462
ἀδείας λαβόμενος ὁ Σκληρὸς πάλιν ἀνε λάμβανεν ἑαυτὸν καὶ τὴν προτέραν ἐσωμάσκει ἀποστασίαν. ὅπερ πυθόμενος ὁ βασιλεὺς γράμμασι παρῄνει κόρον λαβεῖν τῆς τῶν Χριστιανικῶν χύσεως αἱμάτων, ἄνθρωπον καὶ αὐτὸν ὄντα καὶ θά νατον προσδεχόμενον καὶ κρίσιν, καὶ ὀψέ ποτε μεταμαθεῖν τὸ συμφέρον, καὶ τὸν ἐκ θεοῦ δεδομένον ἄρχοντα ἐπιγνῶναι. τού τοις δὲ τοῖς γράμμασι μαλαχθεὶς ἐκεῖνος, καὶ πίστεις λαβὼν ὡς οὐδὲν ὑποστήσεται φλαῦρον, κατατίθεται τὰ ὅπλα καὶ τῷ βασιλεῖ σπένδεται, κουροπαλάτης τιμηθείς. οὐ μέντοι γε καὶ ὀφθαλμοῖς τὸν βασιλέα θεάσασθαι ἠξιώθη· κατὰ γὰρ τὴν ὁδὸν ἀ̣̣ασ̣̣ 2.447 πληγεὶς τὴν ὁρατικὴν ἀπέβαλεν αἴσθησιν καὶ τυφλὸς εἰσήχθη πρὸς βασιλέα. ὃν χειραγωγούμενον ἐκεῖνος θεασάμενός φησι πρὸς τοὺς παρόντας "ὃν ἐφοβούμην καὶ ἔτρεμον, χειραγωγούμενος ἔρχεται." Ἀπολυθεὶς δὲ τῶν ἐμφυλίων πολέμων καὶ φροντίδων ὁ βα σιλεύς, πῶς ἂν διάθηται τὰ κατὰ τὸν Σαμουὴλ ἐσκόπει καὶ τοὺς λοιποὺς τοπάρχας, οἵτινες ταῖς ἀποστασίαις ἐνασχολουμένου ἄδειαν εἰληφότες οὐ μικρὰ τὰς τῶν Ῥωμαίων ἐπικρατείας ἐλύπησαν. ἔξεισιν οὖν εἰς τἀπὶ Θρᾴκης καὶ Μακεδονίας χωρία, καὶ κάτεισιν εἰς Θεσσαλονίκην, ἀποδώσων τὰ εὐχαριστήρια τῷ μεγαλομάρτυρι ∆ημητρίῳ· ἐκεῖσέ τε Γρηγόριον μάγιστρον τὸν Ταρωνίτην ἄρχειν λιπών, δοὺς αὐτῷ καὶ στρατὸν ἀξιόμαχον ἐφ' ᾧ εἴργειν καὶ ἀνα κόπτειν τὰς ἐπιδρομὰς τοῦ Σαμουήλ, αὐτὸς ὑποστρέψας κἀν τῇ βασιλίδι γενόμενος ἄνεισιν εἰς Ἰβηρίαν· ἤδη γὰρ καὶ ὁ κουροπα λάτης ἐτεθνήκει ∆αβίδ, κληρονόμον τῶν αὐτῷ προσηκόντων γρά ψας τὸν βασιλέα. ἐκεῖσε δὲ γενόμενος, καὶ τὴν δοθεῖσαν αὐτῷ κληρονομίαν καταστησάμενος, καὶ τὸν τοῦ κουροπαλάτου ∆αβὶδ Γεώργιον τὸν τῆς ἐνδοτέρω Ἰβηρίας ἄρχοντα τοῖς οἰκείοις ἀρκεῖσθαι πείσας καὶ μὴ ἐπιβαίνειν τοῖς ἀλλοτρίοις, σπεισάμενός τε αὐτῷ καὶ ὅμηρον εἰληφὼς τὸν τούτου υἱόν, ἄπεισιν εἰς Φοινίκην, ἔχων μεθ' ἑαυτοῦ καὶ τοὺς ἐν τῇ κατ' αὐτὸν Ἰβηρίᾳ κατὰ γένος πρωτεύοντας, ὧν ἦσαν κορυφαῖοι ὁ Πακουριάνος καὶ Φεβδάτος καὶ Φέρσης οἱ αὐτάδελφοι, οὓς καὶ εἰς τὸν τῶν πατρικίων ἀνεβί 2.448 βασε θῶκον. ἐν Φοινίκῃ δὲ γενόμενος, καὶ τὸν Τριπόλεως ἀμη ρᾶν καὶ τὸν ∆αμασκοῦ καὶ Τύρου καὶ Βηρύτου (οὗτοι γὰρ πρὸ ὀλίγου ὁμονοήσαντες καὶ ὅπλα κατὰ τῆς Ἀντιοχείας κινήσαντες, τοῦ βασιλέως τῷ πρὸς τὸν Φωκᾶν πολέμῳ σχολάζοντος, ∆αμια νόν τε τὸν πατρίκιον ὃς ἦρχεν Ἀντιοχείας πολέμῳ συμβαλόντα τούτοις ἀνεῖλον καὶ κίνδυνον οὐ μικρὸν τῇ πόλει ἐπέσειον) ὡς ἐνῆν ἀσφαλισάμενος μένειν τῇ δουλώσει Ῥωμαίων, καὶ ὅμηρα λαβὼν ἐπαναζευγνύει πρὸς τὸ Βυζάντιον. ∆ιιόντα δὲ τοῦτον ἐκ Καππαδοκίας Εὐστάθιος μάγιστρος ὁ Μαλεῗνος ἐν τοῖς οἰκείοις ὑπεδέξατο πανστρατί, πᾶσαν αὐτῷ τε καὶ τῷ στρατεύματι ἀφθόνως παρεσχηκὼς χορηγίαν· ὃν ὡς τάχα ἀπο δεξάμενος καὶ ἐπαινέσας καὶ μετ' αὐτοῦ προσλαβόμενος εἰς τὴν βασιλίδα ἔκτοτε ὑποστρέψαι οὐ συνεχώρησεν, ἀλλὰ χορηγῶν αὐτῷ δαψιλῶς τὰ πρὸς τὴν χρείαν καὶ ὥσπερ τι θηρίον τρέφων ἔν τινι σηκῷ κατεῖχεν, ἕως αὐτὸν καὶ τὸ πέρας τοῦ βίου κατέλαβε. τού του δὲ ἀποθανόντος ἡ κτῆσις αὐτοῦ πᾶσα δεδημοσίευτο. ἔγραψε δὲ καὶ νόμον ὁ βασιλεὺς εἴργοντα τοὺς δυνατοὺς ἐν ὁμάδι χωρίων αὐξάνεσθαι. τοῦτο δὲ καὶ πρὸ αὐτοῦ Κωνσταντῖνος ὁ πορφυρο γέννητος, ὁ πατροπάτωρ τοῦ βασιλέως, καὶ Ῥωμανὸς ὁ ἐκείνου πενθερὸς ἐποιήσαντο. Νικολάου δὲ τοῦ Χρυσοβέργη ἐπὶ χρόνους ιβʹ καὶ μῆνας ηʹ τὴν ἐκκλησίαν ἰθύναντος καὶ καταλύσαντος τὴν ζωήν, χειροτονεῖ ται Σισίνιος μάγιστρος, ἀνὴρ ἐλλόγιμος καὶ ἰατρικῆς τέχνης ἥκων 2.449 εἰς τὸ ἀκρότατον, ἐν ἔτει #22φγʹ, ἰνδικτιῶνος ηʹ· ὅστις καὶ τοὺς διακρινομένους ἥνωσε διὰ τὴν τετραγαμίαν. καὶ οὗτος ἐπὶ τρεῖς μόνους ἐνιαυτοὺς τὴν ἐκκλησίαν ποιμάνας ἐξέστη τῆς ζωῆς, καὶ προεβλήθη Σέργιος ἡγούμενος ὢν τῆς μονῆς τοῦ Μανουὴλ καὶ τὸ γένος ἀναφέρων πρὸς Φώτιον τὸν πατριάρχην.