464
συνέσει καὶ λόγῳ ἐμπρέπων, διαβληθέντες ὡς τὰ Βουλγάρων φρο νοῦντες μετῳκίσθησαν, ὁ μὲν Παῦλος εἰς τὴν ἐν Θρᾳκησίῳ πε διάδα, ὁ δὲ Μαλακηνὸς εἰς Βυζάντιον. τοῦτο παθεῖν φοβηθέν τες καί τινες τῶν ἐκ τῆς Ἀδριανουπόλεως ἰλλούστριοι καὶ στρατη 2.452 γικαῖς ἀρχαῖς διαπρέψαντες διὰ τὸ ὑποπτεύεσθαι τῷ Σαμουὴλ προσερρύησαν, ὁ μὲν Βατάτζης πανοικί, μόνος δὲ Βασίλειος ὁ Γλαβᾶς· οὗ τὸν υἱὸν ὁ βασιλεὺς καθεῖρξε καὶ ἐπὶ τρεῖς ὅλους ἐνιαυτοὺς κατεῖχεν, εἶτα ἀπέλυσε. τότε καὶ τῷ ἄρχοντι Βενετίας γυναῖκα νόμιμον ἔδωκεν ὁ βασιλεὺς τὴν θυγατέρα τοῦ Ἀργυροῦ, ἀδελφὴν δὲ Ῥωμανοῦ τοῦ μετὰ ταῦτα βασιλεύσαντος, τὸ ἔθνος οὕτως ὑποποιούμενος. ἐποιήσατο δὲ καὶ εἰσβολὴν ἐν Βουλγαρίᾳ διὰ Φιλιππουπόλεως ὁ βασιλεύς, ταύτην φρουρεῖν τάξας τὸν πα τρίκιον Θεοδωροκάνον. καὶ πολλὰ τῶν ἐν Τριαδίτζῃ φρουρίων καταστρεψάμενος ἐπανῆλθεν εἰς Μοσυνόπολιν. Τῷ δὲ #22φηʹ ἔτει, ἰνδικτιῶνος ιγʹ, δύναμιν βαρεῖαν ἐκπέμ ψας ὁ βασιλεὺς κατὰ τῶν πέραν τοῦ Αἵμου Βουλγαρικῶν κάστρων, ἀρχηγοὺς ἔχουσαν τὸν πατρίκιον Θεοδωροκάνον καὶ Νικηφόρον πρωτοσπαθάριον τὸν Ξιφίαν, τήν τε μεγάλην εἷλε Περσθλάβαν καὶ τὴν μικρὰν καὶ τὴν Πλίσκοβαν, καὶ ἀσινὴς καὶ τροπαιοῦχος ἡ Ῥωμαϊκὴ ὑπενόστησε δύναμις. Τῷ δ' ἐπιόντι πάλιν ἔτει ἄπεισι κατὰ Βουλγάρων ὁ βασι λεὺς διὰ Θεσσαλονίκης, καὶ προσερρύη αὐτῷ ∆οβρομηρὸς ὁ τῆς Βερροίας κατάρχων, παραδοὺς καὶ τὴν πόλιν τῷ βασιλεῖ καὶ ἀνθύ πατος τιμηθείς. ὁ δὲ τὰ Σέρβια φυλάττων Νικόλαος, ὃν Νι κολιτζᾶν ὑποκοριζόμενοι διὰ τὸ βραχὺ τῆς ἡλικίας ἐκάλουν, ἐκθύ μως ἀντεῖχε καὶ τὴν ἐπενηνεγμένην αὐτῷ γεγηθότως ὑπέφερε πο 2.453 λιορκίαν. φιλοτίμως δὲ τοῦ βασιλέως χρησαμένου αὐτῇ ἑάλω τὸ φρούριον καὶ αὐτὸς ὁ Νικολιτζᾶς· καὶ μετοικίσας ἐκεῖθεν τοὺς Βουλγάρους ὁ βασιλεὺς Ῥωμαίους φυλάττειν ἐπέστησε. καὶ ταῦτα δράσας ἐπάνεισι πρὸς τὴν βασιλίδα, ἐπαγόμενος μεθ' ἑαυτοῦ καὶ τὸν Νικολιτζᾶν, ὃν καὶ πατρικιότητι ἐτίμησεν. ἀλλ' ἀβεβαίου