438
ταῖς λοιπαῖς προσμίξας δυνάμεσι, καὶ συμπλακεὶς τοῖς βαρβάροις μυριοπλα σίοις οὖσιν, ἐτρέψατο λαμπρῶς καὶ ἐσκέδασεν ἑνὶ πολέμῳ, καὶ τὰς ὑπὸ Ῥωμαίους οὔσας πόλεις ἐν τῷ ἀσφαλεῖ κατεστήσατο. Τῷ ἔθνει δὲ τῶν Ῥὼς ὃν εἴπομεν τρόπον τὴν Βουλγαρίαν χειρωσαμένῳ, δοριαλώτους δὲ κατασχόντι καὶ τοὺς δύο υἱοὺς τοῦ Πέτρου Βορίσην καὶ Ῥωμανόν, οὐκέτι ἦν βουλητὸν ἡ ἐπ' οἴκου ὑποστροφή, ἀλλὰ τὴν τοῦ τόπου θαυμάσαντες εὐφυΐαν, μακρὰ χαίρειν εἰπόντες ταῖς πρὸς Νικηφόρον τὸν βασιλέα γενομέναις συν θήκαις, συμφέρον ἐνόμισαν αὐτοῖς μεῖναι κατὰ χώραν καὶ τῆς γῆς κυριεύειν. ἐνῆγε δὲ πρὸς τοῦτο πλέον αὐτοὺς καὶ ὁ Καλο κυρός, λέγων, εἰ παρ' αὐτῶν ἀναγορευθῇ βασιλεὺς Ῥωμαίων, αὐτὸς τῆς τε Βουλγαρίας ἐκστήσεται καὶ σπονδὰς ποιήσει διηνε κεῖς, καὶ τὰς συμφωνηθείσας δοθῆναι δόσεις αὐτοῖς παρέξει πολ 2.384 λαπλασίως, καὶ συμμάχους ἕξει καὶ φίλους αὐτοὺς διὰ βίου. οἷς τισὶ ῥήμασι χαυνωθέντες οἱ Ῥὼς τῆς τε Βουλγαρίας ὡς δορικτήτου ἀντεποιοῦντο κτήματος, καὶ διαπρεσβευσάμενον τὸν βασιλέα καὶ ὑποσχόμενον ἐπιτελέσειν ἅπαντα τὰ τῷ Νικηφόρῳ ἐπηγγελμένα οὐ προσεδέξαντο, ἀποκρίσεις δόντες βαρβαρικῆς πεπληρωμένας ἀλα ζονείας, ὡς ἀναγκασθῆναι τοῦτον διὰ μάχης κρῖναι τὰ πράγματα. γράμμασιν οὖν ἐν ὀλίγῳ τὰς ἑῴας δυνάμεις πρὸς τὴν ἑσπέραν δια βιβάσας, ἄρχοντά τε αὐταῖς ἐπιστήσας ὃν ὠνόμασε στρατηλάτην Βάρδαν μάγιστρον τὸν Σκληρόν, οὗ τὴν ἀδελφὴν Μαρίαν νόμιμον ἠγάγετο γαμετὴν ἰδιωτεύων ὁ βασιλεύς, ἔμελλεν ἔαρος ἐφισταμέ νου καὶ αὐτὸς ἐξορμῆσαι. οἱ Ῥὼς δὲ καὶ ὁ τούτων ἀρχηγὸς ὁ Σφενδοσθλάβος, τὴν τοῦ Ῥωμαϊκοῦ στρατεύματος ὡς ἐπύθοντο περαίωσιν, κοινοπραγήσαντες δεδουλωμένοις ἤδη τοῖς Βουλγάροις, προσειληφότες δὲ καὶ συμμάχους τούς τε Πατζινάκας καὶ τοὺς πρὸς δύσιν ἐν Παννονίᾳ κατῳκισμένους Τούρκους, καὶ διὰ πάν των στρατὸν πολεμιστὴν ἠθροικότες ἐς ὀκτακισχιλίους ἐπὶ τριά κοντα μυριάσι κορυφουμένον, καὶ τὸν Αἶμον διαβάντες, πᾶσαν ἐπυρπόλουν τὴν Θρᾴκην