459
τὰ λοιπὰ τῆς βασιλείας γνωρί σματα. τούτου δὲ ἀναγορευθέντος ἠγγέλλετο καὶ ὁ Σκληρὸς ἥκων ἀπὸ Συρίας. καθειρχθεὶς γάρ, ὡς εἴπομεν, παρὰ τοῦ Χοσρόου μετὰ τῶν περὶ αὐτὸν ἐν Βαβυλῶνι ἔμενε τηρούμενος ἐν τῇ φρουρᾷ, πάσης ἐπιμελείας ἐστερημένος καὶ τῇ ἐκ τῆς καθείρξεως κακουχίᾳ καὶ ταῖς τῶν φυλαττόντων παροινίαις τετρυχωμένος· ἐξαίφνης δ' ἐπέλαμψεν αὐτῷ τύχη λαμπρά, καὶ τῆς φυλακῆς ἐκβάλλεται σὺν τοῖς ἀμφ' αὐτὸν παραδόξως. οἵῳ δὲ τρόπῳ τῶν δεσμῶν ἠλευ 2.439 θερώθη, καὶ ὅπως εἰς τὰ Ῥωμαίων ἤθη διεσώθη καὶ ἐπανῆλθεν, ἄπεισι λέξων ὁ λόγος. Τὸ τῶν Περσῶν γένος τὴν ἀρχὴν τῆς βασιλείας ἀφαιρεθὲν ὑπὸ τῶν Σαρακηνῶν ἀεὶ μὲν ἐνεκότει τούτοις καὶ ἐνεδομύχει, καὶ καιρὸν ἐζήτει καὶ μηχανὴν ὅπως τοὺς τὸ κράτος ἔχοντας κατα σπάσῃ καὶ τὴν πάτριον πάλιν ἀναλάβῃ ἀρχήν· ἦν δέ τις ἐν αὐτοῖς ἀνὴρ ἐξ εὐγενοῦς σειρᾶς καταγόμενος, Ἴναργος τοὔνομα, λέγειν τε δεινὸς καὶ ἄλλως πολεμικὸς καὶ δραστήριος ἄνθρωπος. οὗτος τὸν βασιλέα Χοσρόην κατανοήσας ἀνειμένως καὶ φαύλως ἄρχοντα, καὶ νῦν παρεῖναι ὃν ἐζήτουν οἱ Πέρσαι καιρὸν οἰηθείς, ἀνασείει τε τὸ γένος τῶν Ἀχαιμενιδῶν ἅπαν καὶ ἀπόστασιν κινεῖ κατὰ τῶν Σαρακηνῶν. προσλαβόμενος δὲ καὶ μισθοφορικὸν ἀπὸ τῶν ἑῴων Τούρκων ἀμφὶ τὰς εἴκοσι χιλιάδας ἐδῄου καὶ κατέτρεχε τὰ Σαρα κηνῶν, ἄρδην ἀναιρῶν τοὺς ἁλισκομένους καὶ μηδὲ παίδων φειδό μενος. πρὸς τοῦτον ὁ Χοσρόης πολλάκις καὶ διὰ τῶν οἰκείων στρατηγῶν καὶ αὐτὸς δι' ἑαυτοῦ ἀντιπαραταξάμενος ἐν πάσαις ταῖς μάχαις ἡττήθη. ἀπογνοὺς οὖν λοιπὸν καὶ εἰδὼς μὴ ὢν ἱκα νὸς ὅπλα ἀπὸ τοῦδε κινῆσαι κατὰ Περσῶν, τῶν αὐτοῦ στρατευ μάτων πολλάκις κατακοπέντων καὶ μηδ' ὄνομα στεγόντων ἀκοῦσαι Περσῶν, εἰς ἔννοιαν ἔρχεται τῶν ἐν τῇ φρουρᾷ Ῥωμαίων, ἐπιλογισάμενος λίαν ἐμφρόνως ὡς εἰ μή τις τῶν ἐπισήμων ἦν καὶ ἐμφα νῶν ὁ καθειργμένος καὶ κατὰ ψυχὴν καὶ σῶμα γενναίως ἔχων, οὐκ ἂν τοῦ οἰκείου δεσπότου κατεξανέστη καὶ ἐς τόδε ἀνάγκης συνήλασε τοῦτον, καὶ μετὰ ταῦτα φυγὰς καὶ βίον διαντλῶν ἀτυχῆ 2.440 ὑπὸ τοσούτων καὶ τηλικούτων ὡς βασιλεὺς ἀνυμνεῖται. κοινολο γησάμενος μετὰ τῆς ἑαυτοῦ γερουσίας ἐκβάλλει τε τὸν ἄνδρα τοῦ τον καὶ τοὺς σὺν αὐτῷ τῆς φυλακῆς καὶ πάσης ἐπιμελείας κατ αξιοῖ, καὶ τελευταῖον τὴν περὶ τοῦ πολέμου προσφέρει ἀξίωσιν.
