447
Ῥωμαῖοι εὗρον καὶ γυναῖκας ἐν τοῖς ἀνῃρημένοις κειμένας ἀνδρικῶς ἐσταλμένας καὶ μετὰ τῶν ἀνδρῶν πρὸς Ῥωμαίους ἀγωνισαμένας. 2.407 Ἐπεὶ δὲ τοῖς βαρβάροις κακῶς ἐφέρετο τὰ τοῦ πολέμου καὶ ξυμμαχίας ἦν ἐλπὶς οὐδαμοῦ (οἵ τε γὰρ ὁμόφυλοι ἦσαν μακράν, καὶ τὰ ὅμορα βάρβαρα τῶν ἐθνῶν δείσαντα τοὺς Ῥωμαίους ἀπεί παντο τὴν βοήθειαν· ἐπελελοίπει δ' αὐτοὺς καὶ τὰ ἐπιτήδεια, καὶ οὐδαμόθεν εἰσκομίσασθαι δυνατὸν ἦν, τοῦ Ῥωμαϊκοῦ στόλου τὰς ὄχθας ἀκριβῶς τηροῦντος τοῦ ποταμοῦ· ἐπέρρει δὲ καὶ τοῖς Ῥω μαίοις ἑκάστης ἡμέρας ὡς ἔκ τινος ἀφθόνου πηγῆς πάντα τὰ ἀγαθά, καὶ ἱππικαὶ καὶ πεζικαὶ δυνάμεις διὰ παντὸς προσετί θεντο· καὶ οὐδὲ τοῖς κελητίοις ἑαυτῶν ἐμβάντας ἀποδρᾶναι ἦν δυνατόν, τῶν διεξόδων, ὡς εἴπομεν, ἀκριβῶς φυλαττομένων) συμβουλὴν συστησάμενοι οἱ μὲν νυκτὸς συνεβούλευον κλέψαι τὴν ἀναχώρησιν, ἄλλοι δὲ δεξιὰς καὶ πίστεις παρὰ Ῥωμαίων αἰτήσα σθαι οἷα μὴ ἄλλως δυνατῆς οὔσης τῆς ὑποχωρήσεως, καὶ οὕτω πρὸς τὰ οἰκεῖα ἀπᾶραι. καὶ ἄλλων ὥς πῃ ἑκάστῳ ὁ καιρὸς ἐδίδου συμβουλευσάντων, πάντων δὲ καθάπαξ καταθέσθαι τὸν πόλεμον ἐπιθυμούντων, ὁ Σφενδοσθλάβος παρῄνει μᾶλλον ἔτι ἅπαξ πολε μῆσαι Ῥωμαίοις, καὶ ἢ καλῶς ἀγωνισαμένους ἐπικρατεῖς τῶν ἐναντίων γενέσθαι, ἢ ἡττηθέντας αἰσχίστης ζωῆς καὶ ἐπονειδί στου εὐκλεᾶ καὶ μακάριον προτιμήσασθαι θάνατον· ἀβίωτον γὰρ ἔσται αὐτοῖς δρασμῷ τὴν σωτηρίαν πορισαμένοις, εἴπερ μέλλοιεν εὐκαταφρόνητοι ἔσεσθαι τοῖς γειτονοῦσιν ἔθνεσιν, ἃ τὸ πρόσθεν αὐτοὺς ἐδεδίεσαν σφοδρῶς. ἤρεσεν ἡ τοῦ Σφενδοσθλάβου βουλή, καὶ κατέθεντο πάντες τὸν ὑπὲρ ψυχῆς ἔσχατον ἀναδέχεσθαι κίνδυ 2.408 νον ταῖς ὅλαις δυνάμεσι. τῇ γοῦν ἐπιούσῃ ἐξελθόντες τοῦ ἄστεος πανδημεί, καὶ τὰς πύλας ἀποκλείσαντες, ὡς μή τινι δυνατὸν εἴη τραπέντι διασώζεσθαι πρὸς τὴν πόλιν, συμβάλλουσι τοῖς Ῥω μαίοις. ἀγῶνος δὲ καρτεροῦ συστάντος καὶ τῶν βαρβάρων εὐψύ χως ἀγωνιζομένων, τῷ ἡλίῳ καυσούμενοι οἱ Ῥωμαῖοι καὶ δίψει πονούμενοι ὡς πανοπλῖται (ἦν γὰρ καὶ σταθηρὰ μεσημβρία) ἤρξαντο ἐνδιδόναι. ὅπερ αἰσθόμενος ὁ βασιλεὺς διὰ ταχέων μετὰ τῶν περὶ αὐτὸν ἐβοήθει, καὶ αὐτὸς μὲν τὴν ἀκμὴν ὑπεδέ ξατο τοῦ πολέμου, τῷ δὲ πεπονηκότι στρατεύματι ὑπὸ ἡλίου καὶ δίψης ἀσκοὺς οἴνου καὶ ὕδατος πλήρεις προσέταξε κομίζειν. οἷς χρησάμενοι καὶ τὴν δίψαν καὶ τὸν τοῦ ἡλίου καύσωνα ἀποκρου σάμενοι καὶ ἑαυτοὺς ἀναλαβόντες μετὰ σφοδρότητος καὶ ῥύμης τοῖς Σκύθαις ἐπέρραξαν. ἐκείνων δὲ γενναίως ὑποδεξαμένων ἦν ἡ μάχη ἰσοπαλής, μέχρις ἂν ὁ βασιλεὺς τὴν στενοχωρίαν φρασά μενος τοῦ τόπου, καὶ ἐκ τούτου κατανοήσας τοῖς Σκύθαις ἐπι γίνεσθαι τὴν καρτερίαν τῷ τοὺς Ῥωμαίους ἐστενοχωρῆσθαι καὶ μὴ οἵους εἶναι ἔργα πρέποντα τῆς ἑαυτῶν ἀλκῆς ἐπιδείκνυσθαι, ἐπέσκηψε τοῖς στρατηγοῖς εἴκειν εἰς τοὐπίσω πρὸς τὸ πεδίον, καὶ τῆς πόλεως πόρρω ἀφίστασθαι δόκησιν φευγόντων παρέχοντας, μὴ μέντοι γε προτροπάδην, ἀλλ' ἠρέμα καὶ κατ' ὀλίγον εἴκοντας, κἀπειδὰν ἄποθεν τῆς πόλεως διώκοντας ἐκκαλέσωνται, αἰφνίδιον παρενεγκόντας τοὺς χαλινοὺς ἐπιστρέφειν τοὺς ἵππους καὶ τούτοις συμπλέκεσθαι. καὶ οἱ μὲν ἐποίουν τὸ κελευσθέν, οἱ δὲ Ῥὼς τὴν εἰς τοὐπίσω ὑποχώρησιν τῶν Ῥωμαίων φυγὴν οἰηθέντες, ἀλλήλους παρακαλεσάμενοι εἵποντο σὺν ἀλαλαγμῷ. ὡς δὲ κατὰ τὸν ὡρισμέ 2.409 νον ἐγένοντο τόπον οἱ Ῥωμαῖοι, ἐπιστραφέντες προσρήγνυνται τού τοις γενναίως. ἐνταῦθα μάχης ἰσχυρᾶς γενομένης συνέβη στρα τηγὸν Θεόδωρον τὸν ἐκ Μισθείας τοῦ ἵππου αὐτοῦ λογχευθέντος πεσεῖν κατὰ γῆς. περὶ τοῦτον ἅμιλλα ἐγένετο καρτερά, τῶν μὲν Ῥὼς ἀνελέσθαι, τῶν δὲ Ῥωμαίων ὅπως μὴ ἀφαιρεθείη φιλοτιμουμένων. οὗτος γὰρ ὁ Θεόδωρος τοῦ ἵππου πεσών, ἕνα τινὰ τῶν Σκυθῶν τῆς ζώνης δραξάμενος καὶ τῇδε κἀκεῖσε τῷ χειρὸς σθένει κινῶν ὥς τι μικρὸν ἀσπιδίσκιον κοῦφον, τὰς κατ' αὐτοῦ πεμπομένας αἰχμὰς ἀπεκρούετο, καὶ κατὰ μικρὸν πρὸς τοὺς Ῥω μαίους ὑπανεχώρει ὀπισθοκινήτῳ τῇ πορείᾳ. τέλος ἐπιβρίσαντες οἱ Ῥωμαῖοι τούς τε Σκύθας ἀπώσαντο καὶ τὸν ἄνδρα τοῦ