468
Βλαδισθλάβου, υἱοῦ Ἀαρών, ἐπαγόμενος καὶ γράμματα δηλοῦντα φονευθῆναι ὑπ' αὐτοῦ τὸν Γα βριὴλ ἐν τῷ Πετρισκῷ καὶ τὴν πᾶσαν ἐξουσίαν εἰς ἑαυτὸν μετενε χθῆναι, ὑπισχνούμενά τε τὴν πρέπουσαν ὑποταγὴν καὶ δούλωσιν ἐνδείξασθαι πρὸς τὸν βασιλέα. ὅπερ ἀναγνοὺς ὁ βασιλεύς, καὶ χρυσοβούλλοις γράμμασιν τὰ δοκοῦντα πιστωσάμενος, ἀπέστειλε πρὸς τὸν Ἰωάννην. καὶ μετ' ὀλίγας πάλιν ἡμέρας ἐπανῆκεν ὁ τετμημένος τὴν χεῖρα Ῥωμαῖος, γραφὰς κομίζων Ἰωάννου τε καὶ τῶν ἀρχόντων Βουλγαρίας ὑπηκόους ὁμολογούντων καὶ δούλους γενέσθαι τοῦ βασιλέως. προσερρύη δὲ τῷ βασιλεῖ καὶ Καυκάνος ὁ ἀδελφὸς ∆ομετιανοῦ τοῦ ἐν Μογλένοις ἁλόντος· ὃν φιλοτιμησά μενος διὰ τιμῆς ἦγεν. ἐπεὶ δὲ ἔγνω τὸν Ἰωάννην δόλῳ καὶ περι νοίᾳ γράψαντα τὰ γραφέντα καὶ τἀναντία ὧν ὑπισχνεῖτο διανοού μενον, ἐπανέστρεψε πάλιν πρὸς Βουλγαρίαν, καὶ λεηλατήσας τὴν περίχωρον Ὀστροβοῦ καὶ τοῦ Σωσκοῦ καὶ τὴν πεδιάδα Πελαγονίας τοὺς ἁλισκομένους πάντας ἀπετύφλου Βουλγάρους. ἄπεισιν οὖν ἄχρι τῆς πόλεως Ἀχρίδος, ἐν ᾗ τὰ βασίλεια τῶν βασιλέων ἵδρυντο 2.463 Βουλγαρίας. καὶ τὴν πόλιν παραλαβὼν καὶ πάντα καλῶς δια θεὶς ἔμελλε καὶ προσωτέρω βαδίζειν καὶ τῆς πρὸς τὸ ∆υρράχιον ἅψασθαι· ἐδεῖτο γὰρ τῆς ἐπιδημίας αὐτοῦ τὰ ἐκεῖσε. ἕως μὲν γὰρ Τρυμαλιᾶς καὶ τῶν ἀγχοτάτω Σερβίας μερῶν ἦρχε Βλαδιμη ρὸς ὁ ἐπὶ θυγατρὶ τοῦ Σαμουὴλ κηδεστής, ἀνὴρ ἐπιεικὴς καὶ εἰρηνικὸς καὶ ἀρετῆς ἀντεχόμενος, ἠρεμίαν εἶχε τὰ ἐν ∆υρραχίῳ· ἐπειδὴ δὲ ὁ Γαβριὴλ παρὰ τοῦ Ἰωάννου ἀπώλετο, καὶ οὗτος παρασπονδηθεὶς καὶ τοῖς ὅρκοις πιστεύσας παρὰ τοῦ Ἰωάννου δο θεῖσιν αὐτῷ διὰ ∆αβὶδ τοῦ ἀρχιεπισκόπου Βουλγαρίας ἑαυτὸν ἐνεχείρισε καὶ μετὰ μικρὸν ἀπεσφάγη, πολὺν εἶχε τάραχον καὶ κλόνον τὰ ἐκεῖσε πράγματα, ἐγκειμένου καθ' ἑκάστην καὶ διὰ στρατηγῶν πολλάκις τοῦ Ἰωάννου καὶ δι' ἑαυτοῦ πάλιν ἑλεῖν τὴν πόλιν. καὶ διὰ τοῦτο ἐβούλετο μὲν ὁ βασιλεὺς ἀπελθεῖν καὶ βοη θῆσαι, ἐκωλύθη δὲ δι' αἰτίαν οὐκ ἄλογον. ἀπερχόμενος γὰρ πρὸς Ἀχρίδα κατέλιπε κατόπιν μετὰ πλήθους στρατιωτῶν Γεώρ γιον στρατηγὸν τὸν Γονιτζιάτην καὶ Ὀρέστην πρωτοσπαθάριον τὸν αἰχμάλωτον, κατατρέχειν κελεύσας τὰ πεδία Πελαγονίας· οὓς ἐλλοχήσαντες Βούλγαροι ἔχοντες στρατηγὸν τὸν Ἰβάτζην, φανε ρώτατον ἄνδρα καὶ δεδοκιμασμένον, ἀναιροῦσι πάντας. ὧν τῇ λύπῃ συγχυθεὶς ὁ βασιλεὺς ἐπανέστρεψεν εἰς Πελαγονίαν, καὶ τὸν Ἰβάτζην καταδραμὼν καὶ διώξας ἀπῆλθεν ἐν Θεσσαλονίκῃ. κἀκεῖ θεν διέβη εἰς Μοσυνούπολιν, κατὰ Στρουμπίτζης λαὸν πεπομφὼς ἡγεμόνα ἔχοντα τὸν πατρίκιον ∆αβὶδ τὸν Ἀριανίτην· ὃς αἰφνι δίως ἐπιφανεὶς εἷλε τὸ φρούριον ὃ Θερμίτζα κατονομάζεται. καὶ 2.464 ἕτερον πάλιν λαὸν κατὰ τῶν ἐν Τριαδίτζῃ φρουρίων, ἔξαρχον ἔχοντα τὸν Ξιφίαν, ἐκπέμπει. καὶ οὗτος δὲ τὰ ἐν τοῖς ὑπαίθροις πάντα καταστρεψάμενος εἷλε πολιορκίᾳ τὸ ἔρυμα ὃ Βοϊὼν κα λεῖται. Ὁ δὲ βασιλεὺς ἀπελθὼν ἐν Κωνσταντινουπόλει, κατὰ τὸν Ἰανουάριον μῆνα τοῦ #22φκδʹ ἔτους, στόλον εἰς Χαζαρίαν ἐκπέμ πει, ἔξαρχον ἔχοντα τὸν Μογγόν, υἱὸν Ἀνδρονίκου δουκὸς τοῦ Λυδοῦ· καὶ τῇ συνεργίᾳ Σφέγγου τοῦ ἀδελφοῦ Βλαδιμηροῦ, τοῦ ἀδελφοῦ τοῦ βασιλέως, ὑπέταξε τὴν χώραν, τοῦ ἄρχοντος αὐτῆς Γεωργίου τοῦ Τζούλου ἐν τῇ πρώτῃ προσβολῇ συλληφθέντος. τότε καὶ Σεναχηρεὶμ ὁ τῆς ἄνω Μηδίας ἄρχων, ἣν Ἀσπρακανίαν ὀνο μάζουσι σήμερον, τῷ βασιλεῖ παγγενεὶ προσέδραμε, τὴν ὑπείκου σαν αὐτῷ παραδεδωκὼς ἅπασαν χώραν, πατρίκιος τιμηθεὶς καὶ στρατηγὸς Καππαδοκίας, καὶ κτήσεις ἀντιλαβὼν τάσδε τὰς πόλεις, τὴν Σεβάστειαν, τὴν Λάρισσαν, τὴν Ἄβαραν, καὶ ἄλλας κτήσεις πολλάς. στενοχωρούμενος γὰρ οὗτος ὑπὸ τῶν προσοίκων Ἀγα ρηνῶν καὶ μὴ οἷος ὢν ἀντέχειν προσέδραμε τῷ βασιλεῖ, παραδοὺς τὴν ἑαυτοῦ χώραν. ἧς ἄρχειν ἀποσταλεὶς Βασίλειος πατρίκιος ὁ Ἀργυρὸς καὶ τοῖς ὅλοις πταίσας παραλύεται τῆς ἀρχῆς· καὶ διά δοχος αὐτοῦ πέμπεται Νικηφόρος πρωτοσπαθάριος ὁ Κομνηνός, ὃς κατὰ χώραν γενόμενος καὶ τὰ μὲν πειθοῖ τὰ δὲ βίᾳ χρώμενος ὑπήκοον τῷ βασιλεῖ τὴν χώραν