457
ἀπαναινομένου, καὶ τοῦ Κωνσταντίνου χρονοτρι βοῦντος, ἠναγκάσθη καὶ αὐτὸς ὁ Σκληρὸς μετὰ τῶν συνόντων ἁπάντων πρὸς Χοσρόην φοιτῆσαι. Τῆς δὲ τοῦ Σκληροῦ τροπῆς ἀγγελθείσης τῷ βασιλεῖ διὰ γραμμάτων τοῦ Φωκᾶ, καὶ τῆς εἰς Βαβυλῶνα ἀναχωρήσεως, τοῦτον μὲν ὁ βασιλεὺς ἀποδεξάμενος ἀξίως ἐτίμησε, πρὸς δὲ Χοσρόην τὸν τῆς Βαβυλῶνος ἀμερμουμνῆν πρεσβευτὴν ἐκπέμπει τὸν Βέστην Νικηφόρον τὸν Οὐρανόν, ἱκετεύων μηδεμιᾶς ἐπιστρο φῆς ἀξιῶσαι τὸν ἀποστάτην, μηδὲ θελῆσαι παράδειγμα γενέσθαι τοῖς ὀψιγόνοις φαῦλον, ἀμελήσας μὲν βασιλέως ἀδικουμένου βα σιλεὺς καὶ αὐτὸς ὤν, προσθέμενος δὲ τυράννῳ ἀδίκῳ καὶ ἀπο στάτῃ. ἐνεχείρισε δὲ καὶ γράμματα βασιλικὰ ἐνσεσημασμένα, δι' ὧν συμπαθείας ἁπάσης κακῶν ἠξίου τὸν Σκληρὸν καὶ τοὺς συνόν τας αὐτῷ, εἰ μεταμαθόντες τὸ δέον τόν τε ἑαυτῶν ἐπιγνῶσι δε 2.434 σπότην καὶ πρὸς τὰ οἰκεῖα ὑπονοστήσουσι. διασωθέντος δὲ πρὸς Χοσρόην τοῦ Οὐρανοῦ καὶ τῶν βασιλικῶν φωραθέντων γραμμά των, ὁ Χοσρόης καὶ τὸν πρεσβευτὴν καὶ τὸν Σκληρὸν καὶ πάντας τοὺς σὺν αὐτῷ Ῥωμαίους ὑπονοήσας φρουρᾷ παραδίδωσι. καὶ τούτους μὲν εἶχεν ἡ φρουρά, τῶν δὲ μὴ συνανελθόντων ἀποστα τῶν τῷ Σκληρῷ Λέων μὲν ὁ αἰχμάλωτος καὶ οἱ τοῦ δοῦκα Ἀνδρο νίκου τοῦ Λυδοῦ παῖδες Χριστοφόρος ὁ Ἐπείκτης καὶ Βάρδας ὁ Μογγὸς (ἔφθη γὰρ ἐκεῖνος ἀποθανεῖν) τὸ Ἀρμακούριον καὶ τὴν Πλατεῖαν πέτραν καὶ ἄλλα τινὰ φρούρια ἐρυμνὰ ἐν τῷ θέματι κείμενα τῶν Θρᾳκησίων κατεσχηκότες ἀντεῖχον ἕως ὀγδόης ἰνδι κτιῶνος, καὶ ἐπεκδρομὰς ἐκ τούτων ποιούμενοι τὰ βασιλέως ἐλύ πουν· καὶ οὐ πρὶν ἐπαύσαντο τὰς χώρας λεηλατοῦντες, πρὶν ἂν ἀμνηστίαν εἰληφότες κακῶν διὰ Νικηφόρου πατρικίου τοῦ Παρσακουτηνοῦ τῷ βασιλεῖ προσεχώρησαν. Τότε δὴ καὶ Ἀντώνιος ὁ πατριάρχης, κατὰ τὴν τοῦ Σκλη ροῦ ἀποταξάμενος ἀποστασίαν τῇ ἱερατείᾳ, ἀπεβίω· καὶ χειροτο νεῖται πατριάρχης Νικόλαος ὁ τὴν ἐπωνυμίαν Χρυσοβέργιος, τῆς ἐκκλησίας ἀποιμάντου