443
ἐχρήσατο, αὐτόν τε βασιλέα Βουλγάρων ἀποκαλῶν, καὶ πάντας τοὺς ἁλισκομένους Βουλγάρους ἀνέτους ἀφιεὶς καὶ ἐλευθέ ρους ὅπῃ καὶ βούλοιντο ἀπιέναι, οὐκ ἐπὶ δουλείᾳ φάσκων Βουλ γάρων ἀλλ' ἐπ' ἐλευθερίᾳ μᾶλλον ἀφίξεσθαι, Ῥὼς δὲ μόνους γι νώσκειν ἐχθροὺς καὶ τούτοις χρῆσθαι ὡς πολεμίοις. Οἱ δὲ τῶν Σκυθῶν γενναιότεροι ὀχύρωμά τι κατειληφότες ἐντὸς τῶν τῆς πόλεως βασιλείων, ὀκτακισχίλιοι τὸν ἀριθμόν, ἐπί τινα χρόνον ἐλάνθανον, καὶ πολλοὺς τῶν καθ' ἱστορίαν ἐκεῖσε γενομένων ἢ σκύλων ἁρπαγὴν ἀσυμφανῶς κρατοῦντες ἀπέκτεινον. οὗ γνωσθέντος τῷ βασιλεῖ στρατὸς ἐπ' αὐτοὺς ἐστέλλετο ἀξιόμα χος. ὀκνηρῶς δὲ εἶχον οἱ πεμπόμενοι, καὶ τῆς πολιορκίας ἐδει 2.397 λίων ἀποπειρᾶσθαι, οὐκ ἐπειδὴ τοὺς Ῥὼς ἐφοβοῦντο, ἀλλ' ἐπειδὴ ὁ τόπος ὀχυρὸς ἦν καὶ ἀνάλωτος. καὶ τοῦτο δὲ ὁ βασιλεὺς εὐχε ρῶς διελύσατο, τὰ ὅπλα λαβὼν καὶ πεζὸς ἔμπροσθεν τῶν ἄλλων προπορευόμενος· τοῦτο γὰρ ἰδόντες οἱ στρατιῶται ἀθρόοι τὰ ὅπλα λαβόντες ἔθεον, ἕκαστος τὸν βασιλέα προλαβεῖν ἐπειγόμενοι, καὶ μετὰ βοῆς καὶ ἀλαλαγμοῦ τῷ φρουρίῳ προσβάλλουσιν. ἐκθύμως δὲ τῶν Ῥὼς ὑπομενόντων τὴν πολιορκίαν, πῦρ εἰς πολλὰ μέρη ὑφάψαντες, οὕτω τοὺς ἀνθισταμένους κατηγωνίσαντο· μὴ στέ γοντες γὰρ τὴν τοῦ πυρὸς δύναμιν καὶ τὴν Ῥωμαϊκὴν χεῖρα, ἕκα στος ἑαυτὸν κρημνίζοντες ἀπεδίδρασκον· καὶ πολλοὶ μὲν ἀνήλωντο τῷ πυρί, πολλοὶ δὲ κρημνιζόμενοι ἀπώλοντο, τοὺς δὲ λοιποὺς μάχαιρα καὶ αἰχμαλωσία διεδέξαντο. καὶ ἡ μὲν πόλις τοῦτον ἑάλω τὸν τρόπον, ἐν δυσὶν ὅλαις ἡμέραις μὴ ἀντισχοῦσα· ταύτην δ' ἁλοῦσαν ἀνακτησάμενος ὁ βασιλεύς, καὶ φρουρὰν ἀξιόλογον ἐπι στήσας, καὶ τὰ πρὸς τὸ ζῆν ἐπιτήδεια δαψιλῶς παρασκευασάμε νος, καὶ τὴν τῆς ἁγίας Ἀναστασίας τελέσας ἑορτήν, καὶ ἐξ ἑαυ τοῦ Ἰωαννούπολιν μετονομάσας τὴν πόλιν, τῇ ἐπαύριον τῆς ἐπὶ τὸ ∆ορόστολον, ὃ καὶ ∆ρίστρα καλεῖται, εἴχετο πορείας. Ὁ δὲ Σφενδοσθλάβος τὴν τῆς Περσθλάβας πυθόμενος ἅλω σιν εἰς ταραχὴν ἐνέπεσεν, ὡς εἰκός, οὐ μήν γε