445
καὶ πρὸς πόλεμον ἠρέθιζε τοὺς βαρβάρους. ἐπεὶ δὲ μὴ ἐξῄεσαν, εἰς τὸ στρατόπεδον ὑποστρέψας ἡσυχίαν ἦγε. καὶ προσῆλθον αὐτῷ πρέσβεις ἐκ Κωνσταντείας καὶ τῶν ἄλλων φρουρίων τῶν πέραν ἱδρυμένων τοῦ Ἴστρου, ἀμνηστίαν κακῶν αἰτούμενοι καὶ ἑαυτοὺς ἐγχειρίζοντες σὺν τοῖς ὀχυρώμασιν· οὓς προσηνῶς δεξάμενος ἀπέστειλε τοὺς παραληψομένους τὰ φρούρια καὶ στρατιὰν ἀποχρῶσαν εἰς τὴν αὐτῶν φυλακήν. ἤδη δὲ ἑσπέ ρας καταλαβούσης τὰς πάσας πύλας τῆς πόλεως ἀναπετάσαντες οἱ 2.402 Ῥώς, πολλῷ τῶν προτέρων πλείονες ὄντες, ἐπιπίπτουσι τοῖς Ῥωμαίοις ἀνελπίστως διὰ τὴν νύκτα διάγουσι· καὶ κατὰ μὲν τὴν πρώτην συμβολὴν ἔδοξαν προτερῆσαι, μετὰ μικρὸν δὲ ὑπερέσχον Ῥωμαῖοι. ὡς γὰρ συνέβη πεσεῖν τὸν Σφάγελλον ἡρωϊκῶς ἀγωνι ζόμενον, συνεχύθησαν τῇ τοῦ πεσόντος στερήσει καὶ τὰς ὁρμὰς ἐχαυνώθησαν. ὅμως ἀνένδοτοι παρ' ὅλην τὴν νύκτα διέμειναν καὶ τὴν ἐπιοῦσαν ἡμέραν μέχρι σταθηρᾶς μεσημβρίας. τότε δὴ τοῦ βασιλέως δύναμιν πεπομφότος ἐφ' ᾧ τοῖς βαρβάροις ἀποκλεῖ σαι τὴν εἰς τὴν πόλιν εἴσοδον, γνόντες οἱ Ῥὼς ἔκλιναν εἰς φυγήν, καὶ τὰς πρὸς τὴν πόλιν εἰσόδους ἐπιτετειχισμένας εὑρόντες ἔφευγον διὰ τοῦ πεδίου καὶ καταλαμβανόμενοι ἀνῃροῦντο. ὁ δὲ Σφεν δοσθλάβος νυκτὸς ἐπιγενομένης διώρυγι βαθείᾳ τὸ τῆς πόλεως ἐστεφάνωσε τεῖχος, ἵνα μὴ εὐχερῶς ἔχοιεν οἱ Ῥωμαῖοι μεθ' ὁρμῆς τῷ τῆς πόλεως τείχει προσπελάζειν. καὶ οὕτω τὴν πόλιν ἀσφα λισάμενος ἔγνω δεῖν εὐψυχότατα τὴν πολιορκίαν προσδέχεσθαι. ἐπεὶ δὲ τὸ πλέον τῆς στρατιᾶς διέκειντο κακῶς ἀπὸ τῶν τραυμά των, συνεπελάμβανε δὲ καὶ λιμὸς ἤδη τῶν ἀναγκαίων δαπανη θέντων αὐτοῖς, καὶ μηδ' ἔξωθεν τὰ πρὸς χρείαν συνεχωροῦντο αὐτοῖς εἰσκομίζεσθαι παρὰ τῶν Ῥωμαίων, νύκτα βαθεῖαν καὶ ἀσέληνον ἐπιτηρήσας ὁ Σφενδοσθλάβος, καθ' ἣν ὑετός τε ῥαγδαῖος ἐξ οὐρανοῦ κατηνέχθη καὶ χάλαζα φοβερὰ ἐπερράγη καὶ βρονταὶ καὶ ἀστραπαὶ φρικωδέσταται, μονοξύλοις ἐμβὰς μετὰ δισχιλίων ἀνδρῶν ἔξεισιν