διατελεσάσης ἐπὶ ἔτη τέσσαρα πρὸς τῷ ἡμί σει. ἐγένετο δὲ καὶ ἔκλειψις ἡλίου περὶ μέσην ἡμέραν, ὡς καὶ ἀστέρας φανῆναι. τῶν δὲ Βουλγάρων ἅμα τῇ τελευτῇ τοῦ βασιλέως Ἰωάννου ἀποστατησάντων, ἄρχειν αὐτῶν προχειρίζονται τέσσαρες ἀδελφοί, ∆αβὶδ Μωϋσῆς Ἀαρὼν καὶ Σαμουήλ, ἑνὸς τῶν παρὰ Βουλγάροις μέγα δυνηθέντων κόμητος ὄντες παῖδες καὶ 2.435 διὰ τοῦτο κομητόπουλοι κατονομαζόμενοι. τῶν γὰρ κατὰ γένος προσηκόντων τῷ Πέτρῳ οἱ μὲν ἄλλοι θανάτῳ διεκόπησαν, Βορίσης δὲ καὶ Ῥωμανὸς οἱ τούτου υἱοὶ εἰς τὴν πόλιν εἰσαχθέντες, ὡς ἐν τοῖς ἔμπροσθεν εἴρηται, ἔμενον ἐν αὐτῇ, ὁ μὲν μάγιστρος παρὰ τοῦ βασιλέως τιμηθεὶς Ἰωάννου, ὁ δὲ Ῥωμανὸς ἐκτμηθεὶς τὰ παιδουργὰ μόρια παρὰ τοῦ παρακοιμωμένου πρότερον Ἰωσήφ. καὶ ἐπεὶ συνέβη τὸν βασιλέα Ἰωάννην ἀποθανεῖν, ἐκεῖθεν ἀποδι δράσκουσι, καὶ τὴν Βουλγαρίαν φθάσαι ἠπείγοντο. καὶ ὁ μὲν Βορίσης τόξῳ βληθεὶς ἐν τῷ διιέναι κατά τινα λόχμην παρά τινος Βουλγάρου νομίσαντος αὐτὸν Ῥωμαῖον εἶναι (ἐνεδέδυτο γὰρ στολὴν Ῥωμαϊκὴν) ἀπόλλυται, Ῥωμανὸς δὲ διασώζεται, καὶ χρόνῳ ὕστερον ἐπάνεισι πάλιν εἰς τὴν βασιλίδα, ὡς ἐν τῷ ἰδίῳ τόπῳ λε λέξεται. τούτων δὲ τῶν τεσσάρων ἀδελφῶν ∆αβὶδ μὲν εὐθὺς ἀπεβίω ἀναιρεθεὶς μέσον Καστορίας καὶ Πρέσπας καὶ τὰς λεγομέ νας Καλὰς δρῦς παρά τινων Βλαχῶν ὁδιτῶν, Μωϋσῆς δὲ τὰς Σέρρας πολιορκῶν λίθῳ ἀπὸ τοῦ τείχους βληθεὶς ἐτελεύτησε· καὶ τὸν Ἀαρὼν δὲ τὰ Ῥωμαίων, ὡς λέγεται, φρονοῦντα ἢ τὴν ἀρχὴν εἰς ἑαυτὸν σφετεριζόμενον ἀνεῖλεν ὁ ἀδελφὸς Σαμουὴλ παγγενεί, κατὰ τὴν ιδʹ τοῦ Ἰουλίου μηνός, ἐν τῇ τοποθεσίᾳ τῆς Ῥαμετανίτζας, μόνου Βλαδοσθλάβου τοῦ καὶ Ἰωάννου διασωθέντος, τοῦ υἱοῦ αὐτοῦ, παρὰ Ῥαδομηροῦ τοῦ καὶ Ῥωμανοῦ, τοῦ υἱοῦ τοῦ Σαμουήλ. καὶ καθίσταται μόναρχος Βουλγαρίας ἁπάσης ὁ Σα μουήλ.
Οὗτος πολεμικὸς ἄνθρωπος ὢν καὶ μηδέποτε εἰδὼς ἠρε μεῖν, τῶν Ῥωμαϊκῶν στρατευμάτων ταῖς πρὸς τὸν Σκληρὸν μάχαις 2.436 ἀσχολουμένων ἀδείας τυχὼν