453
ἐναντίοις. καὶ μέχρι μέν τινος ἀνεδύοντο, καὶ παρεῖλκον τὴν εἰς τοὐμφανὲς συμπλοκήν, καὶ κλέψαι τὴν νίκην διηγωνίζοντο. κατεστρατήγησε δὲ τοὺς ἐναντίους ὁ Βάρδας, δεῖ πνα πολλὰ παρασκευασάμενος ὡς τάχα τὸν οἰκεῖον ἑστιάσων στρα τόν, καὶ οὕτω τοὺς πολεμίους ἐξαπατήσας. ὑπολαβόντες γὰρ κατ' ἐκείνην τὴν ἡμέραν μὴ κατάρξασθαι μάχης αὐτόν, καὶ αὐτοὶ πρὸς εὐωχίαν ἐτράποντο· ὁ δὲ Σκληρὸς ὡς ἔγνω τοῦτο, (εἶχε γὰρ καὶ πρὸς πόλεμον παρεσκευασμένα τὰ στρατεύματα) αἰφνί διον τῇ σάλπιγγι σημήνας τὸ ἐνυάλιον ἐμπίπτει τοῖς πολεμίοις ἀρι στοποιουμένοις. οἱ δέ, ὡς ἔτυχεν ἕκαστος, τὸ παρατυχὸν ἀνα λαμβάνοντες ὅπλον τοὺς προσιόντας ἐδέχοντο, μὴ τῷ αἰφνιδίῳ καταπλαγέντες. καὶ ἐπὶ χρόνον μέν τινα εὐρώστως ἠμύνοντο· εἶτα ὑπερκερώσεις ποιησάμενος ὁ Βάρδας καὶ ἔνδον ἤδη συναπο λαμβάνειν τοὺς πολεμίους φοβῶν, ἐπαφεὶς δὲ καὶ κατὰ νῶτα τοὺς μισθοφόρους, τρέπει τε εἰς φυγὴν καὶ πολὺν ἐργάζεται φόνον, τοῦ δουκὸς Ἀντιοχείας τοῦ Βούρτζη πρῶτον ἐκκλίναντος, εἴτε διὰ δειλίαν εἴτε διὰ κακουργίαν· ἐλέγετο γὰρ ἀμφότερα. κατέσχε δὲ καὶ τὸ στρατόπεδον ἅπαν σὺν τῇ ἀποσκευῇ, καὶ πλοῦτον ἐντεῦ θεν περιεβάλετο ἄπειρον. ἐκεῖθεν αὖθις ἐπὶ τὸ λεγόμενον ἔρχεται Τζαμανδόν· πόλις δὲ ἡ Τζαμανδὸς ἐν ἀποκρήμνῳ πέτρᾳ κειμένη, πολυάνθρωπος καὶ πλούτῳ περιβριθής. ἥντινα παρ' ἑκόντων λαβὼν τῶν ἐντοπίων πλοῦτον συνέλεξεν οὐκ ὀλίγον. αὕτη ἡ νίκη πολλοὺς τῶν τῷ βασιλεῖ προσκειμένων κατέσεισε καὶ αὐτομολῆσαι πρὸς τὸν Σκληρὸν ἠνάγκασεν· ὅ τε γὰρ Βούρτζης πρῶτος αὐτο 2.424 μολεῖ τῷ Σκληρῷ καὶ ὁ πατρίκιος Ἀνδρόνικος καὶ δοὺξ ὁ Λυδὸς σὺν τοῖς υἱέσι. καὶ Ἀτταλεῖς δεσμὰ περιθέντες τῷ ναυάρχῳ τοῦ βασιλέως τῷ Κουρτίκῃ Μιχαὴλ προσχωροῦσι μετὰ παντὸς τοῦ στόλου, στρατηγεῖν παρὰ τοῦ Σκληροῦ πεμφθέντι τῶν Κιβυρ ραιωτῶν. Ὧν ἀγγελθέντων τῷ βασιλεῖ καὶ τῷ παρακοιμωμένῳ, βου λῆς προτεθείσης ἔδοξε τῶν τῷ βασιλεῖ ᾠκειωμένων τινὰ ἰσοτύραν νον εἰληφότα ἀρχὴν καὶ ἀνεύθυνον, καὶ ἐξουσίαν ἔχοντα τιμαῖς τε προβιβάζειν καὶ δώροις καταπλουτίζειν τοὺς προσχωροῦντας, χω ρῆσαι κατὰ τοῦ τυράννου. ἤρεσεν ἡ γνώμη, καὶ πέμπεται Λέων ὁ τοῦ βασιλέως πρωτοβεστιάριος, σύμβουλον εἰληφὼς καὶ Ἰωάν νην τινὰ πατρίκιον, ἄνδρα ἐπίσημον καὶ ἐπὶ λόγων ἕξει βεβοημέ νον, ἐξουσίαν ἐκ βασιλέως δεξάμενος πάντα ἀδιστάκτως ποιεῖν ὅσα ἔξεστι βασιλεῖ. ἐξελθὼν οὖν καὶ κατὰ τὸ τῆς Φρυγίας γενό μενος Κοτυάειον καὶ τῷ στρατοπεδάρχῃ ἑνωθεὶς Πέτρῳ ἐκεῖσε τὴν παρεμβολὴν ἐπήξατο, κατεσκηνωμένου τοῦ Βάρδα τυγχάνοντος ἐν τῷ ∆ιποτάμῳ· χωρίον δὲ βασιλικὸν τὸ ∆ιπόταμον, ὃ Μεσάνακτα κατονομάζουσιν οἱ ἐγχώριοι. λάθρᾳ οὖν ὑποσχέσεσι δωρεῶν καὶ τιμῶν προβιβασμοῖς ἐπειρᾶτο διασύρειν τοὺς ἀποστάτας καὶ πρὸς ἑαυτὸν ἐπισπᾶσθαι καὶ εὔνους τιθέναι τῷ βασιλεῖ, ἐλάνθανε δὲ μᾶλλον ἐπιρρωννὺς τὸ ἀντίπαλον, ἀσθενείας σημεῖον λογιζόμενον τὴν παράκλησιν. ὅθεν καὶ ἀπογνούς, ἄρας ἐκ Κοτυαείου καὶ τὸν Σκληρὸν νυκτὸς παρελάσας ἐχώρει πρὸς τὴν ἀνατολήν. τοῦτο τὸ 2.425 ἔργον λίαν τοὺς περὶ τὸν Σκληρὸν ἐδειμάτωσε, δεδιότας οὐ περὶ χρημάτων καὶ κτημάτων μόνον ἀλλὰ καὶ περὶ τῶν τιμιωτάτων αὐτῶν. πολλοὶ μὲν οὖν ἐξομνύμενοι τὴν ἀποστασίαν τῷ πρωτο βεστιαρίῳ προσέρρεον, ὡς κινδυνεύειν κονιορτοῦ δίκην διαλυθῆναι τὸ ἀποστατικόν. ὅπερ ἵνα μὴ γένηται φοβηθεὶς ὁ Σκληρὸς τὸν μάγιστρον Μιχαὴλ τὸν Βούρτζην, ἄρτι, ὡς εἴπομεν, προσκεχω ρηκότα αὐτῷ, καὶ Ῥωμανὸν πατρίκιον τὸν Ταρωνίτην μετ' εὐζώ νου ἐκπέμπει στρατιᾶς, ἐμποδὼν ἵστασθαι τῷ πρωτοβεστιαρίῳ κελεύσας, ἐπιτιθεμένους ἐξ ἐφόδου, καὶ τὰς ἐκδρομὰς κωλύειν ὡς δύναμις, συμπλοκῆς δὲ καθολικῆς κατὰ τὸ ἐγχωροῦν φείδε σθαι. πλησιάσαντες δὲ τῷ βασιλικῷ στρατεύματι οἱ περὶ τὸν Βούρτζην ἠναγκάσθησαν καὶ ἄκοντες πολεμῆσαι παρὰ τὴν τοῦ Σκληροῦ παραγγελίαν, ἀπὸ τοιαύτης αἰτίας.