469
ἐποίησε. Τῷ δὲ #22φκδʹ ἔτει, ἰνδικτιῶνος ιδʹ, ἀπάρας τῆς βασιλίδος ὁ 2.465 βασιλεὺς ἄπεισιν εἰς Τριαδίτζαν. καὶ τὸ φρούριον Πέρνικον περικα θίσας ἐπολιόρκει, τῶν ἔνδον τε καρτερῶς καὶ ἐκθύμως ἀγωνιζο μένων, καὶ πολλῶν Ῥωμαίων πιπτόντων. ἐφ' ὅλας ὀγδοήκοντα καὶ ηʹ ἡμέρας προσλιπαρήσας τῇ πολιορκίᾳ, ὡς ἔγνω ἀδυνάτοις ἐπιχειρῶν, ἄπρακτος ὑπεχώρησε καὶ εἰς Μοσυνούπολιν ἀπῆλθεν. ἐν ᾗ τὸν λαὸν διαναπαύσας, ἔαρος ἐπιστάντος ἄρας ἐκ Μοσυνου πόλεως εἴσεισιν εἰς Βουλγαρίαν, καὶ περικαθίσας φρούριον τὸ λε γόμενον Λογγὸν εἷλε πολιορκίᾳ. ∆αβὶδ δὲ τὸν Ἀριανίτην καὶ Κωνσταντῖνον τὸν ∆ιογένην εἰς τὰς κατὰ Πελαγονίαν πεδιάδας ἐκπέμψας ζῴων πολλῶν καὶ αἰχμαλώτων ἐγένετο κύριος. τὸ δὲ ληφθὲν φρούριον ἐμπρήσας ὁ βασιλεύς, καὶ τριχῇ τοὺς ἁλόντας μερισάμενος, καὶ μίαν μὲν μερίδα τοῖς συμμαχοῦσι παρεσχηκὼς Ῥὼς ἑτέραν δὲ Ῥωμαίοις, καὶ ἄλλην ἑαυτῷ παρακατασχών, ἐχώρει προσωτέρω. καὶ μέχρι Καστορίας ἐλθὼν καὶ τῆς πόλεως ἀπο πειραθείς, ὡς ᾔσθετο ἀνεπιχείρητον αὐτὴν οὖσαν, ὑπέστρεψεν· ἐδέξατο γὰρ καὶ γράμμα τοῦ στρατηγοῦντος ἐν τῷ ∆οροστόλῳ Τζιτζικίου, τοῦ υἱοῦ τοῦ πατρικίου Θευδάτη τοῦ Ἴβηρος, ὡς ὁ Κρακρᾶς λαὸν ὅτι πλεῖστον ἀθροίσας καὶ τῷ Ἰωάννῃ ἑνωθείς, προσλαβόμενοι δὲ καὶ Πατζινάκας, μέλλουσιν εἰσβολὴν κατὰ Ῥω μαίων ποιήσασθαι. τούτῳ τῷ γράμματι θορυβηθεὶς ἐπανῄει διὰ ταχέων. ἐν τῷ παριέναι δὲ τό τε φρούριον εἷλε τὰ Βοσόγραδα καὶ ἐνέπρησε, καὶ τὴν Βέρροιαν ἐπικτίσας, δῃώσας δὲ καὶ κατερει πώσας τὰ πέριξ Ὀστροβοῦ καὶ Μολισκοῦ, ἔστη τοῦ προσωτέρω ἰέναι· ἀπηγγέλη γὰρ αὐτῷ ὡς ἡ μελετωμένη τῷ Κρακρᾷ καὶ τῷ 2.466 Ἰωάννῃ κατὰ Ῥωμαίων ἔφοδος ἐνεποδίσθη, τῶν Πατζινάκων μὴ δόντων συμμαχίαν αὐτοῖς. διὸ καὶ ὑποστρέψας πολιορκεῖ φρού ριον ἄλλο τὴν Σέταιναν, ἐν ᾗ βασίλεια ἦσαν τοῦ Σαμουὴλ καὶ σῖτος ἀπέκειτο πολύς, ὃν τῷ λαῷ διαρπάσαι κελεύσας τἆλλα πάντα κατέφλεξεν. ἐξέπεμψε δὲ καὶ κατὰ Ἰωάννου οὐ μακρὰν ἀπέχον τος τὸ τάγμα τῶν σχολῶν τῆς δύσεως καὶ τὸ τῆς Θεσσαλονίκης, ἡγεμόνα ἔχοντα Κωνσταντῖνον τὸν ∆ιογένην. τούτοις ἀπιοῦσιν ἐνήδρευεν ὁ Ἰωάννης. μαθὼν δὲ τοῦτο ὁ βασιλεὺς καὶ μή τι πάθοιεν φοβηθείς, παρὰ τοῦ λαοῦ ἐξιππασάμενος, καὶ μηδὲν ἄλλο εἰπὼν ἀλλ' ἢ μόνον "ὅστις πολεμιστής, ἀκολουθείτω μοι," ἀπῄει κατὰ σπουδήν. τοῦτο γνόντες οἱ τοῦ Ἰωάννου σκόποι μετὰ φόβου πρὸς τὸ τοῦ Ἰωάννου στρατόπεδον ἔρχονται, καὶ δειλίας καὶ ταραχῆς τοῦτο ἐνέπλησαν, μηδὲν ἄλλο βοῶντες εἰ μὴ "βεζεῖτε, ὁ Τζαῖσαρ." πάντων οὖν φευγόντων ἀκόσμως σὺν τῷ Ἰωάννῃ, οἱ περὶ τὸν ∆ιογένην ἀναθαρρήσαντες κατόπιν ἐδίωκον. καὶ κτεί νουσι μὲν πολλούς, συλλαμβάνουσι δὲ καὶ διακοσίους πανοπλίτας καὶ τοὺς ἵππους καὶ τὴν ἀποσκευὴν Ἰωάννου καὶ τὸν τούτου ἀνε ψιόν. ταῦτα δράσας ἐπάνεισι πρὸς τὰ Βοδηνά, καὶ πάντα τὰ ἐκεῖσε καταστησάμενος ἐπαναζευγνύει πρὸς τὸ Βυζάντιον, κατὰ τὴν θʹ τοῦ Ἰανουαρίου μηνός, τῆς ιεʹ ἐπινεμήσεως, ἔτους #22φκʹ.
Ἀδείας δὲ λαβόμενος ὁ Ἰωάννης ἄπεισι πολιορκήσων τὸ ∆υρράχιον μετὰ φρυάγματος καὶ ὄγκου βαρβαρικοῦ. ἔνθα πο λιορκίας συστάσης καὶ συμπλοκῆς γενομένης πίπτει, μηδενὸς δήλου 2.467 γενομένου τοῦ καταβεβληκότος αὐτόν, ἄρξας Βουλγάρων ἐπ' ἐνιαυτοὺς βʹ καὶ μῆνας εʹ. μηνυθέντος δὲ τῷ βασιλεῖ τοῦ θανά του τοῦ Ἰωάννου διὰ τοῦ στρατηγοῦντος ∆υρραχίου Νικήτα πα τρικίου τοῦ Πηγωνίτου, ἔξεισι παραυτίκα ὁ βασιλεύς. γενομένῳ δ' αὐτῷ κατὰ τὴν Ἀδριανούπολιν ὑπαντῶσιν ὁ ἀδελφὸς τοῦ περι φήμου Κρακρᾶ καὶ ὁ υἱός, προσχωρεῖν εὐαγγελιζόμενοι τό τε περίπυστον φρούριον τὸν Πέρνικον καὶ ἕτερα πέντε ἐπὶ τριάκοντα. οὓς τιμήσας ἀξίως καὶ τὸν Κρακρᾶν ἐς τὸν τῶν πατρικίων θρόνον ἀναβιβάσας ἦλθεν εἰς Μοσυνούπολιν. ἐνταῦθα δὲ καὶ πρέσβεις ἧκον ἐκ Πελαγονίας καὶ Μωροβίσδου καὶ Λιπενίου, παραδιδόν των τῷ βασιλεῖ τὰς πόλεις. ἐκεῖθεν ἄρας ἦλθεν ἐν Σέρραις, ἐν αἷς ἀφίκετο ὁ Κρακρᾶς μετὰ τῶν ἀρχόντων τῶν