456
ἵππον παρενεγκὼν καὶ ὑπαντιάσας παίει κορύνῃ κατὰ τῆς κό ρυθος. καὶ ὁ μὲν λειποθυμήσας τῇ ἀνυποστάτῳ φορᾷ τῆς πληγῆς πίπτει παραυτίκα τοῦ ἵππου, ὁ δὲ Φωκᾶς ἀδείας μείζονος τυχὼν 2.431 τῆς ἐπὶ τὰ πρόσω πορείας εἴχετο, σχολῇ καὶ βάδην ἰών, ἀλλ' οὐκ ἀνειμένοις τοῖς χαλινοῖς· οἱ γὰρ σὺν τῷ Γαβρᾷ τὸν οἰκεῖον πεπτω κότα θεασάμενοι στρατηγόν, καὶ ἐπιμέλειαν τούτου τιθέμενοι, ἀνῆκαν τὸν διωγμόν. ὁ δὲ Φωκᾶς ἅμα τοῖς σὺν αὐτῷ τὸν λεγό μενον Χαρσιανὸν κατειληφὼς κἀκεῖσε αὐλισάμενος ἐσκόπει τὸ μέλ λον, τιμαῖς τε ταῖς ἐκ βασιλέως δεξιούμενος πολλοὺς προσφοιτῶν τας, καὶ τῶν συνόντων εὐεργεσίαις παραθερμαίνων τὰς προθυ μίας. ἑπόμενος δὲ τούτῳ καὶ ὁ Σκληρός, καὶ περί τινα τόπον Βασιλικὰ θέρμα καλούμενον κατασκηνώσας, εἰς μάχην τὸν ὁμώ νυμον ἐξεκαλεῖτο. ἀσπασίως δὲ καὶ τούτου δεξαμένου τὴν πρό κλησιν αὖθις ἑτέρα συνίσταται μάχη. καὶ χρόνον μέν τινα ἀντ έσχον οἱ περὶ τὸν Φωκᾶν, αὐτοῦ τούτου παριππεύοντος ἁπανταχοῦ καὶ τῇ σιδηρέᾳ κορύνῃ τὰς τῶν ἐναντίων ῥηγνύντος φάλαγγας καὶ μύριον ἐργαζομένου φόνον· ὅμως δὲ καὶ πάλιν νῶτα δεδωκότες οἱ περὶ τοῦτον ἐτράπησαν.
Ἐκεῖθεν οὖν ὁ Φωκᾶς, ὡς εἶχε, διὰ ταχέων ἄνεισιν εἰς τὴν Ἰβηρίαν, καὶ ∆αβὶδ τῷ τῶν Ἰβήρων ἄρχοντι προσελθὼν εἰς ἐπικουρίαν ᾔτει στρατόν· τοῦ δὲ μετὰ προθυμίας ὑπηρετοῦντος (ἐπε φιλίωτο γὰρ τῷ Φωκᾷ ἐξ οὗ δοὺξ ἦν ἐν Χαλδίᾳ) λαὸν ἐκεῖθεν εἰληφὼς οὐκ ὀλίγον, ἀθροίσας δὲ καὶ τοὺς μετ' αὐτοῦ ἐσκεδασμέ νους ὄντας ἐκ τῆς τροπῆς, κάτεισιν εἰς Παγκάλειαν, ἔνθα στρα τοπεδευσάμενος ἦν ὁ Σκληρός. τόπος δὲ ἡ Παγκάλεια, πεδίον ἀναπεπταμένον τε καὶ ἱππήλατον, ἔγγιστά που τοῦ ποταμοῦ Ἅλυος κείμενον. καὶ γίνεται πάλιν καρτερὸς ἀγών. ἐνταῦθα τὸν ἑαυ 2.432 τοῦ λαὸν θεασάμενος ὁ Φωκᾶς κατὰ μικρὸν ἐνδιδόντα καὶ πρὸς φυγὴν βλέποντα, βέλτιον εἶναι κρίνας τὸν εὐκλεῆ θάνατον τῆς ἀγεννοῦς καὶ ἐπονειδίστου ζωῆς, τὰς τῶν ἐναντίων συγκόψας φάλαγγας πρὸς αὐτὸν μετὰ σφοδρότητος ἵεται