465
παραιτησαμένου. ὁ δὲ μάγιστρος Νικηφόρος ὁ Οὐρανὸς ἐν Ἀντιοχείᾳ γενόμενος καὶ δυσὶ καὶ τρισὶ μάχαις συμ πλακεὶς Κιστρινήτῃ τῷ τῶν Ἀράβων στρατηγῷ καὶ τρεψάμενος ἔπεισεν ἡσυχίαν ἄγειν, καὶ τὰ πράγματα εἰς βαθεῖαν εἰρήνην καὶ γαληνιῶσαν μετήγαγεν. Ὁ δὲ βασιλεὺς κατὰ τὸ ἐπιὸν ἔτος ἰνδικτιῶνος ιεʹ ἐκστρα τεύει κατὰ Βιδύνης, καὶ ἐφ' ὅλους ὀκτὼ μῆνας ἐμφιλοχωρήσας τῇ προσεδρείᾳ αἱρεῖ κατὰ κράτος τὴν πόλιν. ἐν ᾧ δὲ τῇ πολιορκίᾳ οὗτος προσήδρευεν, ὁ Σαμουὴλ εὐζώνῳ χρησάμενος ὁδοιπορίᾳ ἐπι τίθεται ἐξ ἐφόδου τῇ Ἀδριανουπόλει κατ' αὐτὴν τὴν ἡμέραν τῆς 2.455 κοιμήσεως τῆς ὑπεράγνου θεοτόκου, καὶ τήν τε πανήγυριν, ἥτις εἰώθει ἐτησίως τελεῖσθαι δημοτελής, αἱρεῖ ἐξαίφνης ἐπιπεσών, καὶ λείαν πολλὴν ὑπερποιησάμενος ὑπέστρεψεν εἰς τὰ ἴδια. ὁ δὲ βασιλεὺς τὴν Βιδύνην μάλα καλῶς ὀχυρωσάμενος ἐπανῆλθεν ἀσι νὴς εἰς τὴν βασιλίδα, ἐν τῷ διιέναι πάντα τὰ ἐν ποσὶ Βουλγαρικὰ φρούρια δῃῶν καὶ καταστρεφόμενος. τῇ πόλει δὲ τῶν Σκοπίων ἐγγίσας εὗρε πέραν Ἀξιοῦ τοῦ ποταμοῦ, ὃν νῦν Βαρδάριον ὀνο μάζουσι, κατεσκηνωμένον ἀμερίμνως τὸν Σαμουήλ· θαρρῶν γὰρ τῇ πλημμύρᾳ τοῦ ποταμοῦ. καὶ ὡς οὐ διαβατὸς τὸ νῦν ἔχον ἔσε ται, ηὐλίζετο ἀμελῶς. τινὸς δὲ τῶν στρατιωτῶν πόρον εὑρόντος καὶ δι' αὐτοῦ τὸν βασιλέα διαβιβάσαντος, ὁ μὲν Σαμουὴλ τῷ αἰφνιδίῳ καταπλαγεὶς ἔφυγεν ἀμεταστρεπτί, ἐλήφθη δ' ἡ τούτου σκηνὴ καὶ τὸ ὅλον στρατόπεδον. ἐνεχείρισε δὲ καὶ τὴν πόλιν τῶν Σκοπίων τῷ βασιλεῖ ὁ ταύτης ἄρχειν παρὰ τοῦ Σαμουὴλ τεταγμέ νος Ῥωμανός, ὁ Πέτρου μὲν τοῦ βασιλέως τῶν Βουλγάρων υἱὸς τοῦ δὲ Βορίσου ἀδελφός, Συμεὼν τῷ τοῦ πάππου ὀνόματι μετο νομασθείς· ὃν ὁ βασιλεὺς ἀποδεξάμενος τῆς προαιρέσεως πατρί κιόν τε τιμᾷ καὶ πραιπόσιτον, καὶ στρατηγεῖν ἐκπέμπει Ἀβύδου. Ἐκεῖθεν ὁ βασιλεὺς διαβὰς ἔρχεται πρὸς τὸν Πέρνικον, οὗ φύλαξ ἦν ὁ Κρακρᾶς, ἀνὴρ ἄριστος τὰ πολεμικά. ἐν ᾧ χρόνον οὐκ ὀλίγον διατρίψας καὶ λαὸν ἐν τῇ πολιορκίᾳ οὐκ ὀλίγον ἀποβα