460
καὶ τῇ ῥαγδαίᾳ φορᾷ καὶ ῥύμῃ τῶν Ῥωμαίων καταπλαγέν τες τρέπονται κατὰ κράτος καὶ πίπτουσι πανσυδί, ὡς μηδ' ἄγγε λον (τοῦτο δὴ τὸ τοῦ λόγου) περιλειφθῆναι τῆς συμφορᾶς, πε σόντος καὶ αὐτοῦ Ἰνάργου κατὰ τὴν προσβολήν. λείαν δ' ὅτι πολλὴν περιβαλόμενοι καὶ ἵππους συχνοὺς οὐκέθ' ὑποστρέψαι πρὸς Χοσρόην ἔγνωσαν, ἀλλὰ τῆς ἐπὶ Ῥωμαίους ἀγούσης ἁψάμενοι καὶ συντόνῳ χρησάμενοι τῇ ὁδοιπορίᾳ ἔλαθον διαδράντες καὶ εἰς τὰ σφέτερα ἤθη διασωθέντες. ἕτερος δὲ λόγος ἔχει ὡς μετὰ τὴν κατὰ Περσῶν νίκην ἐπανελθόντας ἐδέξατο φιλοφρόνως αὐτοὺς ὁ Χοσρόης, καὶ ἐπεὶ μετ' ὀλίγον τὸ τῆς ζωῆς αὐτὸν ἔφθασε τέλος, ἐπέσκηψε τῷ υἱῷ καὶ ὁμωνύμῳ καὶ μετ' αὐτὸν βασιλεῖ συμμαχίαν δοῦναι τοῖς Ῥωμαίοις καὶ οἴκαδε πέμψαι. καὶ ὁ μὲν Σκληρὸς ἑνὶ τῶν εἰρημένων τρόπων τὴν Ῥωμαίων καταλαμβάνει γῆν, εὑρὼν Βάρδαν τὸν Φωκᾶν ὡς βασιλέα ἀνευφημούμενον, καὶ αὐτὸς ὁμοίως παρὰ τῶν συνόντων ἀνευφημούμενος. Οὕτω δὲ τὰ πράγματα εὑρηκὼς διακείμενα διάφορος ἦν καὶ ποικίλος ταῖς γνώμαις· ἑαυτὸν μὲν γὰρ ἀσθενέστατον ἔκρινεν εἰς τὸ καθ' ἑαυτὸν μόνον συνέχειν καὶ διακρατεῖν τὴν ἀποστασίαν· 2.442 προσχωρῆσαι δὲ τῷ Φωκᾷ ἢ τῷ βασιλεῖ λίαν ἀγεννὲς ᾠήθη καὶ 2.442 ἄνανδρον. πολλὰ γοῦν γνωματεύσας μετὰ τῶν συνόντων, τέλος τὸ μὲν μόνος ἀνευφημεῖσθαι ὡς βασιλεὺς παράβολον καὶ ἀλυσιτε λὲς διὰ τὸ ἀδύνατον ἐλογίζετο, ἑνὶ δὲ προσφοιτῆσαι τῶν δυναστῶν καὶ τοῦ ἑτέρου καταφρονῆσαι κατεγίνωσκε διὰ τὸ τοῦ μέλλοντος ἄδηλον. ἔγνω οὖν κατὰ τὸ δυνατὸν καὶ ἄμφω προσκτήσασθαι τὰς ἀρχάς, ἵν' ἐξ ἀποτυχίας τὴν ἑτέραν ἔχῃ βοηθὸν καὶ συλλή πτορα. γράμματα μὲν οὖν αὐτὸς ἐκπέμπει πρὸς τὸν Φωκᾶν, κοινοπραγίαν ἐξαιτῶν καὶ τῆς βασιλείας διανομήν, εἰ καταγωνί σασθαι δυνηθεῖεν τὸν βασιλέα. λάθρᾳ δὲ Ῥωμανὸν τὸν υἱὸν ἐκπέμπει πρὸς τὸν βασιλέα ὡς τάχα αὐτομολήσαντα, λίαν ἐντρε χῶς λογισάμενός τε καὶ κρίνας, ἵν' εἰ μὲν ὁ Φωκᾶς ὑπερέχῃ, αὐ τὸς εἴη σωτὴρ τοῦ παιδός, εἰ δ' ἐπικρατέστερα τὰ τοῦ βασιλέως