452
βασιλείας, ἦν δὲ ἄρα ἡ πρὸς Ῥω μαίους ὀργὴ τοῦ θεοῦ. Ἄρτι δὲ τῆς φήμης καὶ τὴν βασιλίδα καταλαβούσης, οἱ βα σιλεῖς τε ἐν ἀγωνίᾳ καθίσταντο, καὶ ἀθυμία κατέσχε τὸ νουνεχὲς τοῦ πολιτεύματος καὶ ἀκέραιον, μόνους δὲ ηὔφρανε τοὺς ὅσοι ταῖς ἐναλλαγαῖς ἥδονται τῶν πραγμάτων καὶ χαίρουσι ταῖς λεηλασίαις. ταχύ τε οὖν γράμματα πρὸς τὸν στρατοπεδάρχην ἐγένοντο Πέτρον, καὶ ταχὺ τὸ ὑγιαῖνον τοῦ στρατοῦ μέρος ἠθροίζετο εἰς Καισάρειαν. ἐν ὅσῳ δὲ ταῦτα ἐπράττετο, ὁ σύγκελλος Στέφανος καὶ τῆς Νικο μηδείας πρόεδρος, ἀνὴρ ἐλλόγιμος καὶ ἐπὶ σοφίᾳ καὶ ἀρετῇ δια βόητος καὶ πειθοῖ μαλάξαι ἱκανὸς γνώμην σκληρὰν καὶ ἀτίθασσον, πρέσβυς εἰς τὸν Σκληρὸν ἀποστέλλεται, εἴ πως δυνηθῇ πεῖσαι τοῦ τον ἀποθέσθαι τὰ ὅπλα. ἀλλ' οὗτος πρὸς ἓν ἔχων τὴν διάνοιαν τεταμένην, τὴν τῆς βασιλείας ὄρεξιν, ἐλθόντα πρὸς αὐτὸν καὶ 2.421 πολλὰ εἰπόντα ἐπαγωγὰ καὶ θελκτήρια λόγων μὲν πολλῶν οὐκ ἠξίωσεν, ἀνατείνας δὲ τὸν δεξιὸν πόδα καὶ τὸ κοκκοβαφὲς δείξας πέδιλον, "ἀδύνατον, ὦ ἄνθρωπε," ἔφη "τὸν τοῦτο ἅπαξ περι βαλόμενον ἐπ' ὄψει πολλῶν ῥᾳδίως ἀποβαλεῖν. φράσον τοίνυν τοῖς ἀποστείλασιν ὡς ἢ ἑκοντί με παραδέξονται βασιλέα ἢ καὶ μὴ βουλομένων πειράσομαι λαβεῖν τὴν ἀρχήν." ταῦτα εἰπὼν καὶ προθεσμίαν ἡμέρας τεσσαράκοντα δεδωκὼς ἀπαλλάττεσθαι κε λεύει. ἐπαναδραμόντος δὲ τοῦ συγκέλλου καὶ τὴν ἀπόκρισιν ἀπο κομίσαντος τοῦ Σκληροῦ τοῖς βασιλεῦσι καὶ τῷ τὴν βασιλείαν ἰθύ νοντι Βασιλείῳ, γράμματα ἐφοίτων πρὸς τὸν στρατοπεδάρχην ἐμφυλίου μὲν μὴ κατάρχειν πολέμου, τὰς δὲ παρόδους τηρεῖν ἀσφαλῶς, καὶ ἤν τις ἐπίῃ πολεμήσων, ἀμύνεσθαι. ὁ δὲ Σκλη ρὸς ἀπιὼν πρὸς Καισάρειαν προδρόμους ἀπέστειλε καὶ κατόπτας, ἐφ' ᾧ κατασκοπεῖν, καὶ ὅπηπερ εἰσὶν οἱ ἐναντίοι μηνύειν, καὶ προομαλίζειν αὐτῷ τὴν ὁδόν. ἔξαρχος δὲ τῶν πεμφθέντων προ κέκριτο Ἄνθης ὁ Ἀλυάτης. οἵτινες καταντήσαντες ἔν τινι στενοχωρίᾳ (Βούκου λίθον τὸν τόπον κατονομάζουσι) καὶ μέρει τῆς