439
προτροπάδην. τριχῇ δὲ τῶν βαρβάρων διαιρεθέντων (Βούλγαροι μὲν γὰρ καὶ Ῥὼς τὴν πρώτην ἀνεπλήρουν μερίδα, Τοῦρκοι δὲ καθ' ἑαυτοὺς ἦσαν μόνοι καὶ Πατζινάκαι ὡσαύτως) ἐρχόμενος οὖν ὁ Ἰωάννης συμπλέκεται τοῖς Πατζινάκαις κατὰ τύ χην συνηντηκώς, καὶ ὥσπερ ἦν αὐτῷ παρηγγελμένον, προσποιεῖ ται φυγεῖν, σχολαίαν τὴν ἀναχώρησιν ποιούμενος· ἐνέκειντο δ' οἱ Πατζινάκαι τὰς ἑαυτῶν λύσαντες τάξεις, ὡς τάχα τοὺς φεύγοντας ἀφανίσαιεν ἄρδην. ἐκεῖνοι δὲ νῦν μὲν φεύγοντες μετὰ τάξεως νῦν δ' ὑποστρέφοντες καὶ ἀμυνόμενοι ἔθεον πρὸς τοὺς λόχους. ἐπεὶ δὲ καὶ ἐς μέσους ἐγένοντο τούτους, τότε δὴ ἀνέντες τοὺς χαλινοὺς ἀκρατῶς ἔφευγον, καὶ οἱ Πατζινάκαι ἐκχυθέντες ἀτάκτως ἐδίωκον. ἐπιφανέντος δ' ἐξαίφνης τοῦ μαγίστρου μετὰ παντὸς τοῦ στρατοῦ, τῷ ἀπροσδοκήτῳ καταπλαγέντες τὴν μὲν δίωξιν ἐπέσχον, οὐ μήν γε καὶ ἐς φυγὴν ἀπεῖδον, ἀλλ' ἔμενον, ἤν τις ἐπίοι δεξόμενοι. μετὰ σφοδρᾶς δὲ ῥύμης τῶν περὶ τὸν μάγιστρον συμπεσόντων αὐ τοῖς, καὶ τῆς λοιπῆς φάλαγγος ὄπισθεν ἐρχομένης μετ' εὐκοσμίας καὶ τάξεως, πίπτουσιν εὐθὺς οἱ ἀλκιμώτεροι τῶν Σκυθῶν. καὶ κατὰ βάθος τῆς φάλαγγος σχισθείσης ἐς μέσους ἐμπίπτουσι τοὺς λόχους οἱ Πατζινάκαι, τῶν κεράτων συνελθόντων ἀλλήλοις καὶ κύκλωσιν ἀποτελεσάντων. ἐπ' ὀλίγον οὖν ἀντισχόντες ἐνέκλιναν, καὶ πάντες σχεδὸν κατεκόπησαν. 2.387 Οὕτω δὲ τούτους τρεψάμενος ὁ Βάρδας, καὶ διὰ τῶν αἰχμα λώτων μαθὼν ὡς καὶ οἱ λοιποὶ ἀκμῆτες ὄντες προσμένουσι συντε ταγμένοι τὸν πόλεμον, τρέπεται τὴν ταχίστην πρὸς ἐκείνους. ἄρτι δ' ἐκεῖνοι τὸ τῶν Πατζινακῶν ἐγνωκότες ἀτύχημα κατεκλάσθησαν τὰς ψυχὰς τῷ ἀδοκήτῳ τῆς συμφορᾶς. ὅμως παρακαλέσαντες ἑαυτοὺς καὶ τοὺς ἐκ τῆς φυγῆς σκεδασθέντας ἀνακαλεσάμενοι προσβάλλουσι τοῖς Ῥωμαίοις, οἱ μὲν ἱππεῖς προδραμόντες, οἱ δὲ πεζοὶ κατόπιν ἐρχόμενοι. ὡς δὲ καὶ κατὰ τὴν πρώτην προσβολὴν ἀνεκόπησαν οἱ ἱππεῖς τὰς ὁρμὰς ὑπὸ Ῥωμαίων ἀνυποστάτων φα νέντων, ἐκκλίναντες εἰς τοὺς πεζοὺς