ὑπάρξει, αὐτὸς δι' ἐκείνου παραιτηθεὶς τοῦ κινδύνου ῥυσθείη. καὶ ὁ μὲν Ῥωμανὸς δόκησιν φυγῆς παρασχὼν ἄπεισι πρὸς τὸν βασιλέα· ὃν οὗτος φιλοφρόνως ἄγαν δεξάμενος καὶ περιχαρῶς μάγιστρόν τε εὐθέως ἐτίμησε καὶ συμβούλῳ διὰ παντὸς ἐν τοῖς πολέμοις ἐχρῆτο. καὶ γὰρ δὴ μετὰ τὴν εἰς Συρίαν ὑποχώρησιν τοῦ Σκληροῦ τῶν φροντίδων ὁ βασιλεὺς ἀπαλλαγεὶς καὶ τῶν διοι κήσεων ἁπτόμενος ἀνδρικώτερον, ἐπεὶ ἔγνω τὸν παρακοιμώμενον μὴ ἀρεσκόμενον τοῖς δρωμένοις ἀλλ' ὑποτονθορύζοντα καὶ δεινὰ δράσειν, εἰ καιροῦ λάβοιτο, ἐλπιζόμενον, τοῦτον μὲν κατάγει τῆς 2.443 ἐξουσίας καὶ οἴκοι μένειν προστάττει, αὖθις δὲ μὴ ἠρεμοῦντα ὁρῶν ἀλλ' ἀεὶ μελετῶντα ἀλλόκοτα καὶ τὴν προτέραν ἀπειληφέναι σπεύδοντα ἐξουσίαν ὑπερόριον ἀνὰ τὸ Στενὸν τίθησιν, ἀφελόμενος καὶ τὰ πλείω τῆς οὐσίας αὐτοῦ, ὡς μὴ κεχορηγημένην ἔχων ὕλην φθάσαι τι δρᾶσαι τῶν ἀνηκέστων· αὐτὸς δὲ τῆς ἐξ αὐτοῦ μονω θεὶς συμβουλῆς, καὶ φίλων δεόμενος καὶ συνεργῶν ἐν ταῖς περι στάσεσι, τότε γνησίως τὸν Ῥωμανὸν προσεδέξατο, ἄνδρα εἰδὼς ἐντρεχῆ καὶ δραστήριον καὶ τὰ πολεμικὰ ἱκανώτατον. Βάρδας δὲ ὁ Φωκᾶς ὡς τὴν τοῦ Σκληροῦ ἐπάνοδον προσαγ γελθεῖσαν ἐπύθετο, γράμματά τε ἐκπέμπει αὐτὰ ἐκεῖνα δηλοῦντα τὰ ἐκείνῳ πρὸς τρόπου, καὶ ὅρκοις ἐπιστοῦτο τὰς ὑποσχέσεις, "εἰ τῶν ἠλπισμένων τύχωμεν" λέγων, "σὺ μὲν ἄρξεις Ἀντιοχείας καὶ Φοινίκης καὶ Κοίλης Συρίας καὶ Παλαιστίνης καὶ Μεσοποτα μίας, ἐγὼ δὲ ἄρχων ἔσομαι τῆς βασιλίδος αὐτῆς καὶ τῶν ὑπολοί πων ἐθνῶν." δεξάμενος δὲ περιχαρῶς ὁ Σκληρὸς τοὺς λόγους, καὶ τοῖς ὅρκοις θαρρήσας, ἄπεισιν ἐν Καππαδοκίᾳ πρὸς τὸν Φω κᾶν ὡς τάχα πληρώσων τὴν κοινοπραγίαν. ἐκεῖνος δὲ τοῦτον ἔνδον τῆς σαγήνης λαβὼν ἀπαμφιέννυσί τε τὰ τῆς βασιλείας πα ράσημα καὶ εἰς τὸ φρούριον τὸ Τυροποιὸν ἐκπέμπει, φρουρὰν οὐκ ἀγεννῆ περιστήσας αὐτῷ. αὐτὸς δὲ μέρος τοῦ στρατοῦ παρα σχὼν Καλοκυρῷ πατρικίῳ τῷ ∆ελφηνᾷ ἐκπέμπει κατὰ τὴν ἀντί πορθμον τῇ βασιλίδι Χρυσόπολιν. τὸ δὲ λοιπὸν