446
ᾠδὰς ἐπὶ τὸ Βυζάντιον ἔρχονται. ἑνὸς δὲ τῶν συνιστόρων δῆλον θεμένου τὸ ἔργον Λέοντι τῷ δρουγ γαρίῳ τοῦ στόλου, τὴν φυλακὴν ἐπιτετραμμένῳ τῶν βασιλείων σὺν Βασιλείῳ τῷ ῥαίκτωρι, ὁ δὲ δύναμιν ἀξιόχρεων ἐπὶ κατα σχέσει τοῦ κουροπαλάτου καὶ τοῦ παιδὸς αὐτοῦ ἐκπέμπει. ὅπερ οὗτοι μαθόντες εἰς τὴν μεγάλην καταφεύγουσιν ἐκκλησίαν· ἐκεῖθεν δὲ ἀποσπασθέντες εἰς τὴν Πρώτην νῆσον ἐξαπεστάλησαν, κἀκεῖσε τοὺς ὀφθαλμοὺς ἐξωρύχθησαν. Ἐφάνη δὲ καὶ κατ' ἐκεῖνο καιροῦ καὶ ἄλλο τι ὡς οἷον ἄξιον εἶναι διηγήσεως. πινάκιον ἐκ λίθου Προικοννησίας ἐπὶ παραδεί σου τινὸς τῶν συγκλητικῶν εὑρέθη ἀμελῶς ἐρριμμένον, εἰκονισμέ νας ἔχον δύο ἀνθρώπων μορφὰς ἐπὶ τῆς ἐπιφανείας, μίαν μὲν ἀνδρὸς ἑτέραν δὲ γυναικός· ἐν δὲ τῷ μετώπῳ τῆς πινακίδος ἦν γεγραμμένον ἐπίγραμμα ᾧδέ πῃ διεξιὸν "Ἰωάννου καὶ Θεοδώρας τῶν φιλοχρίστων πολλὰ τὰ ἔτη." ὅπερ τινὰς μὲν εἰς ἔκπληξιν ἦγεν, ὅπως τὰ ἐνεστῶτα μάλα προεδηλοῦτο σαφῶς· τινὲς δὲ μὴ ἀπηλλάχθαι τὸ πρᾶγμα σκευωρίας καὶ μαγγανείας ἐνόμιζον, τὸν τοῦ παραδείσου δεσπότην διὰ τῆσδε τῆς μηχανῆς τὴν βασιλικὴν 2.405 πρὸς ἑαυτὸν ἐκκαλεῖσθαι οἰηθέντες προσπάθειαν. εἴτε δὲ οὕτως ἔχει εἴτε ἐκείνως ἡ ἀλήθεια, φράζειν οὐκ ἔχω. Οἱ δὲ Σκύθαι ἔνδοθεν τῷ λιμῷ πιεζόμενοι, ἐκτὸς ὑπὸ τῶν τειχομαχικῶν ὀργάνων κακούμενοι, καὶ κατ' ἐξαίρετον ἐν ἐκείνῳ τῷ τόπῳ ὃν ὁ μάγιστρος Ἰωάννης ὁ Ῥωμανοῦ τοῦ Κουρκούα υἱὸς φυλάττειν ἐτέτακτο (τὸ γὰρ ἐκεῖσε πετροβόλον ὄργανον οὐ μικρῶς τοὺς ἐντὸς ἐπημαίνετο), ἀποκρίναντές τινας τῶν ἀλκιμωτέρων ὁπλίτας ψιλοῖς ἐπιμεμιγμένους ἐπὶ τὸ τοιοῦτον ἐκπέμπουσιν ὄργα νον, εἴ πως δυνηθεῖεν αὐτὸ κατεργάσασθαι. τοῦτο γνοὺς ὁ Κουρκούας, ὅ τι κράτιστον ἦν περὶ αὐτὸν ἀναλαβόμενος, ἐβοήθει διὰ ταχέων. ἐς μέσους δὲ τοὺς Σκύθας γενόμενος ἀκοντίῳ βλη θέντος αὐτοῦ τοῦ ἵππου καὶ σὺν αὐτῷ πεπτωκότος ἀναιρεῖται κρεουργηθείς. οἱ Ῥωμαῖοι δὲ ἐπιδραμόντες καὶ τοῖς Ῥὼς συμπλακέντες τό τε ὄργανον