καὶ τοῦ φρονήμα τος καθυφῆκεν, ἀλλὰ παραθαρρύνας τοὺς περὶ αὐτόν, καὶ νῦν μᾶλλον ἀγαθοὺς ἄνδρας ἀναφανῆναι παρακαλέσας, τἆλλά τε ὡς ἐνῆν καταστησάμενος, καὶ πάντας οὓς εἶχεν ἐν ὑποψίᾳ τῶν Βουλ 2.398 γάρων ἀμφὶ τοὺς τριακοσίους ὄντας τὸν ἀριθμὸν ἀνελών, ἔξεισι κατὰ Ῥωμαίων. ὁ δὲ βασιλεὺς τὰς ἐν τῇ παρόδῳ πόλεις ἑλὼν καὶ στρατηγοὺς αὐταῖς ἐπιστήσας, πολλά τε φρούρια καὶ πολίσματα ἐκπορθήσας καὶ τοῖς στρατιώταις εἰς ἁρπαγὴν δεδωκώς, εἴχετο τῆς ὁδοῦ. τῶν δὲ σκοπῶν ἥκειν φρασάντων Σκύθας τινάς, λαὸν ἐπίλεκτον ἐκπέμπει. Θεόδωρόν τε τὸν ἐκ Μισθείας αὐτῶν τῷ πλήθει ἀρχηγὸν ἐπιστήσας προηγεῖσθαι ἐπέσκηψε τοῦ στρατοῦ, κατασκοπεῖν τε τὸ πλῆθος τῶν ἐναντίων καὶ αὐτῷ διδόναι γνῶσιν, εἰ προχωροίη δέ, καὶ διάπειραν τῆς αὐτῶν ἰσχύος ἀκροβολισά μενον εἰληφέναι· αὐτὸς δὲ κατόπιν εἵπετο συντεταγμένος μετὰ πά σης τῆς στρατιᾶς. οἱ σὺν τῷ Θεοδώρῳ γοῦν ἐπείπερ εἰς χεῖρας ἦλθον τοῖς πολεμίοις, ἐμπίπτουσι τούτοις ῥαγδαῖοι. οἱ δὲ Ῥὼς ἐνέδραν εὐλαβηθέντες πρόσω μὲν οὐκέτι ἐχώρουν, πολλῶν δὲ πλη γέντων καί τινων δὲ πεσόντων ἐκκλίναντες ἐς τὰ πλησίον σκεδάν νυνται ὄρη καὶ τὰς ἐκεῖσε νάπας βαθείας καὶ ἀμφιλαφεῖς τυγχα νούσας, καὶ διὰ τῆς ὀρεινῆς ἐπὶ τὴν ∆ρίστραν ἐπανασώζονται. ἦσαν δὲ τὸ πλῆθος οὗτοι ἑπτακισχίλιοι, οἱ δὲ τούτοις συμπλακέν τες καὶ τρεψάμενοι Ῥωμαῖοι τὸν ἀριθμὸν τριακόσιοι. ἑνωθέντες δ' οἱ Σκύθαι τῷ Σφενδοσθλάβῳ, καὶ τοῦτον ἐκεῖθεν ἀναστήσαν τες μετὰ παντὸς τοῦ στρατοῦ, πρὸ δώδεκα τοῦ ∆οροστόλου μι λίων αὐλίζονται, ἐς τριακοσίας καὶ τριάκοντα χιλιάδας ἀριθμού μενοι καὶ τὸν βασιλέα ἐπιόντα ἐκθύμως καὶ ῥωμαλέως ἐκδεχόμενοι. οἱ δὲ Ῥωμαῖοι ταῖς ἐξ ὑπογύου νίκαις γαυρούμενοι καὶ τὴν τὰ πάντα κρῖναι μέλλουσαν μάχην προσδεχόμενοι, εἰδότες δ ὅτι καὶ 2.399 θεὸν συλλήπτορα ἕξουσιν, οὐ τοῖς ἀδίκων χειρῶν ἄρχουσι φιλοῦντα ἀλλὰ τοῖς ἀδικουμένοις διὰ παντὸς ἐπαρήγειν, οὐ μόνον οἱ εὐψυ χότεροι, ἤδη δὲ καὶ οἱ καταπλῆγες καὶ μαλακοὶ