455
τὰς προσαγομένας τῷ τείχει κλίμακας καὶ μηχανὰς σκευαστῷ πυρὶ πυρπολήσαντος, τὴν ἐκ πολιορκίας ἅλωσιν ἀπογνοὺς ὁ Σκληρὸς ἐνδείᾳ τῶν ἀναγκαίων ἤλπιζεν αἱρῆσαι τὴν πόλιν. χρόνου δὲ τῇ πολιορκίᾳ τριβέντος πολλοῦ καὶ τῶν ἔνδον πιεζομένων τῇ σιτοδείᾳ, μὴ ἔχων ὅ τι καὶ δράσειεν ὁ Μανουὴλ μηδ' ὅθεν εἰσκομίσεται τὰ πρὸς τὸ ζῆν ἀναγκαῖα ἐπιμελῶς τοῦ Σκληροῦ τὰς εἰσόδους τηροῦν τος, ἀπάτῃ τὸν Σκληρὸν ἔγνω περιελθεῖν. ἀμέλει καὶ τοὺς τῆς Νικαίας σιτοβολῶνας ψάμμου λεληθότως πεπληρωκώς, καὶ σίτῳ ἄνωθεν τὴν ἐπιφάνειαν ἐπιχρώσας, ὡς κλέπτεσθαι τὰς ὄψεις τῶν θεωμένων, τινὰς τῶν ἡλωκότων ἀπὸ τῆς τῶν ἐναντίων μοίρας προσκαλεσάμενος ἐδείκνυ τὰ ταμιεῖα, καὶ πρὸς τὸν Σκληρὸν ἐπαφίη σιν, εἰπεῖν ἐπισκήψας ὅτιπερ τὴν ἐκ τοῦ λιμοῦ πολιορκίαν οὐ δέδοικα (ἀποχρώσας γὰρ ἔχω τροφὰς καὶ ἐπὶ δυσὶν ὅλοις ἔτεσι), πολιορκίᾳ δὲ ἄλλως ἡ πόλις ἀνάλωτος· τὰ σὰ δ' ἐγὼ φρονῶν ἕτοι μός εἰμι ὑπεκστῆναί σοι τῆς πόλεως, εἰ ἐμοί τε καὶ τοῖς μετ' ἐμοῦ δι' ὅρκων δοίης ἀπιέναι ὅπῃ δὴ καὶ αἱρούμεθα. ἀσμένως δὲ τοῦ Βάρδα δεξαμένου τὸν λόγον καὶ πίστεις παρεσχηκότος, τοὺς Νι καεῖς ὁ Μανουὴλ εἰληφὼς καὶ τὸν ἀμφ' αὐτὸν στρατὸν μετὰ πάν 2.429 των ὧν εἶχον, εἴσεισιν εἰς τὴν βασιλεύουσαν. τὴν Νίκαιαν δὲ παρειληφὼς ὁ Σκληρὸς καὶ τὸ περὶ τὸν σῖτον εὑρὼν ῥᾳδιούργημα ἠνιάθη μὲν ἐφ' οἷς ἐξηπάτητο, φρουρὰν δ' ὅμως ἀφεὶς ἀξιόμαχον ἐν αὐτῇ, καὶ στρατηγὸν Πηγάσιόν τινα ἐν αὐτοῖς ἐπιστήσας, αὐ τὸς τῶν ἐφεξῆς εἴχετο ἔργων. Ὁ δὲ παρακοιμώμενος τοῖς ὅλοις ἀπορηθεὶς (ἤδη γὰρ ὁ Σκληρὸς ἐπλησίαζε τῇ βασιλίδι) μίαν ἐγνώκει βοήθειαν ἀποχρῶ σαν, Βάρδαν τὸν Φωκᾶν μεταπέμψασθαι τῆς ὑπερορίας, μόνον ἀξιόμαχον οἰηθεὶς τοῦτον ἀντίπαλον ἔσεσθαι τῷ Σκληρῷ. λόγου δὲ θᾶττον μεταπεμψάμενος καὶ ὅρκοις ἀσφαλισάμενος, καὶ πλοῦ τον παρεσχηκὼς δαψιλῆ καὶ τῷ τῶν μαγίστρων ἀξιώματι τιμήσας, δομέστικον προχειρίζεται τῶν σχολῶν καὶ κατὰ τοῦ Σκληροῦ ἀφίησιν. ὁ δὲ τὸν ὑπὲρ τῶν ὅλων ἀναδεξάμενος