436
αὐτῷ γράμμα περιέχον πρὸς ἔπος ταῦτα "ὦ βασιλεῦ, ἀσφάλισαι σεαυτόν· κίνδυνος γάρ σοι κατὰ ταύτην τὴν νύκτα οὐ μικρὸς ἀρ τύεται." τὸ δὲ γραμμάτιον ἄλλοι μὲν λέγουσιν ὡς ὑπολαβὼν ὁ βασιλεὺς δεητήριον εἶναι οὐκ ἀνέγνω τοῦτο, ἄλλοι δ' ὅτι ἀνέγνω μέν, ἀλλ' ἠμέλησε τῆς ἑαυτοῦ φυλακῆς, τοῦ χρεὼν ἐμποδίσαντος, ἀποθανόντος δὲ τούτου εὑρέθη ἔχον τὰ γεγραμμένα. ἄλλοι δ' ὅτι ἀναγνοὺς ἐπέτρεψε τὴν ζήτησιν καὶ φυλακὴν τῷ πρωτοβεστιαρίῳ, ἔγραψε δὲ καὶ τῷ ἀδελφῷ Λέοντι ἐπ' οἴκου διάγοντι λαὸν ἔνοπλον εἰληφέναι καὶ φοιτῆσαι τὴν ταχίστην πρὸς τὸ παλάτιον. τοῦτο δὲ διακομισθὲν ἐκεῖνος δεξάμενος, καὶ μηδ' ἀνελίξας (ἔτυχε γὰρ κυβεύων μετά τινων καὶ δαιμονίως τῇ παιδιᾷ χρώμενος) ἔθετο ἐν τῇ ἑαυτοῦ κλίνῃ ὑπὸ τὴν τύλην. ἄρτι δὲ τοῦ παιγνίου διαλυθέν τος τὸ γραμμάτιον ἐπελθὼν καὶ τὸν ἐγκείμενον νοῦν συνεὶς τῶν γραφέντων, δύναμιν ὡς ὁ καιρὸς ἀπῄτει συνηθροικὼς ἀπῄει πρὸς τὰ βασίλεια. γενόμενος δὲ κατὰ τὴν ἐν τῷ ἱπποδρομίῳ σφενδόνην ἤκουσέ τινων διαλεγομένων πρὸς ἀλλήλους ὡς ἄρα εἴη Νικηφόρος ἀνῃρημένος ὁ βασιλεύς, ἤκουσε δὲ καὶ τῶν ἐν τῷ παλατίῳ καὶ τοῖς στενωποῖς ἀνευφημούντων τὸν Ἰωάννην. τῷ ἀνελπίστῳ δὲ κατα 2.378 πλαγείς, καὶ μηδὲν ἐννοήσας γενναῖον, ᾗ τάχους εἶχε σὺν τῷ υἱῷ 2.378 Νικηφόρῳ τῇ μεγάλῃ προσέρχεται ἐκκλησίᾳ. καὶ τὰ μὲν λεγό μενα ταῦτα· εἰ δὲ ἀληθῶς ἢ ψευδῶς, οὐκ ἔχω λέγειν. θνήσκει δ' ὅμως ὁ Νικηφόρος ἔνδον τοῦ παλατίου κατεργασθείς. 2.379 Ἰωάννης δὲ ὁ Τζιμισκῆς τῆς Ῥωμαίων ἀρχῆς ἀποθανόντος τοῦ Νικηφόρου ἀνεδέξατο τὰς φροντίδας, συμβασιλεύοντας ἔχων Βασίλειον καὶ Κωνσταντῖνον τοὺς υἱοὺς Ῥωμανοῦ, ὧν ὁ μὲν Βασίλειος ἕβδομον εἷλκε τῆς ἡλικίας ἔτος, ἅτερος δὲ ὁ Κωνσταντῖνος πέμπτον. εὐθὺς οὖν Βασίλειον τὸν παρακοιμώμενον, ὃν Νικη φόρος ὁ βασιλεὺς οὐ μικρὰ συμβαλόμενον αὐτῷ πρὸς τὴν τῆς βα σιλείας κατάσχεσιν πρόεδρον τετίμηκε, μή πω πρότερον ὄντος τοῦ ἀξιώματος, πρώτου δ' αὐτὸ τοῦτο