454
Σαρακηνοὶ ἐκ τῆς πρὸς ἑῴαν Βερροίας τὰ ἐτήσια τέλη Ῥωμαίοις κομίζοντες ἠγγέλ λοντο πρὸς τὴν βασιλίδα ἀπιέναι, καὶ ὡς μέλλουσι κατά τινα ῥητὴν ἡμέραν διὰ μέσων ἰέναι τῶν στρατευμάτων. καὶ ἐπειδὴ παρῆν ἡ κυρία καὶ ἔμελλον κατὰ τὸ λεγόμενον Ὀξύλιθον φρούριον οἱ Σαρακηνοὶ διαβαίνειν, καθοπλίσαντες οἱ περὶ τὸν Βούρτζην τοὺς ἀμφ' αὐτούς, τὸ δ' αὐτὸ τοῦτο καὶ οἱ τοῦ πρωτοβεστιαρίου πεποιηκότες, μάλα ὁρμητικῶς πρὸς τὴν μάχην ἐχώρουν· πρού κειτο γὰρ ἑκατέροις ὥσπερ τις ἆθλος ὁ παρὰ τῶν Σαρακηνῶν κομιζόμενος χρυσός. καὶ ἐπείπερ ἤγγισαν, συμπεσόντες ἐμά χοντο. τρέπεται γοῦν ὁ Βούρτζης, καὶ πολλοὶ τῶν σὺν αὐτῷ ἀπώλοντο, καὶ μᾶλλον τῶν Ἀρμενίων· πάντας γὰρ τοὺς ἁλόντας 2.426 τῶν Ἀρμενίων ἀπέσφαττον οἱ Ῥωμαῖοι, μὴ λαμβάνοντες οἶκτον διὰ τὸ πρώτους προσχωρῆσαι τῷ ἀποστάτῃ. Ἀγγελθείσης δὲ τῆς ἥττης ὁ Βάρδας καιρὸν ἀναβολῆς μὴ δεδωκώς, ἀγείρας τοὺς ἀμφ' αὐτὸν ὑπήντα διὰ ταχέων, καὶ κατά τινα τόπον Ῥαγέας ὀνομαζόμενον γενόμενος στρατοπεδεύε ται, ἐπιτήδειον μάχης καιρὸν ἐκζητῶν. χρονοτριβούντων δὲ τῶν βασιλικῶν ταγμάτων ὁ τῆς μάχης καιρὸς παρετείνετο, καὶ πολλοὶ τῶν ἀποστατῶν τῇ προηγησαμένῃ ἥττῃ σεσαλευμένοι τῷ πρωτο βεστιαρίῳ προσέτρεχον. ὅσον μὲν οὖν σφριγῶν ἦν ἐν τῇ στρατιᾷ τοῦ βασιλέως καὶ ἀπειροπόλεμον, τῇ ἐξ ὑπογύου γαυρούμενον νίκῃ ὤργα πρὸς συμπλοκήν, οἱ γηραιότεροι δὲ καὶ κατηθλημένοι τοῖς ἀγῶσιν ὤκνουν καὶ ἀνεδύοντο τὴν μάχην. ἀλλ' ἐπεὶ κατὰ τὸν εἰπόντα "ταχεῖα πειθὼ τῶν κακῶν ἀκολουθεῖ," πείθεται τοῖς νεωτέροις καὶ ὁ πρωτοβεστιάριος, καὶ τὸ ἐνυάλιον σημήνας ἐξάγει τὰ στρατεύματα πρὸς τὴν μάχην. καὶ ὁ Βάρδας δὲ τριχῇ διελὼν τὸν οἰκεῖον στρατὸν τὸ μὲν μέσον εἶχεν αὐτός, τοῦ δεξιοῦ δὲ κέ ρως Κωνσταντῖνον τὸν ἀδελφόν, τοῦ δ' εὐωνύμου Κωνσταντῖνον τὸν Γαβρᾶν ἄρχειν ἐπέστησε. συμβολῆς δὲ γενομένης καὶ τῶν περὶ τὰ κέρατα στρατηγῶν τὴν ἵππον ἐπισεισάντων τοῖς ἐναντίοις, μὴ ἐνεγκόντες