467
ὁδόν. ὁ δὲ ἀπελθὼν συνεχωρήθη μὲν ἐν τῷ εἰσιέναι παρὰ τῶν τοποφυλακούντων Βουλγάρων ἀνεμποδίστως διελθεῖν, μέλλων δὲ πρὸς τὸν βασιλέα πάλιν ὑποστρέφειν μετὰ τὸ τὰ προστεταγμένα πληρῶσαι περιπίπτει λόχοις ἐπ' αὐτῷ τούτῳ προσκαθημένοις καὶ ἐνεδρεύουσιν ἔν τινι ἐπιμήκει στενοχωρίᾳ· ἐν 2.460 ᾗ εἰσελθὼν καὶ πάντοθεν περιστοιχισθεὶς καὶ ἄνωθεν ὑπὸ λίθων καὶ τόξων βαλλόμενος, μηδενὸς ἀμύνασθαι δυναμένου διὰ τὴν πύκνωσιν καὶ τὸ τῆς στενοχωρίας ἀδιεξόδευτον, αὐτός τε πίπτει, μηδὲ ταῖς οἰκείαις χερσὶ δυνηθεὶς χρήσασθαι, καὶ πολὺ μέρος σὺν αὐτῷ ἀπώλετο τοῦ στρατοῦ. ἅπερ μηνυθέντα τῷ βασιλεῖ πολλῆς αὐτὸν ἐνέπλησεν ἀθυμίας. ὅθεν καὶ προσωτέρω χωρεῖν οὐκ ἔκρινεν, ἀλλ' ὑποστρέψας ἦλθεν εἰς τὰ Ζαγόρια, ἔνθα τὸ λίαν ὀχυρώτατον ἵδρυται φρούριον ὁ Μελένικος, ἐπί τινος πέτρας ἱδρυμένον κρημνοῖς καὶ φάραγξι βαθυτάταις πάντοθεν ἐστεφανω μένης· ἐν ᾧ οἱ τῆς περιχώρου πάντοθεν καταφυγόντες Βούλγαροι ὀλίγα τῶν Ῥωμαίων ἐφρόντιζον. πρὸς οὓς ὁ βασιλεὺς Σέργιόν τινα ἐκτομίαν, ἕνα τῶν οἰκειοτάτων αὐτῷ θαλαμηπόλων, ἐκπέμπει, ἄνδρα φρενήρη τε καὶ δεινὸν εἰπεῖν, ἀποπειρώμενος τῆς γνώμης αὐτῶν.
Οὗτος δ' ἐκεῖσε γενόμενος καὶ πολλαῖς χρησάμενος πιθα νολογίαις μεταδιδάξαι ἴσχυσε τοὺς ἀνθρώπους τὸ δέον, καὶ τὰ ὅπλα καταθεμένους παραδοῦναι τῷ βασιλεῖ ἑαυτοὺς καὶ τὸ φρού ριον. οὓς ἀποδεξάμενος ὁ βασιλεὺς καὶ φιλοφρονησάμενος ἀξιο πρεπῶς, καὶ φρουρὰν τῷ φρουρίῳ τὴν ἀρκοῦσαν ἐγκατατάξας, μετέβη πρὸς Μοσυνούπολιν· ἐν ᾗ διάγοντι τούτῳ καὶ ὁ τοῦ Σα μουὴλ ἀγγέλλεται θάνατος κατὰ τὴν κδʹ τοῦ Ὀκτωβρίου μηνός. καὶ εὐθὺς ὁ βασιλεὺς ἀπάρας ἐκ Μοσυνουπόλεως κάτεισιν εἰς Θεσσαλονίκην, κἀκεῖθεν ἄπεισιν εἰς Πελαγονίαν, μηδὲν λυμαινό μενος τῶν ἐν ποσίν, ἀλλ' ἢ μόνα πυρπολήσας τὰ ἐν Βουτελίῳ βα σίλεια τοῦ Γαβριήλ. πέμψας δὲ καὶ στρατιὰν χειροῦται τὸ φρού 2.461 ριον Πριλάπου καὶ τοῦ Στυπείου. ἐκεῖθεν καταλαμβάνει