442
ἥτις εἶχε τὰ τῶν Βουλγάρων βασίλεια, τὴν στρατοπεδείαν ἐπήξατο. τοῦτο αἰφνι 2.394 δίως γενόμενον τοὺς μὲν Σκύθας εἰς ἔκστασιν καὶ ἀμηχανίαν ἐνέ βαλε, Καλόκυρος δὲ ὁ τῶν παρόντων κακῶν πρωτουργός τε καὶ αἴτιος, μηδὲ τὴν τῆς σάλπιγγος ἠχὴν ἐνωτίσασθαι καρτερήσας (ἔτυχε γὰρ καὶ οὗτος ἐκεῖσε ἐνδιατρίβων), ἐπείπερ ᾔσθετο τὸν βασιλέα παραγενέσθαι αὐτὸν αὐτουργὸν ἐσόμενον τοῦ πολέμου, λάθρᾳ τοῦ ἄστεος ὑπεκδὺς πρὸς τὴν παρεμβολὴν ἀποδιδράσκει τῶν Ῥώς. ὃν ἰδόντες οὗτοι, καὶ τὴν τοῦ βασιλέως πυθόμενοι ἄφιξιν, ἐς ταραχὴν οὐ μετρίαν ἐνέπιπτον. ἀναλαβόντες δ' ὅμως ἑαυτούς, τοῦ Σφενδοσθλάβου πολλὰ παραινετικὰ ῥήματα καὶ τῷ καιρῷ δημηγορήσαντος πρόσφορα, ἀφικνοῦνται καὶ παραστρατο πεδεύονται τοῖς Ῥωμαίοις. τέως δὲ τὸ συνὸν τῷ βασιλεῖ στρά τευμα εἰς τὸ πρὸ τῆς πόλεως πεδίον παραγενόμενοι αἰφνιδίως μη δὲν προσδοκῶσι τοῖς πολεμίοις ἐμπίπτουσι, καταλαμβάνουσι δὲ ἔξω τειχῶν τὴν ἐνόπλιον παιδείαν γυμναζομένους ἄνδρας εἰς ὀκτα κισχιλίους καὶ πεντακοσίους ἀριθμουμένους, οἵτινες ἐπὶ χρόνον τινὰ ἀντισχόντες, εἶτα καταπονηθέντες ἔφευγον· καὶ οἱ μὲν ἀκλεῶς ἀνῃρέθησαν, οἱ δὲ εἰς τὴν πόλιν διασώζονται. ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, οἱ ἔνδον ὄντες τῆς πόλεως Σκύθαι, τὴν ἀπρόοπτον ἐπέλευσιν αἰσθόμενοι τῶν Ῥωμαίων καὶ τὴν πρὸς τοὺς σφετέρους συμπλοκήν, ἕκαστος ὡς ὁ καιρὸς ἐδίδου τὸ προστυχὸν λαμβάνον τες ὅπλον ἐξῄεσαν εἰς βοήθειαν. οὓς συναντῶντες οἱ Ῥωμαῖοι, ἀσύντακτον καὶ διεσπασμένην τὴν πορείαν ποιοῦντας, ἔκτεινον. διὸ μηδ' ἀντισχεῖν κἂν ἐπὶ μικρὸν χρόνον δυνηθέντες κλίνουσιν 2.395 εἰς φυγήν. προδραμόντων δὲ τῶν ἱππέων τῆς Ῥωμαίων φάλαγγος καὶ τὴν ἐς τὴν πόλιν φέρουσαν ἐπιτειχισάντων, ἀνὰ τὸ πεδίον ἐσκε δασμένοι φεύγοντες καὶ καταλαμβανόμενοι ἀνῃροῦντο, ὡς ἅπαντα τὰ ὁμαλὰ πληρωθῆναι νεκρῶν, ζωγρίας δὲ ἁλῶναι ἀριθμοῦ κρείτ τους.
Σφάγελλος δὲ ὁ πάσης τῆς ἐν Περσθλάβᾳ στρατιᾶς ἐξη γούμενος (ἐτάττετο δὲ δεύτερος μετὰ τὸν Σφενδοσθλάβον ἐν Σκύ θαις) καὶ περὶ αὐτῆς ὡς εἰκὸς δείσας τῆς πόλεως, τὰς πύλας ἀποκλείσας καὶ μοχλοῖς ἐξασφαλισάμενος ἄνεισιν εἰς τὸ τεῖχος, καὶ παντοίοις βέλεσι καὶ λίθοις τοὺς ἐπιόντας Ῥωμαίους ἠμύνετο. νὺξ μὲν οὖν ἐπιγενομένη διέλυσε τὴν πολιορκίαν, ἕωθεν δὲ ὁ πρόεδρος Βασίλειος ἀνεφάνη μετὰ τοῦ κατόπιν παντὸς πλήθους· καὶ ὁ βα σιλεὺς τῇ τούτου ἐλεύσει περιχαρὴς γενόμενος ἄνεισιν ἐπί τινος γεωλόφου, ὡς εἴη τοῖς Σκύθαις καταφανής, τὰ δὲ πλήθη ἐς ταυτὸ συνελθόντα ἐκύκλουν τὴν πόλιν. ὡς δὲ πολλὰ τοῦ βασι λέως παρακαλοῦντος ἐνδοῦναι τῆς ἐνστάσεως καὶ μὴ ἄρδην ἀπολω λέναι, οὐκ ἐπείθοντο κατιέναι τοῦ τείχους, θυμοῦ δικαίου πλη σθέντες οἱ Ῥωμαῖοι εἴχοντο τῆς πολιορκίας, τόξοις τε τοὺς ἄνω θεν εἴργοντες καὶ κλίμακας τοῖς τείχεσι προσερείδοντες. καί τις στρατιώτης γεννάδας, ξίφος τῇ δεξιᾷ κατέχων καὶ τῇ λαιᾷ ἄνωθεν τῆς κεφαλῆς τὴν ἀσπίδα προβεβλημένος, πρῶτος διὰ μιᾶς τῶν κλιμάκων ἀναρριχώμενος, καὶ τῇ μὲν ἀσπίδι τὰς βολὰς ἀποκρουό μενος τῷ δὲ ξίφει τοὺς ἐπιόντας καὶ κωλύοντας ἀμυνόμενος, ἄνεισι διὰ τῶν ἐπάλξεων, καὶ τοὺς ἐκεῖσε πάντας διασκεδάσας ἄδειαν 2.396 ἀνόδου τοῖς κατόπιν παρέσχετο· ὃν μιμησάμενος ἄλλος καὶ αὖ ἄλλος καὶ πολλοὶ ἕτεροι ἀνῆλθον. καὶ συνασπισμοῦ γενομένου οἱ Σκύθαι κατισχυόμενοι ἑαυτοὺς ἀπὸ τῶν τειχῶν κατεκρήμνιζον. πολλοὶ δὲ καὶ ἄλλοι Ῥωμαῖοι κατὰ ζῆλον τῶν προτέρων καὶ ἐν διαφόροις τόποις διὰ κλιμάκων ἀνέβαινον εἰς τὸ τεῖχος. καὶ τῶν Σκυθῶν θορυβουμένων ἔλαθόν τινες ἀμογητὶ πρὸς τὰς πύλας ἐλ θεῖν, καὶ ταύτας ἀναπετάσαντες εἰσῆγον τὸ στράτευμα. καὶ τοῦ τον τὸν τρόπον τῆς πόλεως ἁλούσης οἱ μὲν Σκύθαι ἀνὰ τοὺς στε νωποὺς φεύγοντες καὶ καταλαμβανόμενοι ἀνῃροῦντο, γυναῖκες δὲ καὶ παιδία ᾐχμαλωτίζοντο. ἑάλω δὲ καὶ Βορίσης ὁ βασιλεὺς τῶν Βουλγάρων ἅμα γυναικὶ καὶ τέκνοις, ἔτι τὰ παράσημα φέρων τῆς βασιλείας, καὶ εἰς βασιλέα ἀπήχθη. τούτῳ δὲ ὁ βασιλεὺς φιλαν θρώπως