448
κινδύνου ἐρρύσαντο. καὶ τὰ στρατεύματα διελύθησαν τελείως, μηδαμῶς ἔτι κρίσιν τοῦ πολέμου λαβόντος.
Ὁ βασιλεὺς δὲ εὐψυχότερον νῦν μᾶλλον ἢ πρότερον ὁρῶν ἀγωνιζομένους τοὺς Σκύθας, καὶ τὴν τοῦ χρόνου τριβὴν βαρού μενος, οἰκτείρων δὲ καὶ τοὺς Ῥωμαίους ταλαιπωρουμένους καὶ τῷ πολέμῳ κακῶς πάσχοντας, μονομαχίᾳ ᾠήθη κρῖναι τὰ πράγματα. καὶ δὴ διαπρεσβεύεται πρὸς τὸν Σφενδοσθλάβον, προκαλούμενος αὐτὸν εἰς μονομαχίαν, δέον εἶναι λέγων ἑνὸς ἀνδρὸς θανάτῳ κρι θῆναι τὸ ἔργον ἢ κατασφάττεσθαι καὶ κατὰ μικρὸν δαπανᾶσθαι τὰ ἔθνη, καὶ τὸν νικήσαντα κύριον εἶναι τῶν ὅλων. οὗτος δὲ τὴν πρόκλησιν μὲν οὐκ ἐδέξατο, λόγους δ' ἐπαφῆκεν ὑπεροπτικούς, ὡς τὰ κατ' αὐτὸν ἄμεινον αὐτὸς τοῦ ἐχθροῦ σκοπήσει· αὐτὸς δὲ εἰ μὴ ζῆν ἄγει σχολήν, εἰσὶ μυρίαι ἄλλαι θανάτου ὁδοί· τούτων ὁποίαν αἱρεῖται ἑλέσθω. ταῦτα φρυαξάμενος τῆς πολεμικῆς εἴ 2.410 χετο παρασκευῆς προθυμότερον. ὁ δὲ βασιλεὺς τὸν ἐκ προκλή σεως ἀπογνοὺς ἀγῶνα, πᾶσι τρόποις ἐμηχανᾶτο τὴν εἰς τὴν πόλιν ἀποκλεῖσαι εἴσοδον τοῖς βαρβάροις, καὶ πρὸς τὸ ἔργον ἐκπέμπει Βάρδαν μάγιστρον τὸν Σκληρὸν μετὰ τῶν ταγμάτων ὧν αὐτὸς ἐστρατήγει· τὸν δὲ πατρίκιον Ῥωμανὸν τὸν υἱὸν Κωνσταντίνου τοῦ βασιλέως, τοῦ υἱοῦ τοῦ πρεσβυτέρου Ῥωμανοῦ, καὶ Πέτρον τὸν στρατοπεδάρχην, μεθ' ὧν ἐξῆρχον δυνάμεων, προσράξαι τοῖς πολεμίοις ἐπέτρεψεν. οἳ δὴ προσβαλόντες τοῖς Σκύθαις ἐμάχοντο καρτερῶς. ἐκθύμως δὲ κἀκείνων ὑποδεξαμένων πολλὰς τροπὰς καὶ μετακλίσεις συνέβη τὸν πόλεμον δέξασθαι, καὶ ἐφ' ἱκανὸν χρόνον ἰσοτάλαντος ἦν ἡ μάχη. ἐνταῦθα πάλιν ὁ τοῦ τῆς Κρήτης ἀμηρᾶ υἱὸς Ἀνεμᾶς, τῇδε κἀκεῖσε τὸν ἵππον μετακινήσας καὶ σφο δρότερον μυωπίσας, κατ' αὐτοῦ τοῦ Σφενδοσθλάβου φέρεται μετὰ λήματος νεανικοῦ, καὶ τὴν φάλαγγα διασχίσας τῶν δυσμε νῶν παίει τοῦτον τῷ ξίφει κατὰ μέσην τὴν κεφαλήν, καὶ κατα βάλλει μὲν τοῦ ἵππου, οὐ μήν γε καὶ ἀναιρεῖ ἐπαρκεσάντων τῶν ὅπλων ἃ ἐνεδέδυτο. αὐτὸς μέντοι κυκλωθεὶς καὶ ὑπὸ πολλῶν βαλ λόμενος ἀναιρεῖται, ἡρωϊκῶς καταστρέψας τὸν βίον, θαῦμα μέγα καὶ τοῖς ἀντιπάλοις γενόμενος. Λέγεται δὲ καὶ θειοτέρας τότε τυχεῖν τοὺς Ῥωμαίους ἐπι κουρίας. θύελλα γάρ τις ἐκ νότου κατὰ πρόσωπον ἀρθεῖσα ἵστατο τῶν Σκυθῶν, μὴ συγχωροῦσα χρῆσθαι κατὰ τὴν μάχην ταῖς προαιρέσεσι. καί τις ἀνὴρ ὦπτο παντὶ τῷ στρατοπέδῳ Ῥωμαίων ἐφ' ἵππου λευκοῦ προαγωνιζόμενος καὶ τὰς τῶν πολεμίων κλονῶν 2.411 καὶ διαταράσσων φάλαγγας, μηδενὶ πρότερον ἢ μετὰ ταῦτα γενό μενος γνώριμος, ὃν ἔφασκον ἕνα εἶναι τῶν καλλινίκων μαρτύρων Θεόδωρον. τούτοις δὲ προμάχοις ἀεὶ καὶ προβόλοις κατὰ τῶν πολεμίων ἐχρῆτο ὁ βασιλεύς· καὶ γὰρ δὴ καὶ συνέτυχε τόνδε τὸν ἀγῶνα κατ' αὐτὴν συνενεχθῆναι τὴν ἡμέραν καθ' ἣν εἰώθαμεν ἑορτάζειν τὴν μνήμην τοῦ στρατηλάτου. καὶ γυνὴ δέ τις ἐν Βυ ζαντίῳ σεμνὴ ὑπερτάτης δυνάμεως εἶναι τὸ φάσμα ἐπιστοῦτο, μιᾷ πρότερον τῆς συμπλοκῆς ἡμέρᾳ ὄναρ θεασαμένη, καὶ δόξασα τῇ θεοτόκῳ παρίστασθαι καὶ λεγούσης ἀκοῦσαι πρός τινα στρατιώτην "κύριε Θεόδωρε, ὁ ἐμὸς καὶ σὸς Ἰωάννης περιστάσει συνέχεται, καὶ σπεῦσον εἰς τὴν αὐτοῦ βοήθειαν," καὶ ἡλίου ἀνίσχοντος τοῖς γείτοσιν ἐξηγησαμένη. καὶ τὰ μὲν ὁραθέντα ταῦτα, τρέπονται δὲ πάλιν οἱ Σκύθαι, καὶ ἀποκεκλεισμένας τὰς τῆς πόλεως εὑρόν τες πύλας ὑπὸ τοῦ Σκληροῦ ἀνὰ τὸ πεδίον ἐσκεδάννυντο, καὶ ἀνῃρέθησαν ὑπ' ἀλλήλων τε συμπατούμενοι καὶ ὑπὸ Ῥωμαίων συγκοπτόμενοι ἀριθμοῦ κρείττους, τραυματίαι δὲ ἐγένοντο σχε δόν τι πάντες. τὸν μάρτυρα δ' ὁ βασιλεὺς τιμῶν, καὶ τῆς ἐπι κουρίας ἀποτιννὺς αὐτῷ τὰς ἀμοιβάς, τὸν ναὸν ἐν ᾧ τὸ θεῖον αὐτοῦ ἀπόκειται σῶμα ἐκ βάθρων καταβαλὼν μέγαν τε καὶ κάλ λιστον ᾠκοδόμησε, μεγαλοπρεπεῖς αὐτῷ κτίσεις προσαφορίσας· ὃν καὶ ἀντὶ Εὐχανείας Θεοδωρόπολιν κατωνόμασεν. Ὁ δὲ Σφενδοσθλάβος πᾶσαν μετελθὼν μηχανὴν καὶ διὰ πασῶν ἐλαττούμενος, ὡς ἔγνω μηδεμίαν αὐτῷ ὑπολελεῖφθαι 2.412