συνηλάθησαν. ἐκεῖσε δὲ πά λιν γενόμενοι ἀνελάμβανον ἑαυτούς, καὶ τοὺς Ῥωμαίους προσέμε νον ἐπερχομένους. καὶ ἦν μὲν ἄχρι τινὸς ἡ μάχη ἀγχώμαλος, ἕως οὗ Σκύθης τις μεγέθει σώματος καὶ ἀνδρίᾳ ψυχῆς ἐπαιρόμενος, τῶν ἄλλων ὑπερπηδήσας, ἐπ' αὐτὸν τὸν μάγιστρον φέρεται παριππεύοντα καὶ τὰς τάξεις παραθαρρύνοντα, καὶ ξίφει παίει κατὰ τοῦ κράνους. τοῦ δὲ ξίφους παρολισθήσαντος ἄπρακτος ἐγένετο ἡ βολή. τοῦτον δὲ ὁ μάγιστρος ξίφει παίει κατὰ τοῦ κράνους· βάρει δὲ τῆς χειρὸς καὶ βαφῇ τοῦ σιδήρου οὕτω γέγονεν ἐνεργὸς ἡ πλῆξις ὡς δίχα ὅλον διατμηθῆναι τὸν Σκύθην. καὶ Κωνσταντῖνος δὲ πατρίκιος ὁ τοῦ μαγίστρου ἀδελφός, τῷ ἀδελφῷ βοηθῶν, ἕτερον Σκύθην συναιρόμενον τῷ ῥηθέντι καὶ ἰταμώτε ρον φερόμενον παῖσαι κατὰ τῆς κεφαλῆς ἐσπούδασεν· ἐκείνου δ' ἐπὶ θάτερα κλίναντος ἑαυτόν, διαμαρτήσας ὁ Κωνσταντῖνος κατα 2.388 φέρει τὸ ξίφος εἰς τὸν αὐχένα τοῦ ἵππου καὶ ἀποτέμνει τοῦ τραχήλου τὴν κεφαλήν. πεσόντος δὲ τοῦ Σκύθου ἀποβὰς τοῦ ἵππου καὶ τῇ χειρὶ τῆς γενειάδος δραξάμενος ἀποσφάττει τοῦτον. τοῦτο τὸ ἔργον Ῥωμαίους μὲν ἐπέρρωσε καὶ θαρραλεωτέρους ἐποίησε, δει λίας δὲ καὶ φόβου τοὺς Σκύθας ἐνέπλησε· καὶ ταχὺ ἐπιλελησμέ νοι ἀλκῆς τὰ νῶτα δεδώκασι, καὶ ἀσέμνως καὶ μετὰ πολλῆς ἔφευ γον ἀκοσμίας. εἵποντο δὲ Ῥωμαῖοι, καὶ ἅπαν τὸ πεδίον νεκρῶν ἐμπεπλήκασιν. ἥλωσαν δὲ καὶ ζωγρίαι τῶν πεσόντων πλείους. ἐγένοντο δὲ καὶ πλὴν ὀλίγων πάντες οἱ περιλειφθέντες τραυματίαι. καὶ οὐδεὶς ἂν διέδρα τὸν κίνδυνον, εἰ μὴ νὺξ ἐπιγενομένη ἐπέσχε τῆς διώξεως τοὺς Ῥωμαίους. καὶ τῶν μὲν βαρβάρων ἐκ τοσού των μυριάδων ὀλίγοι παντελῶς διεγένοντο, Ῥωμαῖοι δὲ ἔπεσον ἐν τῇ μάχῃ κεʹ, τραυματίαι δ' ἐγένοντο ὁμοῦ τι σύμπαντες. Οὔπω τέλος εἶχε τῷ Σκληρῷ τὰ τοῦ Σκυθικοῦ πολέμου, οὐδὲ προσεγένετο τοῖς Ῥωμαίοις τὸν ἐκ τῆς μάχης ἀποπλύνασθαι λύθρον, καὶ γράμματα ἐφοίτα βασιλικὰ μετάκλητον ποιοῦντα εἰς βασιλέα τὸν μάγιστρον· ὃν ἀφικόμενον ἐς τὴν Ἀσίαν κελεύει πε