τὸν Σκληρόν. εὐ ρώστως δὲ κἀκείνου τὴν αὐτοῦ ὑποδεξαμένου ὁρμήν, καὶ μηδενὸς τῶν στρατιωτῶν ἐπιβοηθοῦντος, ἀλλὰ τῷ τῶν ἀρχηγῶν ἀγῶνι κριθῆναι τὰ πράγματα βουλευομένων (καὶ γὰρ δὴ καὶ ἐφαίνετο πάγκαλόν τι θέαμα καὶ κατάπληξιν τοῖς ὁρῶσιν ἐπάγον ἀνδρῶν δύο μονομαχία ἐπ' εὐτολμίᾳ καὶ ῥώμῃ ψυχῆς μέγα φρονούντων), ὑποστάντες ἀλλήλους συστάδην ἐμάχοντο. καὶ ὁ μὲν Σκληρὸς τοῦ ἵππου τοῦ Φωκᾶ τὸ δεξιὸν οὖς σὺν τῷ χαλινῷ παίσας ἀποκό πτει τῷ ξίφει· ὁ δὲ Φωκᾶς τῇ κορύνῃ πατάξας αὐτὸν κατὰ τῆς κεφαλῆς τοῦτον μὲν ἐπὶ τοῦ τραχήλου τοῦ ἵππου ῥίπτει τῷ βάρει τῆς πληγῆς κατενεχθέντα, αὐτὸς δὲ τὸν ἵππον κεντρίσας καὶ τὰς τῶν ἐναντίων διατεμὼν φάλαγγας ἔξεισι, καὶ πρός τινα λόφον ἀνελθὼν τοὺς ἐκ τῆς τροπῆς ἀνεκαλεῖτο. οἱ δὲ περὶ τὸν Σκληρὸν κακῶς ἔχοντα τοῦτον ἐκ τῆς πληγῆς θεασάμενοι καὶ ἤδη λειποψυ χοῦντα τῷ τραύματι ἐπί τινα πηγὴν ἄγουσι τὸν λύθρον ἀπονιψό μενον· ὑπώπτευον γὰρ καὶ τὸν Φωκᾶν τελείῳ ἤδη παραδοθῆναι ἀφανισμῷ. τοῦ ἵππου δὲ ἀποσκιρτήσαντος καὶ τὸν κατέχοντα ἀποδράντος καὶ διὰ τῶν στρατευμάτων ἐπιβάτου χωρὶς θέοντος ἀτάκτῳ ῥύμῃ, καὶ τῷ αἵματι πεφυρμένου (Αἰγύπτιον τὸν ἵππον ἐκάλουν), καὶ καταμαθόντες οὗ τινὸς ὁ ἵππος, καὶ νομίσαντες τὸν ἑαυτῶν ἄρχοντα πεπτωκέναι, ἀκόσμως τρέπονται πρὸς φυγήν, κρημνοῖς καὶ Ἅλυϊ τῷ ποταμῷ ῥιπτοῦντες ἑαυτοὺς καὶ ἀκλεῶς 2.433 ἀπολλύμενοι, μηδενὸς ὄντος τοῦ διώκοντος. τοῦτο κατιδὼν ὁ Φωκᾶς ἀπὸ τοῦ λόφου, καὶ θεῖον ἔργον εἶναι τὸ πρᾶγμα, ὥσπερ ἦν εἰκός, ὑποτοπάσας, κάτεισι μετὰ τῶν συνόντων ἐπιδιώκων τοὺς φεύγοντας ὑπ' ἀλλήλων συμπατουμένους καὶ ἀλκῆς ὅλως μὴ με μνημένους, καὶ τοὺς μὲν ἀναιρῶν τοὺς δὲ χειρούμενος. ὁ δὲ Σκληρὸς μετ' ὀλίγον διασωθεὶς φεύγει πρὸς Μαρτυρόπολιν. ἐκεῖ θεν δὲ πρεσβευτὴν ἐκπέμπει τὸν ἑαυτοῦ ἀδελφὸν Κωνσταντῖνον πρὸς Χοσρόην τὸν τῆς Βαβυλῶνος ἄρχοντα, ἐπικουρίαν καὶ συμ μαχίαν αἰτῶν. παρέλκοντος δ' ἐκείνου καὶ μήτε τῇ δόσει συντι θεμένου μήτ'