441
γνωρίσας ὁ Χάρων ὕβρεσιν ἀσέμνοις καὶ ἀπρεπέσιν ἔβαλλεν, ἀγεννῆ καὶ ἄνανδρον ἀποκαλῶν, καὶ προσ μένειν κελεύων μικρὸν ὥστε τὰ γέρα τῆς ἀποστασίας λαβεῖν. ὁ δὲ τῶν ὕβρεων ἐπακούων, καὶ ὅστις ὁ λέγων μὴ ἀγνοήσας, ἐπισχὼν τὸν χαλινὸν καὶ πρὸς ἐκεῖνον ἐπιστραφεὶς "ἔδει σε ὦ ἄνθρωπε" ἔφη, "τὸ ἀστάθμητον λογισάμενον τῆς τῶν ἀνθρώπων τύχης μὴ προσονειδίζειν, μηδ' ἐπεμβαίνειν ἀνθρώπῳ ταῖς ἐξ αὐτῆς ἐπη ρείαις ἠναγκασμένῳ, ἀλλ' οἰκτείρειν μᾶλλον καὶ ἐλεεῖν τὸν δυστυ χοῦντά με, πατέρα μὲν ἐσχηκότα κουροπαλάτην, πάππον δὲ Καί σαρα, θεῖον βασιλέα, δοῦκα δὲ καὶ αὐτὸν γεγονότα καὶ τοῖς ἀνω τέρω συναριθμηθέντα, νυνὶ δὲ ἐσχάτοις κακοῖς ὑποβεβλημένον καὶ ἀκληρήμασι." τοῦ δὲ "καλὰ ταῦτα, ὦ κακὴ κεφαλή, λέγεσθαι πρὸς παῖδας τοὺς δυναμένους ἀπατηθῆναι" εἰπόντος, "ἐμὲ δὲ οὐ φενακίσεις τοῖς τοιούτοις σου λογυδρίοις," καὶ τὸν ἵππον μυω πίζοντος καὶ θρασύτερον προσιόντος, σπασάμενος ὁ Φωκᾶς τὴν ἐν τῇ ἐφεστρίδι παρῃωρημένην κορύνην καὶ ὑπαντιάσας παίει τοῦ τον κατὰ τοῦ κράνους. καὶ αὐτὸν μὲν ἀποδείκνυσι νεκρὸν παραυ 2.392 τίκα, ἐμποδίσαι μὴ δυνηθείσης τῆς κόρυθος τῇ βίᾳ τῆς πληγῆς, ἐκεῖνος δὲ ἀποστρέψας τὸν χαλινὸν εἴχετο τῆς ὁδοῦ. οἱ δὲ διώ κοντες κατόπιν ἐρχόμενοι, καὶ ἔνθα ὁ Χάρων τεθνηκὼς ἔκειτο γενόμενοι, καὶ τῷ ἀνυποστάτῳ τοῦ πτώματος ἐκπληττόμενοι πάν τες ἵστων τὴν δίωξιν, μηδενὸς τολμῶντος προσωτέρω ἰέναι. καὶ οὕτως ἀδείας λαβόμενος ὁ Φωκᾶς ἄνεισιν εἰς τὸ φρούριον. παρε γένετο μετὰ ταῦτα καὶ ὁ Σκληρός, συνεχῶς πρὸς ἐκεῖνον πέμπων, καὶ κήδεσθαι μεθ' ὅρκων γράφων ὡς κηδεστοῦ (νύμφην γὰρ ἐπὶ τῷ ἀδελφῷ Κωνσταντίνῳ τὴν ἐκείνου εἶχεν ἀδελφὴν Σοφίαν), καὶ συμβουλεύων προσχωρῆσαι τῷ βασιλεῖ καὶ τὴν ἑαυτοῦ διὰ τῆς αὐτομολίας συμπάθειαν ἐπισπάσασθαι. ὅρκους οὖν λαβὼν ὡς οὐδέν τι πείσεται φλαῦρον, παραδίδωσιν ἑαυτὸν τῷ Σκληρῷ σὺν τοῖς συνοῦσιν αὐτῷ. ὃν μηδὲν ἄλλο παθόντα κακόν, μόνον δὲ γενόμενον κληρικὸν ἐν τῇ νήσῳ Χίῳ ὑπερορίζει ὁ βασιλεύς. τὸν δὲ Σκληρὸν εὐζώνως μετὰ τῶν κούφων ταγμάτων διαβῆναι πάλιν κελεύει πρὸς τὴν ἑσπέραν. Ἄγεται δὲ ἑαυτῷ γυναῖκα ὁ Ἰωάννης Θεοδώραν τὴν ἀδελφὴν Ῥωμανοῦ, θυγατέρα δὲ τοῦ πορφυρογεννήτου Κωνσταντίνου· καὶ ταύτῃ τῇ πράξει μεγάλως εὔφρανε τοὺς πολίτας ὡς τὸ τῆς βασι λείας κράτος περιφυλάττων τῷ γένει. ∆ευτέρῳ δὲ ἔτει τῆς βασιλείας αὐτοῦ μέλλων ἐκστρατεύειν κατὰ τῶν Ῥὼς τά τε στρατεύματα φιλοτιμίαις ἀνελάμβανε, καὶ 2.393 στρατηγοὺς ἐφίστα ἐπὶ συνέσει καὶ ἐμπειρίᾳ στρατηγημάτων βε βοημένους, καὶ τῶν ἄλλων ἐπεμελεῖτο παρασκευῶν, ἵνα μηδενὸς σπανίζοι τὸ στράτευμα. ἐπεμελήθη δὲ καὶ τοῦ στόλου διὰ Λέον τος τοῦ μετὰ ταῦτα πρωτοβεστιαρίου, δρουγγαρίου τότε τῶν πλωΐ μων τυγχάνοντος, τὰ μὲν παλαιὰ ἐπισκευάσας, κατασκευάσας δὲ καὶ ἄλλα καινὰ καὶ στόλον ἀξιόλογον καταστησάμενος. ἐπεὶ δὲ πάντα καλῶς εἶχεν αὐτῷ ἔαρος ἐπιστάντος, τῷ θεῷ τὰ ἐξιτήρια θύσας καὶ συνταξάμενος τοῖς πολίταις ἔξεισι τῆς βασιλίδος. γενο μένῳ δ' αὐτῷ κατὰ τὴν Ῥαιδεστὸν δύο συναντῶσι πρεσβευταὶ τῶν Σκυθῶν, τῷ δοκεῖν μὲν πρεσβείαν ἀποπληροῦντες, ἔργῳ δὲ τὰ Ῥωμαίων ἐλθόντες κατασκοπῆσαι πράγματα· οὓς ὀνειδίζοντας καὶ ἄδικα πάσχειν ἐπιβοωμένους προσέταξεν ὁ βασιλεὺς περιελθεῖν ἅπαν τὸ στρατόπεδον καὶ θεωροὺς γενέσθαι τῶν τάξεων (οὐδὲ γὰρ ἠγνόησε τῆς ἀφίξεως τὴν αἰτίαν), περιελθόντας δὲ καὶ πάντα κατασκοπήσαντας ἀπαλλάττεσθαι παρεκελεύετο, καὶ τῷ σφῶν ἡγουμένῳ λέγειν ὡς μετὰ τοιαύτης εὐκοσμίας καὶ πειθηνίου λαοῦ ὁ Ῥωμαίων βασιλεὺς ἔρχεται ὠχυρωμένος πολεμήσων αὐτῷ. καὶ τοὺς μὲν πρεσβευτὰς ὑποχωρῆσαι πεποίηκεν οὕτως, αὐτὸς δὲ κατό πιν εὐζώνους λαβών, πεζοὺς μὲν ἀμφὶ τὰς πέντε χιλιάδας ἱππεῖς δὲ εἰς τετρακισχιλίους, τὸ δὲ λοιπὸν ἅπαν πλῆθος σχολαίως ἕπε σθαι κελεύσας μετὰ Βασιλείου τοῦ παρακοιμωμένου, τὸν Αἷμον διαβὰς ἀπρόοπτος εἰς τὴν πολεμίαν διαβαίνει καὶ ἐσβάλλει, καὶ ἐγγὺς τῆς πόλεως τῆς μεγάλης Περσθλάβας,