λών, ὡς ἔγνω κρεῖττον ὑπάρχον πολιορκίας τὸ ἔρυμα, καὶ οὐδ' ὁ Κρακρᾶς θωπείαις ἢ ἄλλαις ὑποσχέσεσιν ἐμαλάσσετο καὶ ἐπαγγε 2.456 λίαις, μετέβη πρὸς Φιλιππούπολιν. ἐκεῖθέν τε ἀπάρας ἄπεισιν εἰς Κωνσταντινούπολιν. Καὶ τῇ αὐτῇ ἐπινεμήσει δόγμα ἐξέθετο, τὰς τῶν ἀπολωλό των ταπεινῶν συντελείας τελεῖσθαι παρὰ τῶν δυνατῶν. κατωνο μάσθη δὲ ἡ τοιαύτη σύνταξις ἀλληλέγγυον. τοῦ πατριάρχου δὲ Σεργίου καὶ πολλῶν ἀρχιερέων καὶ ἀσκητῶν ἀνδρῶν οὐκ ὀλίγων δεηθέντων ἐκκοπῆναι τὸ παράλογον ἄχθος τουτί, ὁ βασιλεὺς οὐχ ὑπήκουσεν. Ὀγδόῃ δὲ ἰνδικτιῶνι, ἐν ἔτει #22φιηʹ, ὁ τῆς Αἰγύπτου κατ άρχων Ἀζίζιος διὰ μικρὰς αἰτίας καὶ μηδενὸς λόγου προσκρούματα ἄξια τὰς πρὸς Ῥωμαίους λύσας σπονδάς, τόν τε ἐν Ἱεροσολύμοις ἐν τῷ τάφῳ τοῦ σωτῆρος Χριστοῦ ἀνεγηγερμένον πολυτελῶς θεῖον ναὸν κατεστρέψατο, καὶ τὰ εὐαγῆ ἐλυμήνατο μοναστήρια, καὶ τοὺς ἐν τούτοις ἀσκουμένους ἁπανταχοῦ γῆς ἐφυγάδευσε. Τῷ δ' ἐπιόντι ἔτει γέγονε χειμὼν ἐπαχθέστατος, ὡς ἀπο κρυσταλλωθῆναι πάντα ποταμὸν καὶ λίμνην καὶ αὐτὴν τὴν θά λασσαν. καὶ Ἰανουαρίῳ μηνὶ τῆς αὐτῆς ἐπινεμήσεως γέγονε σει σμὸς φρικωδέστατος, καὶ διεκράτησε κλονουμένη ἡ γῆ μέχρι τῆς θʹ τοῦ Μαρτίου μηνός· ἐν ταύτῃ δὲ περὶ δεκάτην ὥραν τῆς ἡμέ ρας γέγονε βρασμὸς καὶ κλόνος φρικτὸς κατά τε τὴν βασιλίδα καὶ ἐν τοῖς θέμασι, καὶ πεπτώκασιν αἱ σφαῖραι τοῦ ναοῦ τῶν ἁγίων τεσσαράκοντα καὶ τῶν ἁγίων πάντων· ἃς ὁ βασιλεὺς εὐθὺς ἀνε κτήσατο. ταῦτα δὲ προεμήνυε τὴν μετὰ ταῦτα γενομένην ἐν Ἰτα 2.457 λίᾳ στάσιν. δυνάστης γάρ τις τῶν ἐποίκων τῆς Βάρεως, τοὔ νομα Μέλης, παραθήξας τὸν ἐν Λογγιβαρδίᾳ λαὸν ὅπλα κατὰ Ῥωμαίων αἴρει. καὶ ὁ βασιλεὺς Βασίλειον ἐκπέμπει τὸν Ἀργυρὸν στρατηγὸν ὄντα τῆς Σάμου, καὶ τὸν λεγόμενον Κοντολέοντα τῆς Κεφαληνίας στρατηγοῦντα, ἐπὶ τῷ καταστῆσαι Ῥωμαίοις τὰ πράγματα· οἷς ἀντιπαραταξάμενος ὁ Μέλης τρέπει λαμπρῶς, πολλῶν πεπτωκότων, οὐκ ὀλίγων δὲ καὶ ζωγρηθέντων, τῶν δὲ λοι πῶν