ἀγῶνα πρῶτον μὲν ἐπεχείρησεν ἀπὸ Θρᾴκης περαιωθῆναι εἰς Ἄβυδον· φυλάττον τος δὲ τὰ ἐν Ἑλλησπόντῳ χωρία Ῥωμανοῦ τοῦ υἱοῦ τοῦ Σκληροῦ, ἀποκρουσθεὶς ἐκεῖθεν ἐπάνεισιν εἰς τὴν βασιλίδα, ἐκεῖθέν τε πλοίου ἐπιβὰς καὶ τοὺς ἐναντίους λαθὼν πρὸς τὴν ἀντίπορθμον γίνεται γῆν, καὶ νυκτοπορίαις χρησάμενος ἄπεισιν εἰς Καισάρειαν, ἐκεῖσέ τε Εὐσταθίῳ μαγίστρῳ τῷ Μαλεΐνῳ καὶ Μιχαὴλ μαγίστρῳ τῷ Βούρτζῃ συμμίξας (ἔφθασε γὰρ καὶ αὐτὸς ἐκ μετανοίας τὰ τοῦ βασιλέως πάλιν ἑλέσθαι) μετ' αὐτῶν πρὸς πόλεμον ἐξηρτύετο. καὶ δὴ λαὸν ὡς ὁ καιρὸς ἐδίδου ἀθροίσας, καὶ τοὺς ἐκ τῆς φυγῆς ἐσκεδασμένους ἁλίσας, πρὸς τὸ Ἀμώριον γίνεται. καὶ ὁ Σκληρὸς 2.430 δὲ τὴν τούτου ἔξοδον ἀκηκοώς, καὶ νῦν πρῶτον οἰηθεὶς τὸν ἀγῶνα ἔσεσθαι αὐτῷ πρὸς ἄνδρα πολεμιστὴν καὶ φέρειν εἰδότα γενναίως καὶ τακτικῶς τὰς πολεμίους στροφάς, καὶ οὐχ ὡς τὸ πρότερον πρὸς ἀνδράρια ἐκτετμημένα θαλαμευόμενα καὶ σκιατραφῆ, ἄρας ἀπὸ Νικαίας πρὸς τὸ Ἀμώριον ἄπεισι, καὶ συναντήσας συμπλέκε ται τῷ Φωκᾷ. οὐχ ὑποστάντων δὲ τῶν περὶ τὸν Φωκᾶν διὰ τὸ ταῖς προηγησαμέναις ἥτταις χαυνωθῆναι τὸν τῆς ἀνδρίας αὐτοῖς καὶ τόλμης τόνον, ἐπικρατέστερος γίνεται ὁ Σκληρός. οὐ μέντοι καὶ παντάπασιν ἐς ὑπαγωγὴν ἄκοσμον ἐσκέδαστο ἡ στρατιὰ τῷ Φωκᾷ, ἀλλ' ὑποκλίνασα μὲν ἐνέδωκε, σχολαίαν δὲ ἐποιεῖτο τὴν ὑποχώρησιν, ὡς μὴ ὑπὸ δειλίας δοκεῖν ἐλαύνεσθαι, ἀλλ' ἐξ ἐπι τάγματος ὑπείκειν στρατηγικοῦ μετ' εὐκοσμίας καὶ τάξεως. καὶ γὰρ δὴ καὶ νῶτα δόντας τοὺς στρατιώτας καὶ πρὸς φυγὴν ὡρμημέ νους, ὄπισθεν οὐραγῶν ὁ Φωκᾶς τοὺς ἐπιόντας ἠμύνετο καὶ οὐ μετὰ σφοδροτάτης εἴα βίας καὶ ῥύμης προσφέρεσθαι. ἔνθα καὶ λέγεται Κωνσταντῖνον τὸν Γαβρᾶν μετὰ τῶν ἀμφ' αὐτὸν τὸ φεῦ γον διώκοντα φιλοτιμίᾳ χρησάμενον ἀκαίρῳ, καὶ μεγάλην εὔκλειαν ἕξειν οἰηθέντα εἰ αἰχμάλωτος ὑπ' αὐτοῦ γένοιτο ὁ Φωκᾶς, μυω πίσαντα τὸν ᾧ ἐπωχεῖτο ἵππον, μετὰ μεγίστης ὁρμῆς προσενεχθῆ ναι τῷ Φωκᾷ. ὃν οὗτος ἰδὼν καὶ ὅστις εἴη κατανοήσας, ἠρέμα τὸν