444
τὰς ψυχὰς πρό θυμοι καὶ θαρραλέοι ἐγίνοντο καὶ πρὸς τὴν συμπλοκὴν λίαν ἐσφά δαζον. εἰς ὄψιν δὲ τῶν στρατευμάτων ἀλλήλοις γενομένων, καὶ λόγοις παρακλητικοῖς τοῦ τε βασιλέως καὶ τοῦ Σφενδοσθλάβου τοὺς οἰκείους ἐπιρρωσάντων καὶ τὰ τῷ καιρῷ πρόσφορα παρακε λευσαμένων, ὡς αἱ σάλπιγγες τὸ ἐνυάλιον ἤχησαν, συρρήγνυται ἀλλήλοις τὰ πλήθη τὴν αὐτὴν ἔχοντα προθυμίαν. καὶ κατὰ μὲν τὴν πρώτην προσβολὴν οἱ Ῥωμαῖοι μετὰ ῥύμης ἐπενεχθέντες σφο δρᾶς καὶ πολλοὺς καταβαλόντες τὰς βαρβαρικὰς τάξεις κατέσεισαν· οὐ μήν γε καὶ ὑπαγωγὴ τῶν ἐναντίων ἐγένετο οὔτε τῶν Ῥωμαίων λαμπρὸς διωγμός, ἀλλ' ἐπιρρώσαντες πάλιν ἑαυτοὺς οἱ Σκύθαι αὖθις ἐπῆλθον μετ' ἀλαλαγμοῦ τοῖς Ῥωμαίοις. καὶ μέχρι μέν τινος ἰσοπαλὴς ἦν ὁ ἀγών, ἤδη δὲ περὶ δείλην ὀψίαν τῆς ἡμέρας οὔσης οἱ Ῥωμαῖοι παρακαλέσαντες ἀλλήλους καὶ τρόπον τινὰ στο μώσαντες ταῖς παραινέσεσιν ἐπέβρισαν τῷ εὐωνύμῳ κέρατι τῶν Σκυθῶν, καὶ πολλοὺς τῷ ἀνυποστάτῳ κατέβαλον τῆς ὁρμῆς.
Συνισταμένων δὲ τῶν Ῥὼς ἐπὶ τὸ πεπονηκός, τῶν περὶ αὐτὸν ὁ βασιλεὺς εἰς ἐπικουρίαν ἐκπέμπει τινάς, κατόπιν δὲ καὶ αὐτὸς εἵπετο ἀνακεκαλυμμένοις τοῖς παρασήμοις τῆς βασιλείας, τὸ δόρυ διηγκωνισμένος, τόν τε ἵππον κεντρίζων θαμὰ καὶ τῇ βοῇ διεγεί ρων τοὺς στρατιώτας. ἀγῶνος δὲ καρτεροῦ συστάντος καὶ πολλὰς μετακλίσεις δεξαμένης τῆς μάχης (δυοκαίδεκα γάρ φησι τροπὰς 2.400 δέξασθαι τὸν ἀγῶνα) μόλις οἱ Ῥὼς ἀπειρηκότες πρὸς τοὺς κινδύ νους ἀκόσμῳ φυγῇ πρὸς τὸ πεδίον ἐσκίδναντο· οἷς οἱ Ῥωμαῖοι ἑπόμενοι τοὺς καταλαμβανομένους ἀνήλισκον. ἔπεσον οὖν πολλοί, καὶ πλείους ἑάλωσαν. ὅσοι δὲ διαδρᾶναι τὸν κίνδυνον ἴσχυσαν, εἰς τὸ ∆ορόστολον διασώζονται. Ὁ δὲ βασιλεὺς τὰ ἐπινίκια θύσας τῷ καλλινίκῳ μάρτυρι Γεωργίῳ (ἦν γὰρ κατὰ τὴν ἡμέραν τῆς αὐτοῦ μνήμης συρράξας τοῖς πολεμίοις) τῇ ἐπιούσῃ καὶ αὐτὸς τῆς πρὸς τὸ ∆ορόστολον ἥψατο, ἐκεῖσέ τε γενόμενος στρατοπεδείαν ἐπήξατο