ἀβλαβὲς διετήρησαν καὶ τοὺς Σκύθας ὠσάμενοι συνέκλεισαν εἰς τὴν πόλιν. Ἰουλίου δὲ καταλαβόντος μηνός, καὶ εἰκοστὴν ἡμέραν ἄγοντος, ἐξῆλθον οἱ Ῥὼς παμπλη θεῖς καὶ τοῖς Ῥωμαίοις συμπλακέντες ἐμάχοντο, παραθαρρύνοντα ἔχοντες καὶ πρὸς τοὺς ἀγῶνας ἀλείφοντα ἄνδρα τινὰ παρὰ Σκύ θαις ἐπισημότατον, Ἴκμορα τοὔνομα, μετὰ Σφάγελλον τὸν ἀναι ρεθέντα τιμώμενον, οὔτε κατὰ συγγένειαν τὴν ἐξ αἵματος ἐν τοῖς μάλιστα ἀγόμενον παρ' αὐτοῖς οὔτε κατὰ συμπάθειαν, ἀλλ' ἐκ μόνης τῆς ἀρετῆς παρὰ πᾶσι σεβόμενον. τοῦτον ἰδὼν Ἀνεμᾶς ὁ τῶν Κρητῶν τοῦ βασιλέως υἱὸς Κουρουπᾶ, εἷς ὢν τῶν βασιλι 2.406 κῶν σωματοφυλάκων, αὐτόν τε εὐψύχως ἀγωνιζόμενον καὶ τοὺς λοιποὺς εἰς τοῦτο παρορμῶντα καὶ διεγείροντα καὶ τὰς τῶν Ῥω μαίων τάξεις διαταράσσοντα, μήτε πρὸς τὸ μέγεθος καταπλαγεὶς τοῦ ἀνδρὸς μήτε τὴν ἀλκὴν δειλιάσας, ἀλλὰ περικαρδίῳ θέρμῃ ληφθεὶς καὶ τὸν ἵππον τῇδε κἀκεῖσε παρακινήσας, μεθ' ὁρμῆς ἀκατασχέτου τὸ παρῃωρημένον τῷ μηρῷ αὐτοῦ ξίφος σπασάμενος ἵεται κατὰ τοῦ Σκύθου, καὶ παίει τοῦτον τῷ φασγάνῳ κατὰ τοῦ ἀριστεροῦ ὤμου περὶ τὴν κλεῖδα, καὶ ἀποτέμνει τὸν αὐχένα, ὡς συμβῆναι τὴν κεφαλὴν σὺν τῇ δεξιᾷ χειρὶ ἐκκοπεῖσαν πεσεῖν εἰς τὸ ἔδαφος. καὶ ὁ μὲν Σκύθης ἔκειτο πεσών, ὁ δ' Ἀνεμᾶς ἀσινὴς ἐπανῆκεν εἰς τὸ στρατόπεδον. ἤρθη ἐπὶ τῷ ἔργῳ φωνὴ παμμι γής, τῶν μὲν Ῥωμαίων ἀλαλαξάντων ἐπὶ τῇ νίκῃ, τῶν δὲ Σκυ θῶν ἀσήμως ὀλολυξάντων καὶ τῆς ἑαυτῶν ὑπενδόντων ἐνστάσεως. ἐπιβρισάντων δὲ τῶν Ῥωμαίων εἰς φυγὴν ἐγκεκλίκασι, καὶ ἀκλεῶς εἰς τὴν πόλιν ἐσώζοντο. ἔπεσον δὲ πολλοὶ κατὰ τήνδε τὴν ἡμέραν, ὑπ' ἀλλήλων τε συμπατούμενοι διὰ τὴν στενοχωρίαν καὶ ὑπὸ Ῥω μαίων σφαττόμενοι τῷ καταλαμβάνεσθαι. μικροῦ δ' ἂν ἑάλω καὶ ὁ Σφενδοσθλάβος αὐτός, εἰ μὴ νὺξ ἐπιγενομένη τοῦτον ἐρρύ σατο. οἱ δὲ τὸν κίνδυνον διαδράντες, ἐντὸς τοῦ περιβόλου γενό μενοι, κωκυτὸν ἐπὶ τῷ τοῦ Ἴκμορος θανάτῳ μέγαν ἐκόψαντο. τοὺς δὲ πεσόντας τῶν βαρβάρων σκυλεύοντες οἱ