Θρυπτομένου δὲ κατ' ἀρχὰς τοῦ Σκληροῦ, καὶ μετ' εἰρωνείας πῶς ἂν δυνηθεῖεν λέγοντος ὅπλα κινῆσαι ἄνδρες ἐν τοσούτῳ καιρῷ καθειργμένοι καὶ κατακόρως μετασχόντες τῶν ἐκ τῆς φρουρᾶς κακοπαθειῶν, ὁ Χοσρόης καὶ πάλιν ἐνέκειτο, καὶ χρήματα λαβεῖν αὐτὸν ἱκέτευεν ἀριθμοῦ διεκπίπτοντα καὶ στρατεύματα πλήθει τε ἄπειρα καὶ λαμπρὰ ταῖς παρασκευαῖς, καὶ στρατηγῆσαι τὸν πόλε μον, καὶ μὴ μνησικακῆσαι τῆς καθείρξεως, ὡς δυναμένου καὶ αὐτοῦ τοῖς μετὰ ταῦτα καλοῖς καὶ ταῖς φιλοφροσύναις ἐπηλυγάσαι τὰ προφθάσαντα κακὰ καὶ τὰς ἐκ τῆς φυλακῆς ἀηδίας. πείθεται τὸ τελευταῖον ὁ Σκληρός, καὶ ἐκτελέσειν ὑπέσχετο τὸ κεκελευσμέ νον. στρατεύματα μέντοι λαβεῖν Ἀράβων ἢ Σαρακηνῶν ἢ ἑτέρων ἐθνῶν τῶν τῷ Χοσρόῃ ὑποκειμένων οὐδ' ὅλως ἠνέσχετο, τὰς δὲ φυλακὰς τῶν ἐν Συρίᾳ πόλεων ἀναζητῆσαι ἠξίωσε, καὶ τοὺς ἐν αὐταῖς κρατουμένους Ῥωμαίους ἐξαγαγεῖν καὶ καθοπλίσαι, μετὰ τούτων καὶ οὐκ ἄλλως λέγων εἶναι δυνατὸν αὐτῷ τὸν πρὸς τοὺς Πέρσας ἀναδέξασθαι πόλεμον. ἐδέξατο ὁ Χοσρόης τὸν λόγον, καὶ αἱ φυλακαὶ ταχὺ ἀνεῴγνυντο, καὶ οἱ ἐν αὐταῖς ἠλευθεροῦντο Ῥω μαῖοι, καὶ συνηθροίσθησαν ἀπὸ τούτων ἄνδρες ὁμοῦ τρισχίλιοι· οὓς εἰς βαλανεῖα ἐκδοὺς καὶ τὸν ἐκ τῆς καθείρξεως ῥύπον ἀπο καθάρας, ἐσθῆσί τε καὶ περιβολαῖς καιναῖς ἀμφιάσας, καὶ ἑκάστῳ 2.441 τὴν προσήκουσαν καὶ ἀρκοῦσαν δοὺς παντευχίαν, ὁδηγοὺς τῆς ὁδοῦ λαβὼν ἔξεισι μετ' αὐτῶν κατὰ τῶν Περσῶν. γενομένης δὲ ἀντιπαρατάξεως, καὶ μετὰ ῥύμης σφοδρᾶς τῶν περὶ τὸν Σκληρὸν ἐπιθεμένων τοῖς Πέρσαις, ἐκεῖνοι τῷ ξένῳ τῆς καθοπλίσεως καὶ τῷ ἀήθει τῆς φωνῆς καὶ τῷ ἀγνώστῳ τῆς παρατάξεως, τὸ δὲ πλέον