458
κατέδραμε πᾶσαν τὴν ἑσπέραν, οὐ μόνον Θρᾴκην καὶ Μακεδονίαν καὶ τὰ τῇ Θεσσαλονίκῃ πρόσχωρα, ἀλλὰ καὶ Θετταλίαν καὶ Ἑλλάδα καὶ Πελοπόννησον· καὶ πολλὰ φρούρια παρεστήσατο, ὧν ἦν τὸ κορυφαῖον ἡ Λάρισσα, ἧς τοὺς ἐποίκους μετῴκισεν εἰς τὰ τῆς Βουλγαρίας ἐνδότερα πανεστίους, καὶ τοῖς καταλόγοις τῶν ἑαυτοῦ κατατάξας στρατιωτῶν συμμάχοις ἐχρῆτο κατὰ Ῥωμαίων. μετήγαγε δὲ καὶ τὸ λείψανον τοῦ ἁγίου Ἀχιλλείου, ἐπισκόπου Λαρίσσης χρηματίσαντος ἐπὶ Κωνσταντίνου τοῦ μεγάλου κἀν τῇ μεγάλῃ καὶ πρώτῃ συνόδῳ παρόντος σὺν Ῥη γίνῳ Σκοπέλων καὶ ∆ιοδώρῳ Τρίκκης, καὶ εἰς τὴν Πρέσπαν ἀπέ θετο, ἔνθα ἦσαν αὐτῷ τὰ βασίλεια. Ἀμύνασθαι δὲ τοῦτον ὁ βασιλεὺς τῶν εἰργασμένων γλιχόμε νος, ἐπείπερ ἀπετινάξατο τὰς περὶ τοῦ Σκληροῦ φροντίδας, τὰς Ῥωμαϊκὰς ἀθροίσας δυνάμεις αὐτὸς δι' ἑαυτοῦ εἰσβολὴν ἐν Βουλ γαρίᾳ ἐδόκει ποιήσασθαι, Βάρδαν τὸν Φωκᾶν ἔτι τῶν σχολῶν δομέστικον ὄντα καὶ τοὺς λοιποὺς ἑῴους δυνάστας μηδ' ἀξιώσας λόγου. εἰσερχόμενος δὲ ἐν Βουλγαρίᾳ διὰ τῆς παρὰ τῇ Ῥοδόπῃ καὶ τῷ ποταμῷ Ἕβρῳ, τὸν μάγιστρον Λέοντα τὸν Μελισσηνὸν κατόπιν εἴασε, τὰς δυσχωρίας φυλάττειν προστάξας· αὐτὸς δὲ τὰ μεταξὺ Τριαδίτζης, ἥτις πάλαι Σαρδικὴ ἐπωνόμαστο, στενὰ διελθὼν καὶ τὰς λόχμας, καὶ ἔν τινι τόπῳ Στοπωνίῳ λεγομένῳ γενόμενος, ἔθετο χάρακα, ἐκεῖσέ τε διενοεῖτο πῶς ἂν ἐπιχειρήσῃ τῇ πολιορκίᾳ τῆς Σαρδικῆς. ἠκούετο δὲ καὶ ὁ Σαμουὴλ τὰς κορυ 2.437 φὰς τῶν κύκλωθεν ὀρέων κατέχων (πρὸς φανερὰν γὰρ συμπλοκὴν καὶ ἀγχέμαχον ἐδειλία) καὶ πάντοθεν ἐνεδρεύων, εἴ πως δυνηθείη βλάψαι τοὺς ἐναντίους. ἐν ᾧ δὲ ταῦτα ἐγίνετο καὶ τοιοῦτος ἦν τῷ βασιλεῖ ὁ σκοπός, Στέφανος ὁ δομέστικος τῶν σχολῶν τῆς δύσεως, ὃν διὰ τὸ βραχὺ τῆς ἡλικίας Κοντοστέφανον ἐπωνόμαζον, ἀπεχθέστατος ὢν Λέοντι τῷ Μελισσηνῷ πρόσεισι νυκτὸς ἤδη καταλαβούσης τῷ βασιλεῖ, καὶ ἀναζευγνύειν ὡς τάχιστα παρεκά λει, τὰ ἄλλα λογιζόμενον δεύτερα, καὶ τὴν βασιλίδα καταλαβεῖν, ὡς τοῦ Μελισσηνοῦ ἐποφθαλμιῶντος τῇ βασιλείᾳ κἀκεῖσε ἀπιόν τος ἄρτι σὺν τάχει πολλῷ. ἐθρόησεν ὁ λόγος τὸν βασιλέα, καὶ ἀναζυγὴν εὐθέως ἐκήρυξεν. ὁ δὲ Σαμουὴλ τὴν ἀσύντακτον ἀνα χώρησιν φυγὴν ὡς εἰκὸς εἶναι ὑποτοπάσας, ἐπεισπεσὼν ἀθρόως μετ' ἀλαλαγμοῦ καὶ βοῆς τούς τε Ῥωμαίους κατέπληξε καὶ φυγεῖν ἠνάγκασε, καὶ τὸ στρατόπεδον κατέσχε, καὶ τῆς ἀποσκευῆς ἁπά σης ἐγένετο κύριος καὶ αὐτῆς τῆς βασιλικῆς σκηνῆς καὶ τῶν βασι λικῶν παρασήμων. μόλις δὲ ὁ βασιλεὺς τὰ στενὰ διελθὼν εἰς Φιλιππούπολιν διασώζεται· ἐν ᾗ γενόμενος, καὶ τὸν Μελισσηνὸν ἀμετακίνητον εὑρὼν καὶ τὴν ἐμπιστευθεῖσαν αὐτῷ φυλακὴν ἐπιμε λῶς τηροῦντα, τῷ Κοντοστεφάνῳ ἐλοιδορεῖτο ὡς ψευσαμένῳ καὶ παραιτίῳ γεγονότι τοσούτου κακοῦ. οὗτος δὲ μὴ ἐνεγκὼν πράως τὴν ἐπιτίμησιν, ἀλλ' ἔτι μᾶλλον τραχυνόμενος καὶ δίκαια συμ βουλεῦσαι ἰσχυριζόμενος, ἠνάγκασε τὸν βασιλέα διὰ τὴν ἀναίσχυν 2.438 τον ἰταμότητα ἀναπηδῆσαί τε τοῦ θρόνου, καὶ τῶν τριχῶν αὐτοῦ καὶ τῆς γενειάδος λαβόμενον κατασπάσαι εἰς γῆν. Ἰνδικτιῶνος δὲ ιεʹ, ἔτους #22υδʹ, Ὀκτωβρίῳ μηνὶ ἐγένετο κλόνος μέγας, καὶ κατέπεσον οἰκίαι πολλαὶ καὶ ναοὶ καὶ μέρος τῆς σφαίρας τῆς τοῦ θεοῦ μεγάλης ἐκκλησίας· ὅπερ πάλιν ὁ βασιλεὺς φιλοτίμως ἐπηνωρθώσατο, δαπανήσας εἰς μόνας τὰς μηχανὰς τῆς ἀνόδου, δι' ὧν οἱ τεχνῖται ἱστάμενοι καὶ τὰς ὕλας ἀναγομένας δεχόμενοι ᾠκοδόμουν τὸ πεπτωκός, χρυσίου κεντηνάρια δέκα. Οἱ δὲ τῶν Ῥωμαίων μεγιστᾶνες μηνιῶντες τῷ βασιλεῖ, ὁ μὲν Φωκᾶς Βάρδας καί τινες σὺν αὐτῷ ὅτι περ εἰς Βουλγαρίαν ἐκστρατεύσας ὑπερεῖδεν αὐτούς, μηδ' ἐν Καρὸς λογισάμενος μοίρᾳ, ἄλλοι δὲ καὶ ἄλλοι δι' ἄλλους προπηλακισμούς τε καὶ παροινίας, ὁ δὲ μάγιστρος Εὐστάθιος ὁ Μαλεῗνος διὰ τὸ ἀτίμως ἀπὸ τῆς εἰρη μένης ἐκστρατείας ἀποπεμφθῆναι, συναθροισθέντες ἐν τῷ Χαρ σιανῷ κατὰ τὸν οἶκον τοῦ ῥηθέντος Μαλεΐνου, ιεʹ τοῦ Αὐγούστου μηνός, τῆς ιεʹ ἰνδικτιῶνος, Βάρδαν τὸν Φωκᾶν ἀνεῖπον βασιλέα, διάδημά τε περιθέντες αὐτῷ καὶ