466
τὴν διὰ φυγῆς ἀσχήμονα προκρινάντων ζωήν. Ὁ δὲ βασιλεὺς οὐ διέλιπε καθ' ἕκαστον ἐνιαυτὸν εἰσιὼν ἐν Βουλγαρίᾳ καὶ τὰ ἐν ποσὶ κείρων τε καὶ δῃῶν. ὁ Σαμουὴλ δὲ μὴ δυνάμενος τῶν ὑπαίθρων ἀντιποιεῖσθαι μηδὲ πρὸς ἐμφανῆ μάχην ἀντιστῆναι τῷ βασιλεῖ, ἀλλὰ πάντοθεν θραυόμενος καὶ τὴν οἰκείαν ἀκμὴν ἀποβάλλων, ἔγνω τάφροις καὶ θριγγοῖς ἐπιτειχίσαι τούτῳ τὴν εἰς τὴν Βουλγαρίαν εἴσοδον. εἰδὼς οὖν ὡς ἔθος ἀεὶ τῷ βα σιλεῖ διὰ τοῦ λεγομένου Κίμβα Λόγγου καὶ τοῦ Κλειδίου ποιεῖ σθαι τὰς διελεύσεις, ταύτην ἔγνω τὴν δυσχωρίαν ἐπιτειχίσαι καὶ τῷ βασιλεῖ ἀποκλεῖσαι τὴν εἴσοδον. φραγμὸν οὖν δομησάμενος εἰς εὖρος πολύ, καὶ φύλακας ἐν αὐτῷ ἀξιοπρεπεῖς ἐπιστήσας, προσέμενε τὸν βασιλέα. ἀφικομένου δὲ καὶ τούτου καὶ ἀποπειρα σαμένου τῆς εἰσόδου, ἐπείπερ ἀντεῖχον γενναίως οἱ φυλάσσοντες καὶ τοὺς βιαζομένους ἐξ ὑπερδεξίων ἀνῄρουν βάλλοντες καὶ τιτρώ σκοντες, καὶ ἤδη ἀπέγνωστο τῷ βασιλεῖ ἡ διάβασις, Νικηφόρος ὁ Ξιφίας τῆς Φιλιππουπόλεως τότε στρατηγῶν τῷ βασιλεῖ συν ταξάμενος, καὶ αὐτὸν μὲν προσμένειν καὶ συνεχεῖς προσβολὰς τῷ 2.458 δέματι ποιεῖσθαι παρεγγυήσας, αὐτὸς δὲ ἀπιέναι φήσας, εἴ πως δυνηθείη λυσιτελές τι διαπράξασθαι καὶ σωτήριον, τὸν περὶ αὐτὸν εἰληφὼς λαὸν ὑποστρέφει, καὶ περιοδεύσας τὸ πρὸς μεσημβρίαν κείμενον τοῦ Κλειδίου ὑψηλότατον ὄρος, ὃ Βαλαθίσταν κατονο μάζουσι, καὶ τραχυπορίαις καὶ ἀνοδίαις χρησάμενος, κθʹ τοῦ Ἰουλίου μηνός, ἐπινεμήσει ιβʹ, ἄνωθεν ἐξαίφνης μετ' ἀλαλαγμοῦ καὶ δούπου κατὰ νώτου γίνεται τῶν Βουλγάρων· οἱ δὲ τῷ ἀπροσ δοκήτῳ καταπλαγέντες τρέπονται πρὸς φυγήν. καὶ ὁ βασιλεὺς μονωθὲν διαρρήξας τὸ τεῖχος ἐδίωκεν. ἔπεσον οὖν πολλοί, καὶ πολλῷ πλείους ἑάλωσαν, μόλις τοῦ Σαμουὴλ διαφυγεῖν δυνηθέν τος τὸν κίνδυνον συνεργίᾳ τοῦ ἰδίου υἱοῦ γενναίως τοὺς ἐπιόντας ὑποδεξαμένου, καὶ ἵππῳ τοῦτον ἐπιβιβάσαντος καὶ εἰς τὸ λεγόμε νον Πρίλαπον τὸ φρούριον ἀπαγαγόντος. ὁ δὲ βασιλεὺς τοὺς ἑα λωκότας τῶν