γνώμης οὗτος τυχών, ἐκεῖθεν ἀποδράς, ἔλαθεν ἀνασωθεὶς πρὸς τὸν Σαμουήλ, καὶ μετ' αὐτοῦ ἐλθὼν ἐπολιόρκει τὰ Σέρβια. ἀλλὰ πάλιν ὁ βασιλεὺς ὀξὺς ἐπιφανεὶς τὴν τῆς πόλεως ἔλυσε πολιορκίαν, δρασμῷ χρησαμένου τοῦ Νικολιτζᾶ σὺν τῷ Σαμουήλ. ἀλλ' οὐκ εἰς τέλος διέδρα ὁ ἄπιστος· λόχῳ γάρ τινι Ῥωμαϊκῷ περιπεσὼν συνελήφθη, καὶ πρὸς τὸν βασιλέα δέσμιος ἀχθεὶς εἰς φυλακὴν ἐνεβλήθη ἐν Κωνσταντινουπόλει πεμφθείς. ὁ δὲ βασιλεὺς ἐλθὼν εἰς Θετταλίαν τὰ ἐν αὐτῇ φρούρια ἤδη παρὰ τοῦ Σαμουὴλ κατα σκαφέντα ἀνωρθώσατο, καὶ τὰ παρὰ τῶν Βουλγάρων κατεχόμενα ἐκπολιορκήσας τοὺς μὲν Βουλγάρους ἐς τὸν λεγόμενον μετῴκισε Βολερόν, φρουρὰν δὲ ἐν πᾶσι καταλιπὼν ἀξιόμαχον ἐπανῆλθεν εἰς τὰ λεγόμενα Βοδηνά· φρούριον δὲ τὰ Βοδηνὰ ἐπὶ πέτρας ἀποτό μου κείμενον, δι' ἧς καταρρεῖ τὸ τῆς λίμνης τοῦ Ὀστροβοῦ ὕδωρ, ὑπὸ γῆς κάτωθεν ῥέον ἀφανῶς κἀκεῖσε πάλιν ὑποδυόμενον. καὶ ἐπεὶ μὴ ἑκουσίως παρεδίδοσαν ἑαυτοὺς οἱ ἔνδον, πολιορκίᾳ τοῦτο κατέσχε. καὶ τούτους ὁμοίως εἰς τὸν Βολερὸν ἀποικίσας, φρουρᾷ δὲ τοῦτο ὀχυρωσάμενος ἀξιολόγῳ, ἐπάνεισιν εἰς Θεσσα λονίκην. Ὁ δὲ τοῦ φρουρίου κατάρχων ∆ραξάνος, ἀνὴρ πολεμιστής, 2.454 ᾐτήσατο κατὰ τὴν Θεσσαλονίκην οἰκῆσαι. ἐπινεύσαντος δὲ τοῦ βασιλέως ἡρμόσατο γυναῖκα τὴν θυγατέρα τοῦ πρώτου τῶν περι βαταρίων τοῦ ναοῦ τοῦ ἀθλοφόρου ∆ημητρίου, καὶ παῖδας ἐξ αὐτῆς ἔσχε δύο. εἶτα ἀποδρὰς ἑάλω, καὶ ἐντεύξει τοῦ κηδεστοῦ συνεχωρήθη. καὶ δεύτερον ἀποδρὰς ὁμοίως ἀφείθη. καὶ ἕτερα δὲ τέκνα δύο ποιήσας τὸ τρίτον ἀπέδρα, καὶ συλληφθεὶς ἀνεσκο λοπίσθη.
Τῶν δὲ Νουμεριτῶν καὶ Ἀταφιτῶν Ἀράβων δεινῶς τήν τε κοίλην Συρίαν καὶ αὐτὴν κατατρεχόντων τὴν Ἀντιόχειαν, τὸν μά γιστρον Νικηφόρον τὸν Οὐρανὸν ὁ βασιλεὺς ἄρχοντα Ἀντιοχείας ἐκπέμπει, διάδοχον αὐτοῦ τῆς Θεσσαλονίκης πεποιηκὼς τὸν πα τρίκιον ∆αβὶδ τὸν Ἀριανίτην. ἐν δὲ Φιλιππουπόλει τὸν πρωτο σπαθάριον Νικηφόρον τὸν Ξιφίαν στρατηγεῖν ἔταξε, τοῦ Θεοδω ροκάνου διὰ γῆρας