καὶ ἐληΐζοντο, πηξάμενοι παρεμβολὴν ἀγχοῦ που τῶν τειχῶν Ἀρκαδιουπόλεως, κἀκεῖσε τὴν συμπλοκὴν ἐκδεχόμενοι τοῦ πολέμου. ὁ δὲ μάγιστρος Βάρδας ὁ Σκληρὸς ὡς ᾔσθετο κατὰ πολὺ τῷ πλήθει λειπόμενος (περιίστατο γὰρ αὐτῷ πᾶσα ἡ στρατιὰ εἰς ιβʹ χιλιάδας), στρατηγικαῖς ἔγνω ἀπάταις 2.385 τοὺς ἐναντίους περιελθεῖν καὶ τέχνῃ καὶ μηχανῇ τὰ τοσαῦτα κατ εργάσασθαι πλήθη. ὃ δὴ καὶ γέγονε. συγκλείσας γὰρ ἑαυτὸν σὺν τῇ στρατιᾷ εἴσω τειχῶν, πολλὰ προκαλουμένων τῶν πολε μίων ἐξελθεῖν καὶ περὶ τῶν ὅλων διαγωνίσασθαι οὐχ ὑπήκουσεν, ἀλλ' ἐκαρτέρει ὡς τάχα δειλιάσας, βλέπων τοὺς ἀντιπάλους τὰ παρατυχόντα φέροντάς τε καὶ ἄγοντας. τοῦτο δὲ τὸ βούλευμα μεγάλην καταφρόνησιν ἐνεποίησε τοῖς βαρβάροις· οἰηθέντες γὰρ ὡς ταῖς ἀληθείαις δειλίᾳ συνεχόμενος ὁ Σκληρὸς συγκεκλεικὼς ἔχει τείχους ἔνδον τὰς Ῥωμαϊκὰς φάλαγγας, ἐπεξελθεῖν μὴ τολ μῶν, ἀδεῶς τε ἐσκεδάννυντο καὶ ἀμελῶς ἐστρατοπεδεύοντο καὶ τῆς πρεπούσης ἠμέλουν φυλακῆς, πότοις καὶ μέθαις καὶ αὐλοῖς καὶ κυμβάλοις καὶ ὀρχήσεσι βαρβαρικαῖς διανυκτερεύοντες καὶ μη δενὸς τῶν δεόντων ἐπιμελόμενοι. καιροῦ τοίνυν ἐπιτηδείου λαβό μενος ὁ Βάρδας, καὶ ὅπως ἐπίθηται τοῖς ἐχθροῖς εὖ μάλα διασκο πήσας, καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν ὁρίσας, λόχους καὶ ἐνέδρας νυκτὸς ἐπί τινων εὐκαιροτάτων χωρίων στησάμενος Ἰωάννην πα τρίκιον τὸν Ἀλακασέα μετά τινος ὀλίγης δυνάμεως ἐκπέμπει, προ τρέχειν κελεύσας καὶ διασκοπεῖν τοὺς ἐχθροὺς καὶ θαμὰ πρὸς αὐ τὸν μηνύειν καὶ ὅπῃ πάρεισιν ἀναδιδάσκειν, ἐπισκήψας δὲ καὶ συμμῖξαι τούτοις ἐγγίσασι καὶ ἅμα τῇ συμπλοκῇ δοῦναι τὰ νῶτα καὶ δόκησιν φευγόντων παρεσχηκέναι, μὴ ἀκρατῶς μέντοι γε φεύ γειν, ὅλῳ ῥυτῆρι ἐνδόντας τοῖς ἵπποις τοὺς χαλινούς, ἀλλ' ἠρέμα καὶ μετὰ τάξεως, ὅπῃ δὲ παρείκοι, καὶ ὑποστρέφοντας συρρή 2.386 γνυσθαι τοῖς ἐχθροῖς, καὶ οὕτω ποιεῖν μέχρις ἂν εἰς τοὺς λόχους τούτους καὶ εἰς τὰς ἐνέδρας ἐναποκλείσωσι, τότε δὲ ἀκόσμως φεύ γειν καὶ