461
ἅπαν τῆς στρα 2.444 τιᾶς ἄγων μεθ' ἑαυτοῦ κάτεισιν εἰς Ἄβυδον, ἐλπίσας οὕτω κατ εχομένων τῶν στενῶν πεπιεσμένους ἐνδείᾳ παραστήσεσθαι τοὺς πολίτας. ὁ δὲ βασιλεὺς πολλὰ παρακαλέσας τὸν ∆ελφινᾶν ἀπανα στῆναι τῆς Χρυσοπόλεως καὶ μὴ ἀντιμέτωπον τῇ βασιλίδι ποιεῖ σθαι στρατοπεδείαν, ὡς οὐκ ἔπειθε, πλοῖα παρασκευάσας νυκτὸς καὶ τούτοις ἐμβιβάσας Ῥώς (ἔτυχε γὰρ συμμαχίαν προσκαλεσά μενος ἐξ αὐτῶν, καὶ κηδεστὴν ποιησάμενος τὸν ἄρχοντα τούτων Βλαδιμηρὸν ἐπὶ τῇ ἑαυτοῦ ἀδελφῇ Ἄννῃ), περαιωθεὶς μετ' αὐτῶν ἀνοήτως ἐπιτίθεται τοῖς ἐχθροῖς καὶ ῥᾷον χειροῦται. τὸν μὲν οὖν ∆ελφινᾶν ἐπὶ ξύλου κρεμᾷ κατ' ἐκεῖνον τὸν τόπον ἔνθαπερ εἶχε τὴν σκηνὴν πεπηγμένην, τὸν δὲ ἀδελφὸν τοῦ Φωκᾶ Νικηφόρον τὸν τυφλὸν φρουρᾷ παραδίδωσι, καὶ τοῖς λοιποῖς τοῖς ἁλοῦσι ποινὰς ἐπιθεὶς τὰς δοκούσας ὑπέστρεψεν εἰς τὴν βασιλίδα. Ὁ δὲ Φωκᾶς τὴν Ἄβυδον καταλαβὼν ἐπιμελῶς ἐπολιόρκει, ῥωμαλέως ὑφισταμένων καὶ τῶν ἔνδον τὴν πολιορκίαν, τοῦ δρουγ γαρίου τῶν πλωΐμων Κυριακοῦ προεκπεμφθέντος παρὰ τοῦ βασι λέως καὶ τοὺς ἔνδον παραθαρρύνοντος. μετὰ μικρὸν δὲ ἐπεραιώθη καὶ Κωνσταντῖνος ὁ τοῦ βασιλέως ἀδελφός, κατόπιν δ' ἀφίκετο καὶ αὐτὸς ὁ βασιλεύς· ὧν περαιωθέντων ὁ Φωκᾶς μέρος μὲν τῆς στρατιᾶς προσεδρεύειν ἐπέταξε τῇ τῆς Ἀβύδου πολιορκίᾳ, αὐτὸς δὲ τοῖς λοιποῖς τοῦ στρατοῦ ἀντιπαρατάττεται τοῖς βασιλεῦσι. καὶ μελλούσης ἤδη ἀρχὴν λαμβάνειν τῆς μάχης ὁ Φωκᾶς τοῦ ζῆν ἀγεννῶς τὸ γενναίως ἀποθανεῖν εὐγενῶς προκρίνας, τὸν βασιλέα θεασάμενος πόρρωθεν τῇδε κἀκεῖσε καθιππαζόμενον καὶ τὰς τῶν 2.445 οἰκείων διακοσμοῦντα τάξεις καὶ παραθαρρύνοντα, καὶ πρὸς ἑαυ τὸν λογισάμενος ὡς εἰ τούτου ἐπιτυχὴς γένηται, ῥᾷον ἂν καὶ τοὺς λοιποὺς καταγωνιεῖται, τὸν ἵππον μυωπίσας ῥαγδαίως ἵκετο κατ' αὐτοῦ, τὰς ἐναντίας φάλαγγας διακόπτων καὶ ἀνυπόστατος τοῖς πᾶσι φαινόμενος. ἤδη δὲ τῷ βασιλεῖ προσεγγίζων εὐθὺς ὑποστρέ φει καὶ εἴς τινα λόφον ἄνεισι, καὶ τοῦ ἵππου ἀποβὰς καὶ πρὸς