βασιλικῆς στρατιᾶς ἐντυχόντες ἄρχοντα ἐχούσης Εὐστάθιον μά γιστρον τὸν Μαλεῗνον, ἀπεπειρῶντο τοῦ συναντήματος καὶ ἀκρο βολισμοὺς ἐποιοῦντο. ἐπί τινα δὲ καιρὸν ἀκροβολιζομένων ἀλλή λοις τῶν στρατευμάτων, καὶ μηδενὸς νῶτα διδόντος, ὁ Ἀλυάτης μὴ περισχὼν ἑαυτόν, περικαρδίῳ δὲ ζέσει ληφθείς, μυωπίσας τὸν ἵππον σὺν ἀλογίστῳ ῥύμῃ τοῖς ἐναντίοις προσρήγνυται. μηδὲν 2.422 δὲ ὅ τι καὶ λόγου διαπραξάμενος ἄξιον, πίπτει καιρίαν τυπείς, καὶ τὸ ἀμφ' αὐτὸν ἅπαν εἰς τὰς ἔγγιστα νάπας καὶ λόχμας διεσκεδά σθη. διεμηνύθη δὲ τότε καὶ ὁ τοῦ Βάρδα ἑταιρειάρχης ὡς μέλ λων αὐτομολεῖν τῷ τοῦ βασιλέως στρατῷ· ὃν παραστησάμενος ὁ Σκληρὸς καὶ προσονειδίσας, καὶ μηδὲν πλέον φανερῶς εἰς αὐτὸν δεδρακώς, ἀπέλυσε, λάθρᾳ δὲ τοῖς μισθοφόροις Σαρακηνοῖς μη νύσας ἀνεῖλεν· οὗτοι γὰρ διιόντα τὸν ἄνδρα μεσούσης ἡμέρας περιχυθέντες ταῖς μαχαίραις κατέκοψαν.
Οἱ δὲ τῶν βασιλικῶν κατάρχοντες στρατευμάτων τὴν τοῦ Σκληροῦ ὅσον οὐδέπω ἐπέλευσιν προσδοκῶντες, τὰ καίρια τῆς ὁδοῦ κρίνουσι προκαταλαβεῖν, καὶ ἄραντες παντὶ τῷ στρατεύματι στρατοπεδεύουσιν ἀπεναντίας ἐκείνῳ, προκαταλαβόντες ἃς ἔμελλε διοδεύειν ὁδούς. ὅπερ μαθὼν ὁ Σκληρὸς νωθρὸς ἦν καὶ ὤκνει τὴν εἰς τὸ πρόσω πορείαν, μελλήσει δὲ τρίβων τὸν χρόνον ἐκαρα δόκει τὸ μέλλον. ἀνερεθίζει δὲ τοῦτον καὶ προθυμότερον ἀπο δείκνυσιν αὐτόμολός τις ἐλθὼν στρατηγός, Σαχάκιος τοὔνομα, Βραχάμιος τὴν προσηγορίαν· παρηγγύησε γὰρ ἐλθὼν μὴ τηνάλ λως τρίβειν τὸν χρόνον· καταφρόνησιν γὰρ ἔλεγεν ἐμποιεῖν τὴν τριβήν. δόξας δὲ λέγειν εὔκαιρα ἡγεμὼν καὶ ὁδηγὸς ἀποδείκνυται τῆς ὁδοῦ. καὶ ὁ μὲν ἡγεῖτο, οὗτος δὲ εἵπετο. καὶ διὰ τριῶν ἡμερῶν καταλαμβάνει τὴν Λάπαραν· τόπος δὲ οὗτος μέρος τῆς Καππαδοκίας, τὸ νῦν λεγόμενον Λυκανδόν, διὰ τὸ λιπαρὸν καὶ πάμφορον οὕτω κατονομασθείς. τοῦτο μαθὼν ὁ στρατοπεδάρχης, νυκτοπορίᾳ χρησάμενος δέει τοῦ μὴ ἀντιπαρελθεῖν τὸν Σκληρόν, 2.423 ἀντιστρατοπεδεύει τοῖς