Βουλγάρων ἀμφὶ τὰς ιεʹ, ὥς φασιν, ὄντας χιλιάδας ἀπετύφλωσε, καὶ ἑκάστην ἑκατοντάδα πεπηρωμένων ὑφ' ἑνὸς μονοφθάλμου ὁδηγεῖσθαι κελεύσας εἰς τὸν Σαμουὴλ ἀποπέμπει. οὓς ἐκεῖνος ἀφικνουμένους κατ' ἀριθμὸν καὶ τάξιν θεώμενος, καὶ τὸ πάθος οὐκ ἐνεγκὼν νεανικῶς καὶ εὐψύχως, λειποθυμίᾳ καὶ σκότῳ βάλλεται καὶ εἰς γῆν πίπτει· ὕδατι δὲ καὶ μύροις οἱ παρόν τες τὴν πνοὴν αὐτοῦ ἀνακαλεσάμενοι ἀνενεγκεῖν μικρὸν πεποιήκα σιν. ἀνενεγκὼν δὲ ὕδωρ πιεῖν ἐπεζήτησε ψυχρόν. λαβὼν δὲ καὶ πιὼν ἐλήφθη καρδιαγμῷ, καὶ μετὰ δύο ἡμέρας θνήσκει. παρα λαμβάνει δὲ τὴν Βουλγάρων ἀρχὴν ὁ υἱὸς αὐτοῦ Γαβριὴλ ὁ καὶ Ῥωμανός, ῥώμῃ μὲν καὶ ἰσχύϊ τοῦ πατρὸς ὑπερέχων, φρονήσει δὲ καὶ διανοίᾳ πολλῷ λειπόμενος, τεχθεὶς τῷ Σαμουὴλ ἀπό τινος 2.459 αἰχμαλώτιδος Λαρισσαίας. ἦρξε δὲ κατὰ τὴν ιεʹ τοῦ Σεπτεμβρίου μηνός, ἐπινεμήσει ιγʹ. καὶ μηδ' ὅλον ἀποπληρώσας ἐνιαυτὸν σφάττεται, εἰς κυνηγέσιον ἐξελθών, παρὰ Ἰωάννου τοῦ καὶ Βλα δισθλάβου τοῦ υἱοῦ Ἀαρών, ὃν αὐτὸς θνήσκειν μέλλοντα τοῦ θα νάτου ἀπελυτρώσατο. Πρὸ τοῦ δὲ ταῦτα γενέσθαι, Θεοφυλάκτου τοῦ Βοτανειάτου ἄρχειν Θεσσαλονίκης μετὰ τὸν Ἀριανίτην πεμφθέντος ∆αβὶδ ὁ Νεστορίτζης, εἷς τῶν παρὰ Βουλγάροις μέγα δυναμένων ὑπάρχων, μετὰ δυνάμεως ἁδρᾶς κατὰ Θεσσαλονίκης ἐκπέμπεται παρὰ τοῦ Σαμουήλ· οἷς συναντήσας ὁ Θεοφύλακτος σὺν τῷ υἱῷ Μιχαὴλ καὶ συμπλακεὶς τρέπει τε κατὰ κράτος, καὶ λείαν πολλὴν καὶ αἰχμαλώτους συχνοὺς προσλαβόμενος διακομίζει τῷ βασιλεῖ πολιορ κοῦντι τὸ ἐν τῇ κλεισούρᾳ τοῦ Κλειδίου δέμα. τὸ δέμα δέ, ὡς εἴρηται, διαβὰς ὁ βασιλεὺς κατὰ Στρούμπιτζαν γίνεται. καὶ παρεστήσατο μὲν φρούριον τὸ καλούμενον Ματζούκιον, τῇ Στρουμ πίτζῃ δὲ προσεγγίζον, μετὰ δυνάμεως δ' ἐκπέμπει τὸν Βατανειά την Θεοφύλακτον τὸν δοῦκα Θεσσαλονίκης, ὑπερβῆναι κελεύσας τοὺς ἐν Στρουμπίτζῃ βουνούς, καὶ τὰ ἐν ταῖς κατ' αὐτοὺς ὁδοῖς πυρπολῆσαι δέματα, καὶ εὐπόρευτον αὐτῷ θεῖναι τὴν πρὸς Θεσ σαλονίκην ἄγουσαν