449
ἐλπίδα, πρὸς συνθήκας ἀπέβλεψε. πέμπει οὖν πρὸς βασιλέα πρεσβευτὰς πίστεις ἐξαιτούμενος, ἐφ' ᾧ συμμάχοις καὶ φίλοις Ῥωμαίων καταλεγεὶς ἀσινὴς συγχωρηθῇ ἐπ' οἴκου ἀναχωρῆσαι μετὰ τῶν ἀμφ' αὐτόν, ἀδεῶς τε τὸν βουλόμενον Σκύθην ἐμπο ρείας χάριν φοιτᾶν. δεξάμενος δὲ τὴν πρεσβείαν ὁ βασιλεύς, καὶ τὸ ᾀδόμενον λόγιον ἐπειπών, ὡς ἔθος Ῥωμαίοις τοὺς πολεμίους πλέον εὐεργεσίαις ἢ ὅπλοις νικᾶν, πάντα τὰ αἰτούμενα ἐβεβαίωσε. γενομένων δὲ τῶν σπονδῶν ὁ Σφενδοσθλάβος καὶ εἰς ὄψιν ἐλθεῖν καὶ ὁμιλίαν τῷ βασιλεῖ ἐδεήθη. ἐπινεύσαντος δὲ καὶ πρὸς τοῦτο ἀφίκετο. καὶ συμμίξαντες ἀλλήλοις, καὶ διαλεχθέντες περὶ ὧν ἂν ἐβούλοντο, ἀπηλλάγησαν. ὁ δὲ βασιλεύς, αἰτήσαντος καὶ τοῦτο τοῦ Σφενδοσθλάβου, καὶ πρὸς Πατζινάκας διαπρεσβεύεται, εἰ βούλονται, φίλους αὐτοὺς καὶ συμμάχους ἀξιῶν ἔχειν, καὶ μὴ διαπερᾶν τὸν Ἴστρον καὶ τὰ Βουλγάρων ληΐζεσθαι, παραχωρῆσαι δὲ καὶ τοῖς Ῥὼς ἀκωλύτως διελθεῖν τὴν αὐτῶν γῆν καὶ οἴκαδε ἀπελθεῖν. ἀπεπλήρου δὲ τὴν πρεσβείαν Θεόφιλος ὁ τῶν Εὐχαΐ των ἀρχιερεύς. οἱ δὲ τὴν πρεσβείαν δεξάμενοι, τὴν διάβασιν μόνην ἀπαγορεύσαντες τῶν Ῥώς, πρὸς τἆλλα σπονδὰς ἔθεντο. τῶν δὲ Ῥὼς ἀποπλευσάντων, τῶν παρὰ ταῖς ὄχθαις τοῦ ποταμοῦ φρουρίων καὶ πόλεων πρόνοιαν θέμενος ὁ βασιλεὺς καὶ φρουρὰν καταλιπὼν τὴν ἀρκοῦσαν ἐς ἤθη τὰ Ῥωμαίων ἀνέζευξεν. ὃν ὁ τῆς πόλεως ἀρχιερεὺς μετὰ τῆς συνόδου· καὶ πάντες οἱ ἐν τέλει μετὰ παιάνων καὶ ἐπινικίων εὐφημιῶν ὑπεδέξαντο στεφανηφο ροῦντες, τέθριππον ὄχημα λευκοπώλων ἔχοντες ἡτοιμασμένον 2.413 πάνυ διαπρεπῶς, καὶ τούτου ἐπιβάντα ἀξιοῦντες θριαμβεῦσαι τὸν βασιλέα. ὁ δὲ μηδὲν σοβαρὸν ἐθέλων, ἀλλὰ μέτριον ἑαυ τὸν ἐπιδεικνύμενος, τοὺς μὲν προσενεχθέντας ἀνειλήφει στεφά νους καὶ ἵππῳ λευκῷ τὸν θρίαμβον ἐξεπλήρωσεν, ἐν δὲ τῷ ἅρ ματι τὰς Βουλγαρικὰς θεὶς τῶν βασιλέων στολὰς καὶ ἄνωθεν τού των εἰκόνα τῆς θεομήτορος ὡς πολιούχου, προπορεύεσθαι ἑαυτοῦ διετάξατο. ἐν δὲ τῷ λεγομένῳ φόρῳ γενόμενος καὶ ἀποχρώντως εὐφημηθείς, καὶ τῇ θεομήτορι καὶ τῷ ταύτης υἱῷ τὰς ἐπινικίους εὐχαριστίας παρεσχηκώς, τὰ παράσημα τῆς Βουλγαρικῆς βασι λείας ἐπ' ὄψει τῶν πολιτῶν τὸν Βορίσην ἀποδιδύσκει· τὰ δὲ ἦν στέφανος ἐκ χρυσοῦ καὶ τιάρα νενησμένη ἐκ βύσσου καὶ πέδιλα ἐρυθρά. ἐκεῖθεν εἰς τὴν μεγάλην φοιτήσας ἐκκλησίαν καὶ ἐν αὐτῇ τὸν Βουλγαρικὸν στέφανον ἀνάθημα τῷ θεῷ δεδωκώς, ἀναγαγὼν δὲ καὶ τὸν Βορίσην εἰς τὸ τῶν μαγίστρων ἀξίωμα, ἐπορεύθη εἰς τὰ βασίλεια. ὁ δὲ Σφενδοσθλάβος εἰς τὰ οἰκεῖα ἤθη ὑποστρέφων ἐν τῷ διιέναι τὴν τῶν Πατζινάκων γῆν περιπίπτει ἐνέδραις ἤδη προευτρεπισθείσαις καὶ ὑποδεχομέναις αὐτόν, καὶ ἄρδην αὐτός τε καὶ τὸ συνὸν αὐτῷ ἀπόλλυται πλῆθος, μηνιώντων αὐτῷ τῶν Πατζινάκων διὰ τὰς εἰς τοὺς Ῥωμαίους σπονδάς. Ὁ δὲ βασιλεὺς χαριστήρια τῶν τροπαίων ἀποδιδοὺς τῷ σω τῆρι Χριστῷ ναὸν ἄνωθεν τῆς ἁψῖδος τῆς χαλκῆς ἀνῳκοδόμησεν ἐκ καινῆς, μηδενὸς φεισάμενος τῶν εἰς πολυτέλειαν συντεινόντων καὶ κόσμον. ἀφῆκε δὲ καὶ τοῖς ὑποφόροις πᾶσι τῶν ὅλων θεμά των τὸ λεγόμενον καπνικόν. προσέταξε δὲ καὶ ἐν τῷ νομίσματι 2.414 καὶ ἐν τῷ ὀβολῷ εἰκόνα ἐγγράφεσθαι τοῦ σωτῆρος, μὴ πρότερον τούτου γινομένου. ἐγράφοντο δὲ καὶ γράμματα ῥωμαϊστὶ ἐν θα τέρῳ μέρει ᾧδέ πῃ διεξιόντα "Ἰησοῦς Χριστὸς βασιλεὺς βασι λέων." τοῦτο δὲ καὶ οἱ καθεξῆς ἐτήρησαν βασιλεῖς.
Βασιλείου δὲ τοῦ πατριάρχου ἐπ' αἰτίαις διαβληθέντος καὶ συνοδικῶς καθαι ρεθέντος προεβλήθη πατριάρχης Ἀντώνιος ὁ Στουδίτης. Αὐγούστῳ δὲ μηνί, ἰνδικτιῶνος γʹ, ἐφάνη καὶ κομήτης ὁ λεγόμενος πωγωνίας, καὶ ἐφαίνετο ἕως Ὀκτωβρίου μηνὸς τῆς τετάρτης ἰνδικτιῶνος. προεμήνυε δ' οὗτος τὸν τοῦ βασιλέως θάνατον καὶ τὰς μελλούσας κατασχεῖν τὴν Ῥωμαίων γῆν ἐκ τῶν ἐμφυλίων πολέμων ἀπαραμυθήτους τύχας. Τῶν δ' ὑπὸ τοῦ βασιλέως Νικηφόρου προσκτηθεισῶν πό λεων καὶ τῶν ὑποφόρων γενομένων Ῥωμαίοις, ὡς ἔμπροσθεν εἴ