ὀχυράν. οὐ μέντοι γε καὶ πολιορκίας ἥψατο, δεδιὼς μή πως ἀφυλάκτου τοῦ ποταμοῦ τυγχάνοντος ἀποδρᾶσαι μετὰ τῶν νηῶν δυνηθεῖεν οἱ Ῥώς, αὐλισάμενος δὲ προσέμενε τὸν Ῥωμαϊκὸν στόλον. ἐν τῷ μεταξὺ δὲ ὁ Σφενδοσθλάβος οὓς κατεῖχε ζωγρίας Βουλγάρους, ἀμφὶ τὰς κʹ χιλιάδας ἀριθμουμένους, σιδηροπέδαις καὶ ἄλλοις δεσμοῖς ἠσφαλίσατο, ἐπανάστασιν φοβηθείς, καὶ πρὸς ὑποδοχὴν ηὐτρεπίζετο τῆς πολιορκίας. ἤδη δὲ καὶ τοῦ στόλου καταλαβόντος ἐπεχείρει τῇ τειχομαχίᾳ ὁ βασιλεύς, καὶ πολλάκις ἐπεκδραμόντας τοὺς Σκύθας ἐτρέψατο. μιᾷ δὲ τῶν ἡμερῶν σκεδασθεῖσι τοῖς Ῥωμαίοις εἰς ἄριστον περὶ δείλην ὀψίαν οἱ βάρβαροι, εἰς δύο διαι ρεθέντες μέρη, ἱππεῖς καὶ πεζοὶ ἐκ πυλίδων δύο τῆς πόλεως, τῆς τε κατὰ ἀνατολάς, ἣν φρουρεῖν ἐτέτακτο Πέτρος ὁ στρατοπεδάρ χης μετὰ Θρᾳκῶν καὶ Μακεδόνων, καὶ τῆς πρὸς δύσιν, ὅπου 2.401 Βάρδας ὁ Σκληρὸς μετὰ τῶν ἑῴων δυνάμεων τὴν φυλακὴν ἐπετέ τραπτο, ἐξῆλθον παραταξάμενοι, τότε πρῶτον φανέντες ἔφιπποι· τὰς γὰρ προηγησαμένας μάχας πεζοὶ διηγωνίσαντο. οὓς εὐρώ στως οἱ Ῥωμαῖοι δεξάμενοι ἐκθύμως ἐμάχοντο· καὶ μέχρι πολλοῦ ἰσοτάλαντος ἦν ὁ ἀγών. τέλος δὲ τῇ σφετέρᾳ ἀρετῇ Ῥωμαῖοι τρέ πουσι τοὺς βαρβάρους καὶ πρὸς τεῖχος συγκλείουσι, πολλῶν κἀν τῷ ἀγῶνι τῷδε πεσόντων, καὶ μᾶλλον ἱππέων, μηδενὸς δὲ τῶν Ῥωμαίων τραυματισθέντος, ἀλλ' ἢ μόνων ἵππων πεσόντων τριῶν. οὕτω δὲ θραυσθέντες οἱ βάρβαροι καὶ εἴσω τείχους συνελαθέντες νυκτὸς ἐπιγενομένης διενυκτέρευον ἄγρυπνοι, καὶ τοὺς ἐν τῇ μάχῃ πεσόντας ἀπωλοφύροντο ἀγρίοις καὶ φρικώδεσιν ὀδυρμοῖς, ὡς δο κεῖν τοὺς ἀκούοντας θηρίων εἶναι βρυχηθμοὺς καὶ ὠρυγάς, ἀλλ' οὐ θρήνους ἀνθρώπων καὶ οἰμωγάς. ἡμέρας δὲ ἄρτι διαγελώσης πάντας τοὺς ἔν τισι φρουρίοις εἰς φυλακὴν ἐσκεδασμένους ἀνεκα λοῦντο ἐς τὸ ∆ορόστολον, καὶ ταχέως ἧκον μετακληθέντες. καὶ ὁ βασιλεὺς δὲ ἀνειληφὼς ὅλην τὴν δύναμιν ἦλθεν εἰς τὸ πρὸ τῆς πόλεως πεδίον,