γῆν ἐκτείνας ἑαυτὸν ἀπέλιπε τὴν ζωήν, εἴτε παρά του τῶν στρατιωτῶν ἐν τῷ ἀτάκτως φέρεσθαι καιρίαν τυπείς, εἴτε καὶ ἄλλως ἀπὸ σω ματικῆς ἀταξίας κατεργασθείς· πληγὴν μέντοι οὐδ' ὅλως εὑρέθη ἐν τῷ σώματι ἔχων, καὶ διὰ τοῦτο ὁ λέγων λόγος δηλητηρίῳ αὐ τὸν ἀναιρεθῆναι κρατεῖ. φέρεται γὰρ ὅτι Συμεὼν ὁ πιστικώτα τος τῶν θεραπόντων αὐτοῦ, δώροις ὑπὸ βασιλέως ἀναπεισθείς, φαρμάκῳ τοῦτον ἀπέκτεινεν. εἰώθει γὰρ ὁ Φωκᾶς ἐν τῷ πολέμῳ ὕδατος ψυχροῦ πρὸ τῆς συμπλοκῆς ἀπογεύεσθαι· ὃ κἀν ταύτῃ τῇ συμβολῇ ποιήσας ἔλαθε συγκαταπιὼν τῷ ὕδατι καὶ τὸ δηλητή ριον. ἐπὶ πολὺν δὲ χρόνον ἐν τῷ λόφῳ κειμένου τοῦ Φωκᾶ ᾤοντο πάντες διά τινα σωματικὴν μαλακίαν ἀναπαύσει μικρᾷ ἑαυτὸν ἐκ δεδωκέναι· ὡς δὲ ἐχρόνιζε κείμενος καὶ προσελθών τις νεκρὸν αὐ τὸν εὗρε καὶ ἄναυδον καὶ διεγνώσθη τοῖς πᾶσιν ὁ τούτου θάνατος, οἱ μὲν ἀποστάται εὐθὺς εἰς φυγὴν ὥρμησαν, τὰ δὲ τοῦ βασιλέως ἐπερρώσθη στρατεύματα, καὶ ἐδίωκον ἀμεταστρεπτί, καὶ ζω γροῦνται μὲν Λέων καὶ Θεόγνωστος οἱ Μελισσηνοί, Θεοδόσιος ὁ Μεσανύκτης καὶ ἄλλοι πολλοί. οὓς μεθ' ἑαυτοῦ ὁ βασιλεὺς εἰς 2.446 τὴν πόλιν εἰσαγαγὼν διὰ μέσης ἐθριάμβευσε τῆς ἀγορᾶς ὄνοις ἐφεζομένους, μόνου φεισάμενος Λέοντος τοῦ Μελισσηνοῦ. λέγε ται γὰρ οὗτος ἐπὶ τῆς παρατάξεως τῷ οἰκείῳ ἀδελφῷ Θεογνώστῳ, ἐπιχλευάζοντι τοὺς βασιλεῖς καὶ ὕβρεις ἀπρεπεῖς ἐς αὐτοὺς ἀπορ ριπτοῦντι, ἐπιτιμῆσαί τε μετὰ δακρύων πολλά, καὶ παρακαλέσαι παύσασθαι τῆς ἀθυροστομίας καὶ μὴ ἀναιδῶς ἐνυβρίζειν εἰς τοὺς οἰκείους δεσπότας, ἐπεὶ δὲ μὴ ἔπειθε, καὶ τὸν σειρομάστην ἐκ τείνας δοῦναι τούτῳ πολλάς, ὥστε καὶ τὸν βασιλέα θεωρὸν ὄντα τῶν γινομένων ἀνειπεῖν πρὸς τοὺς παρόντας "ἴδετε, ὦ οὗτοι, ἀφ' ἑνὸς ξύλου καὶ σταυρὸν καὶ πτύον." διὰ ταύτην οὖν τὴν αἰτίαν λέγεται τῷ Λέοντι συγχωρηθῆναι τὸν θρίαμβον. Ἄρτι δὲ τοῦ Φωκᾶ ἀποθανόντος κατὰ τὸν Ἀπρίλλιον μῆνα τῆς δευτέρας ἰνδικτιῶνος τοῦ #22υζʹ ἔτους, καὶ τῆς κατ' αὐτὸν ἀποστασίας διαλυθείσης,