τὸν Τζερνᾶν λεγόμενον ποταμόν, ὃν σχεδίαις καὶ θυλάκοις πεφυσημέ νοις διαπεράσας ἐπάνεισιν εἰς τὰ Βοδηνά, κἀκεῖθεν τῇ θʹ τοῦ Ἰα νουαρίου μηνὸς ἦλθεν εἰς Θεσσαλονίκην. Ἔαρος δ' ἐπιστάντος ὑπέστρεψε πάλιν εἰς Βουλγαρίαν, καὶ τῷ φρουρίῳ τῶν Βοδηνῶν προσίσχει· ἔφθασαν γὰρ οὗτοι, τὴν πρὸς βασιλέα πίστιν ἀπαρνησάμενοι, ἆραι κατὰ Ῥωμαίων ὅπλα. καρτερὰν οὖν ἐνστησάμενος πολιορκίαν ἠνάγκασε πίστεις λαβόντας ἑαυτοὺς ἐγχειρίσαι τοὺς ἔνδον· οὓς πάλιν ἐν τῷ Βολερῷ μετοικί σας, καὶ ἕτερα φρούρια ἀνεγείρας δύο ἐν τῷ μέσῳ τῆς δυσχω ρίας, ὧν τὸ μὲν Καρδίαν ὠνόμασε τὸ δ' ἕτερον ἅγιον Ἠλίαν, ὑπέστρεψεν εἰς Θεσσαλονίκην. ἐν ᾗ Ῥωμανὸς ὁ καὶ Γαβριὴλ διά τινος Ῥωμαίου χειροτμήτου δούλωσιν καὶ ὑποταγὴν ὑπισχνεῖται. ὁ δὲ ὑποπτεύσας τὰ γράμματα, τὸν πατρίκιον Νικηφόρον τὸν Ξιφίαν καὶ Κωνσταντῖνον τὸν ∆ιογένην, μετὰ τὸν Βοτανειάτην στρατηγὸν γεγονότα Θεσσαλονίκης, μετὰ δυνάμεως ἐκπέμπει ἐν τῇ χώρᾳ τῶν Μογλένων. ὧν τὴν πᾶσαν ληϊσαμένων ἐκείνην γῆν καὶ τὴν πόλιν πολιορκούντων ἔφθασε καὶ ὁ βασιλεύς, καὶ τὸν πα ραρρέοντα τῇ πόλει μετοχετεύσας ποταμόν, καὶ τὰ θεμέλια τῶν τειχῶν ὑπορύξας καὶ ξύλα καὶ εὔπρηστον ἄλλην ὕλην ὑποβαλὼν τοῖς ὀρύγμασι καὶ πῦρ ἐμβαλών, τῆς ὕλης καταπρησθείσης, κατέ στρεψε τὸ τεῖχος. ὅπερ ἰδόντες οἱ ἔνδον πρὸς ἱκεσίαν μετ' ὀλο φυρμῶν ἐτράποντο, καὶ ἑαυτοὺς παρεδίδουν σὺν τῷ φρουρίῳ. 2.462 ἐλήφθη μὲν οὖν ∆ομετιανὸς ὁ Καυκάνος, ἀνὴρ δυνάστης καὶ τῷ Γαβριὴλ συμπάρεδρος, καὶ Ἠλίτζης ὁ ἄρχων Μογλένων, καὶ ἕτεροι δυνάσται πολλοί, καὶ λαὸς πολεμιστὴς οὐκ ὀλίγος. τοὺς μὲν οὖν ὅπλα δυναμένους κινεῖν εἰς Ἀσπρακανίαν ἐκπέμπει ὁ βασι λεύς, τὸν δὲ λοιπὸν συρφετώδη λαὸν διαρπαγῆναι προσέταξεν, ἐμπρησθῆναι δὲ καὶ τὸ φρούριον. ἑάλω καὶ ἕτερον φρούριον Ἐνώ τια κεκλημένον, γειτονοῦν τοῖς Μογλένοις. Ἡμέρᾳ δὲ πέμπτῃ ἧκεν ὁ χειρότμητος Ῥωμαῖος, ἔχων καὶ θεράποντας Ἰωάννου τοῦ καὶ