τὴν ῥύμην οἱ περὶ τὸν πρωτοβεστιάριον τρέπονται, καὶ γίνεται φόνος πολύς. ἐνταῦθα καὶ Ἰωάννης ἔπεσεν ὁ πατρί κιος καὶ ὁ στρατοπεδάρχης Πέτρος καὶ ἄλλοι πολλοὶ τῶν διαφα 2.427 νῶν. ἑάλω δὲ καὶ ὁ πρωτοβεστιάριος μεθ' ἑτέρων ἀνδρῶν ἀρχι κῶν. τὸν μὲν οὖν πρωτοβεστιάριον φρουρεῖσθαι προσέταξε, Θεο δώρου δὲ καὶ Νικήτα τῶν αὐταδέλφων τῶν Ἁγιοζαχαριτῶν ἐπ' ὄψει παντὸς τοῦ στρατεύματος ἐξορύττει τοὺς ὀφθαλμοὺς ὡς πα ραβάντων τάχα τοὺς ὅρκους οὓς πρὸς αὐτὸν ἔθεντο καὶ τῷ πρωτο βεστιαρίῳ προσχωρησάντων. Ἐκ ταύτης τῆς νίκης τὰ μὲν τοῦ Βάρδα ὑψοῦτο καὶ ἐπὶ μέγα ᾔρετο, πάντων ὡς εἰπεῖν μικρῶν καὶ μεγάλων προσρυϊσκομένων αὐτῷ, τὰ δὲ τοῦ βασιλέως ἐπὶ μιᾶς ἐσάλευεν, ἱερᾶς μέντοι ἀγκύ ρας, τῆς τοῦ θεοῦ βοηθείας. ὁ δὲ παρακοιμώμενος ἐφρόντιζε μὲν καὶ τῶν κατὰ χέρσον, πλέον δ' ἐμερίμνα τῶν κατὰ θάλατταν· ἐλύπει γὰρ αὐτὸν ὁ τοῦ ἐναντίου κατάρχων στόλου, Μιχαὴλ ὁ Κουρτίκιος, πᾶσαν μὲν νῆσον πεπορθηκώς, ἤδη δ' ἐπίδοξος ὢν καὶ τὴν ἐν Ἑλλησπόντῳ πολιορκεῖν Ἄβυδον. οὐκοῦν καὶ στόλον ἐξαρτυσάμενος μάλα καλῶς ἐκπέμπει κατὰ τοῦ Κουρτικίου, ναύαρ χον ἔχοντα Θεόδωρον πατρίκιον τὸν Καραντηνόν. οὗτος δ' ἐκ πλεύσας καὶ τὰ στενὰ διαβὰς τοῦ Ἑλλησπόντου κατὰ Φώκαιαν τῷ Κουρτικίῳ προσρήγνυται, καὶ γενομένης καρτερᾶς ναυμαχίας οἱ περὶ τὸν Κουρτίκιον τρέπονται καὶ σκεδάννυνται, καὶ λοιπὸν θα λασσοκρατήσαντος τοῦ Καραντηνοῦ τὴν ἐκεχειρίαν ἔσχε τὰ τῆς θαλάσσης. ἤδη δὲ τῶν κατὰ θάλατταν ἐχόντων καλῶς ὁ παρα κοιμώμενος τῶν κατὰ τὴν ἤπειρον ἐτίθετο ἐπιμέλειαν. καὶ δὴ Μανουὴλ πατρίκιον τὸν Ἐρωτικόν, ἐκ γένους τε ἄνδρα καὶ ἐπ' 2.428 ἀρετῇ διαβόητον καὶ ἀνδρίᾳ, φρουρεῖν ἐκπέμπει τὴν Νίκαιαν. μετὰ μικρὸν δὲ καταλαμβάνει καὶ ὁ Σκληρός, καὶ τὰ πέριξ τῆς Νικαίας πυρπολήσας χωρία τελευταῖον καὶ ἐπ' αὐτὴν τὴν Νίκαιαν ἔρχεται, καὶ ἑλεπόλεσι καὶ μηχαναῖς ἐκπορθῆσαι ἠπείγετο. γεν ναίως δὲ τοῦ Μανουὴλ ὑποδεξαμένου τὴν πολιορκίαν, καὶ