ἐφευρηκότος, νυκτὸς μετα πεμψάμενος κοινωνὸν τῆς ἀρχῆς προσελάβετο, ἅτε ἐν πολλοῖς χρόνοις τά τε πολιτικὰ μετελθόντα ἐπὶ τοῦ οἰκείου πατρὸς Ῥω μανοῦ τοῦ γέροντος καὶ Κωνσταντίνου τοῦ πορφυρογεννήτου τοῦ γαμβροῦ αὐτοῦ, καὶ πλειστάκις κατὰ τῶν Ἀγαρηνῶν ἐκστρατεύ σαντα, καὶ δυσχερείαις πραγμάτων εἰδότα εὐφυῶς προσαρμόζε σθαι. ὃς εὐθὺς τὴν ἐπιτροπὴν εἰληφὼς τῶν πραγμάτων πάν τας τοὺς εὔνοιαν τῷ Νικηφόρῳ φυλάττοντας ἐκ μέσου πεποίηκε, Λέοντα μὲν τὸν κουροπαλάτην ἐν Λέσβῳ περιορίσας καὶ Νικη φόρον Βέστην τὸν τούτου υἱὸν ἐν τῇ Ἴμβρῳ, Βάρδαν δὲ τὸν νεώ τερον δοῦκα τότε Χαλδίας καὶ Κολωνείας τυγχάνοντα τὴν ἀρχὴν ἀφελόμενος ἐν Ἀμασείᾳ παρέπεμψε. καὶ τοὺς ἄλλους δὲ ὅσοι πολιτικὰς ἢ στρατιωτικὰς μετῄεσαν ἀρχὰς τῶν ἀρχῶν παραλύσας, τοὺς οἰκείους ἐπέστησε καὶ τῷ νέῳ βασιλεῖ φυλάττοντας εὔνοιαν. τοῖς τότε δὲ παρὰ τοῦ Νικηφόρου φυγαδευθεῖσι κάθοδον ἐπιτρέ πει, καὶ πρό γε τῶν ἄλλων τοῖς ἀρχιερεῦσι, τῷ μὴ θέλειν ὑπο 2.380 γράψαι τῷ τόμῳ ὃν εἰς κατατομὴν καὶ ὕβριν ἐφεῦρε τῆς ἐκκλησίας ἐκεῖνος ἐξορισθεῖσιν, ὡς ἤδη φθάσας ὁ λόγος ἱστόρησεν. Οὕτω δὲ τῶν πραγμάτων οἰκονομηθέντων, κατὰ τὴν αὐτὴν νύκτα πάσης ὑποψίας ἀπολυθεὶς ἄπεισι μετ' ὀλίγων ὁ βασιλεὺς εἰς τὴν μεγάλην ἐκκλησίαν, χερσὶ τοῦ πατριάρχου λαβεῖν βουλόμενος τὸ διάδημα. ὃν ἐλθόντα εἰσελθεῖν οὐκ εἴασεν ὁ Πολύευκτος, μὴ ἄξιον εἶναι φήσας ἐπιβῆναι θείου ναοῦ νεαρῷ καὶ ἀτμίζοντι ἔτι τῷ συγγενικῷ αἵματι σταζομένας τὰς χεῖρας ἔχοντα, ἀλλὰ σπεῦσαι ἔργα μετανοίας ἐνδείξασθαι, καὶ οὕτως ἐφίεσθαι πατεῖν ἔδαφος οἴκου κυρίου. τοῦ δὲ Ἰωάννου ἠπίως δεξαμένου τὴν ἐπιτίμησιν καὶ πάντα πρᾶξαι μετ' εὐπειθείας ἐπαγγειλαμένου, ἀπολογισα μένου δ' ὅτι καὶ αὐτόχειρ οὐκ αὐτὸς ἐγένετο τοῦ Νικηφόρου ἀλλ' ὁ Βαλάντιος καὶ ὁ Ἀτζυποθεόδωρος ἐπιτροπῇ τῆς δεσποίνης, ταύ την μὲν ὁ πατριάρχης προσέταττε τῶν ἀνακτόρων κατενεχθῆναι καὶ ἔν τινι νήσῳ περιορισθῆναι, ἐξοστρακισθῆναι δὲ καὶ