463
Τοῦ δὲ Σαμουὴλ ἐκστρατεύσαντος κατὰ Θεσσαλονίκης, καὶ τὸ μὲν ἄλλο πλῆθος εἰς λόχους καὶ ἐνέδρας διαμερίσαντος, ὀλίγους δέ τινας εἰς ἐκδρομὴν ἄχρι Θεσσαλονίκης αὐτῆς πεπομφότος, ἐπι γνοὺς τὴν ἔφοδον ὁ δοὺξ Γρηγόριος τὸν μὲν οἰκεῖον υἱὸν Ἀσώτην ἔπεμψεν ἰδεῖν καὶ κατασκοπῆσαι τὸ πλῆθος καὶ αὐτῷ γνῶσιν δοῦ ναι, αὐτὸς δὲ ὄπισθεν εἵπετο. ὁ δὲ ἐξελθὼν καὶ τοῖς προδρόμοις συμπλακεὶς καὶ τρεψάμενος ἔλαθεν εἰς μέσους τοὺς λόχους περι ληφθείς. τοῦτο ὡς ὁ Γρηγόριος ἔμαθεν, ἐβοήθει διὰ ταχέων τὸν παῖδα τῆς αἰχμαλωσίας γλιχόμενος ἐκλυτρώσασθαι· ἀλλὰ καὶ αὐ τὸς κυκλωθεὶς ὑπὸ τῶν Βουλγάρων καὶ γενναίως καὶ ἡρωϊκῶς ἀγωνισάμενος ἔπεσεν. ἀγγελθείσης δὲ τῷ βασιλεῖ τῆς τοῦ δουκὸς ἀναιρέσεως πέμπεται πάσης δύσεως ἄρχων ὁ μάγιστρος Νικηφόρος ὁ Οὐρανός· ἔφθασε γὰρ καὶ οὗτος τὴν ἐκ Βαβυλῶνος φυγὴν ὠνησάμενος καὶ τὴν βασιλίδα καταλαβών. ὅστις ἐν Θεσσαλονίκῃ γενόμενος, ἐπεὶ ἔγνω τὸν Σαμουὴλ τῇ τοῦ δουκὸς Γρηγορίου τοῦ Ταρωνίτου σφαγῇ καὶ τῇ ἁλώσει τοῦ υἱοῦ αὐτοῦ ἐπαιρόμενον, καὶ διὰ τοῦτο τά τε Θετταλικὰ διαβάντα τέμπη καὶ τὸν Πηνειὸν πε ραιωσάμενον ποταμόν, Θετταλίαν τε καὶ Βοιωτίαν καὶ Ἀττικὴν 2.450 εἰσβαλόντα τε καὶ ἐν Πελοποννήσῳ διὰ τοῦ ἐν Κορίνθῳ ἰσθμοῦ, καὶ πάντα ταῦτα δῃοῦντα καὶ ληϊζόμενον, ἄρας καὶ αὐτὸς μετὰ τῶν περὶ αὐτὸν στρατευμάτων καὶ τὰς ὑπωρείας διελθὼν τοῦ Ὀλύμπου καὶ ἐν Λαρίσσῃ γενόμενος, κἀκεῖσε λιπὼν τὴν ἀποσκευὴν καὶ εὔζωνον λαβὼν τὸν στρατόν, τὴν Θετταλίαν ὁδοιπορίᾳ συν τόνῳ διελθὼν καὶ τὸ τῆς Φαρσαλίας πεδίον καὶ τὸν Ἀπιδανὸν διαβὰς ποταμόν, κατὰ τὸ χεῖλος τοῦ Σπερχειοῦ ποταμοῦ πήγνυσι τὴν στρατοπεδείαν, εἰς τὴν περαίαν καὶ αὐτοῦ τοῦ Σαμουὴλ αὐλι ζομένου· ὄμβρων γὰρ ἀπλέτων ὑσθέντων ἐξ οὐρανοῦ, καὶ τοῦ ποτα μοῦ πλημμυροῦντος καὶ πελαγίζοντος, ἀπέγνωστο τὸ νῦν ἔχον ἡ συμ πλοκή. ἀλλ' ὁ μάγιστρος ἄνω καὶ κάτω τὸν ποταμὸν περισκοπήσας, καί τινα τόπον εὑρὼν δι' οὗ ᾠήθη δυνατὸν ἔσεσθαι τούτῳ περαιω