ βασιλεύς, ἐρριμμένον ἐν τῷ κοιτῶνι αὐτοῦ καὶ μηνῦον ἀσφαλίσασθαι ἑαυτὸν ὡς ἐπιβουλευόμενον ὑπὸ τοῦ Τζιμισκῆ. καί τινα δὲ κληρικόν φασι κατὰ τὴν ἑσπέραν τῆς ἀναιρέσεως δεδωκέναι