εἰς ἐπισιτισμόν. συλλεξάμενοι δὲ ὅθεν εὐπόρηκεν 2.403 ἕκαστος σῖτον καὶ κέγχρον καὶ εἴδη ἄλλα συνεκτικὰ τῆς ζωῆς, ἀνή γοντο διὰ τοῦ ποταμοῦ τοῖς μονοξύλοις εἰς τὸ ∆ορόστολον. ἐν δὲ τῷ ἀναπλεῖν θεασάμενοι κατὰ τὸ χεῖλος τοῦ ποταμοῦ θεράποντας οὐκ ὀλίγους τῶν στρατιωτῶν τοὺς μὲν ἵππους ποτίζοντας τοὺς δὲ χορτολογοῦντας, ἄλλους δὲ καὶ ξυλεύοντας, ἀποβάντες τῶν πλοίων διὰ τῆς ὕλης ἀψοφητὶ βαδίζοντες ἀδοκήτως ἐκ τοῦ ἀφα νοῦς ἐμπίπτουσιν αὐτοῖς, καὶ πολλοὺς μὲν τούτων ἀπέκτειναν, τοὺς δὲ λοιποὺς ἐπὶ τὰς πλησίον λόχμας σκεδασθῆναι ἠνάγκασαν. αὖθις δ' εἰς τὰς σκάφας ἐμβάντες καὶ οὐρίῳ φερόμενοι πνεύματι πρὸς τὸ ∆ορόστολον φέρονται. τοῦτο δὲ γνωσθὲν εἰς μεγάλην ἀνίαν ἐμβάλλει τὸν βασιλέα, καὶ τοὺς ἀρχηγοὺς τοῦ στόλου ἐν αἰτίᾳ μεγάλῃ ἔσχεν, ὅτι μὴ ἐπῄσθοντο τοῦ ἐκ ∆οροστόλου τῶν βαρβάρων ἀπόπλου· ἐπηπείλησε δὲ καὶ θάνατον αὐτοῖς, εἰ ἔτι ἅπαξ λάθῃ τοιοῦτόν τι γενέσθαι. καὶ οἱ μὲν τὰς παρ' ἑκάτερα ὄχθας τοῦ ποταμοῦ ἐτήρουν ἐπιμελῶς, ὁ δὲ βασιλεὺς ἐφ' ὅλας πέντε καὶ ἑξήκοντα ἡμέρας τῇ πολιορκίᾳ χρησάμενος, καὶ καθ' ἑκάστην πολεμῶν καὶ μὴ ἀνιείς, δέον ἐνόμισε διὰ προσεδρείας καὶ λιμοῦ ἀποπειρᾶσθαι τῆς πόλεως. διὸ καὶ πάντοθεν τάφροις τὰς ὁδοὺς ἀποκλείσας καὶ φύλακας ἐπιστήσας αὐταῖς, ὡς μή τις ἐξίοι τὰ ἐπιτήδεια κομίσων, ἐκάθητο ἠρεμῶν. καὶ τὰ μὲν ἐν ∆ορο στόλῳ ἐφέρετο τῇδε.
Λέων δὲ ὁ κουροπαλάτης καὶ Νικηφόρος ὁ τούτου παῖς, δοκήσει μέν, ὡς εἴπομεν ἔμπροσθεν, πηρωθέντες, ἔτι δ' ἀσινεῖς 2.404 τὰς ὁράσεις ἔχοντες, εἰς τυραννίδα καὶ αὖθις παρεσκευάζοντο, πολλοὺς τῶν ἐν τῇ πόλει καὶ τῶν ἐν τοῖς βασιλείοις φρουρῶν ὑπο φθείραντες. καὶ ἐπεὶ τὰ κατὰ γνώμην αὐτοῖς ἀπηρτίσθη, πλοῖον μισθωσάμενοι καὶ ἐν αὐτῷ ἐμβάντες ἀπαίρουσι τῆς νήσου ἣν οἰκεῖν κατεκρίθησαν, καὶ πρὸς τὴν ἀντίπορθμον τῆς πόλεως ἤπειρον γίνονται κατὰ τὸ προάστειον ὃ κατονομάζουσι Πηλαμύδιον, ἐκεῖ θεν δὲ περὶ πρώτας ἀλεκτρυόνων