θῆναι, ἀγείρας νυκτὸς τὸν στρατὸν περαιοῦται τὸν ποταμὸν καὶ τοῖς περὶ τὸν Σαμουὴλ ἀμερίμνως καθεύδουσιν ἐπιτίθεται· καὶ σφάζονται μὲν ἀριθμοῦ κρείττους, μηδενὸς πρὸς ἀλκὴν ἀπιδεῖν τολμήσαντος, ἐπλήγη δὲ καὶ αὐτὸς ὁ Σαμουὴλ καὶ ὁ τούτου υἱὸς ὁ Ῥωμανὸς βαθείαις πληγαῖς. καὶ ἑάλωσαν ἄν, εἰ μὴ τοῖς νεκροῖς συμμίξαντες ἑαυτοὺς ἔκειντο ὡς τεθνεῶτες, καὶ νυκτὸς ἐπιγενο μένης ἔλαθον διαδράντες εἰς τὰ ὄρη τῶν Αἰτωλῶν, κἀκεῖθεν διὰ τῶν κορυφῶν τῶν τοιούτων ὀρέων διελθόντες τὸν Πίνδον διεσώ θησαν ἐν Βουλγαρίᾳ. ὁ δὲ μάγιστρος τοὺς αἰχμαλώτους Ῥω μαίους ἐλευθερώσας, σκυλεύσας δὲ καὶ τοὺς πεσόντας Βουλγά ρους, διαρπάσας δὲ καὶ τὸ τῶν πολεμίων στρατόπεδον καὶ πλοῦ τον ὅτι πλεῖστον περιβαλόμενος, σὺν τῇ στρατιᾷ ἐπανέζευξεν εἰς Θεσσαλονίκην. 2.451 Ὁ Σαμουὴλ δὲ πρὸς τὰ οἰκεῖα ἀνασωθεὶς γαμβρὸν ἄγεται ἐπὶ τῇ αὐτοῦ θυγατρὶ Ἀσώτην τὸν τοῦ Ταρωνίτου υἱόν, τῶν δεσμῶν ἐλευθερώσας· πρὸς τοῦτον γὰρ ἡ παῖς ἐρωτικῶς διατε θεῖσα ἐξάξειν ἑαυτὴν ἠπείλει, εἰ μὴ νομίμως αὐτῷ συναφθείη. ἐκτελέσας δὲ τοὺς γάμους ἐκπέμπει μετ' αὐτῆς τοῦτον εἰς τὸ ∆υρ ράχιον, ἐπὶ φυλακῇ τάχα τῆς χώρας· ὁ δὲ ἐκεῖσε γενόμενος καὶ τῇ συζύγῳ κοινολογησάμενος καὶ πείσας φεύγει μετ' αὐτῆς εἰς τὰς ἐν τῷ τόπῳ φυλακῆς χάριν παραπλεούσας Ῥωμαϊκὰς τριήρεις, καὶ δι' αὐτῶν εἰς τὸν βασιλέα ἀνασώζεται, τιμηθεὶς μάγιστρος καὶ ἡ τούτου σύζυγος ζωστή. διεκόμισε δὲ οὗτος καὶ γράμματα δυνάστου τινός, ἑνὸς τῶν ἐν τῷ ∆υρραχίῳ, Χρυσηλίου τοὔνομα, ὑπισχνουμένου παραδοῦναι τὴν τοῦ ∆υρραχίου πόλιν τῷ βασιλεῖ, εἰ τιμηθείη αὐτός τε καὶ οἱ δύο υἱοὶ αὐτοῦ πατρίκιοι. γράμμασι δὲ τοῦ βασιλέως ἐπιτελεῖς τὰς ὑποσχέσεις ποιῆσαι βεβαιώσαντος, προεδόθη τὸ ∆υρράχιον Εὐσταθίῳ πατρικίῳ τῷ ∆αφνομήλῃ, καὶ οἱ τοῦ Χρυσηλίου υἱοὶ τετίμηντο πατρίκιοι, ἐκείνου φθάσαντος καταστρέψαι τὴν ζωήν. Τούτῳ τῷ χρόνῳ Παῦλος μάγιστρος ὁ Βωβός, ἀνὴρ τῶν ἐν Θεσσαλονίκῃ τὰ πρῶτα, καὶ Μαλακηνὸς πρωτοσπαθάριος ἐπὶ