470
προσρυέντων λεʹ κάστρων, καὶ καλῶς ὑπεδέχθη. προσερρύη δὲ καὶ ∆ραγομοῦζος, τὰ ἐν τῇ Στρουμπίτζῃ παρεσχηκὼς καὶ πατρίκιος τιμηθείς, ἄγων μεθ' ἑαυτοῦ καὶ τὸν πατρίκιον Ἰωάννην τὸν Χαλδίας, τότε τῆς χρονίας ἀπολυθέντα καθείρξεως· ἔτυχε γὰρ ἁλοὺς παρὰ τοῦ Σα μουὴλ καὶ ἐπὶ εἴκοσι καὶ δύο χρόνους ὢν ἐν τῇ φυλακῇ. ἄρτι δὲ τῇ Στρουμπίτζῃ προσήγγισεν ὁ βασιλεύς, καὶ ἧκεν ὁ ἀρχιεπίσκο πος Βουλγαρίας ∆αβὶδ μετὰ γραμμάτων Μαρίας τῆς Ἰωάννου γυναικός, ὑπισχνουμένης ἐκστῆναι Βουλγαρίας, εἰ τεύξεται τῶν κατὰ σκοπόν. ὑπήντησε δὲ καὶ Βογδάνος ὁ τῶν ἐνδοτέρω κάστρων τοπάρχης, καὶ τιμᾶται καὶ οὗτος πατρίκιος ὡς καὶ πάλαι τὰ βα σιλέως φρονῶν καὶ τὸν ἑαυτοῦ πενθερὸν ἀνελών. ἐκεῖθεν ἄπεισιν εἰς τὰ Σκόπια, καὶ στρατηγὸν αὐτοκράτορα λιπὼν ἐν τῇ πόλει 2.468 ∆αβὶδ πατρίκιον τὸν Ἀρειανίτην ὑπέστρεψε διὰ τῶν φρουρίων Στυπείου τε καὶ Προσάκου, μετὰ λιτῶν καὶ ὕμνων εὐφημούμενος καὶ τιμώμενος. αὖθις δὲ πάλιν πρὸς τὰ δεξιὰ νενευκὼς ἄπεισιν εἰς Ἀχρίδας, κἀκεῖσε στρατοπεδείαν ἐπήξατο, τοῦ λαοῦ παντὸς μετὰ παιάνων καὶ κρότων καὶ εὐφημιῶν προσυπαντῶντος αὐτῷ· πόλις δὲ ἡ Ἀχρὶς ἐπὶ λόφου κειμένη ὑψηλοῦ, ἔγγιστα λίμνης μεγί στης, ἐξ ἧς ποιεῖται τὰς ἐκβολὰς ὁ ∆ρῖνος ποταμὸς πρὸς ἄρκτον ἰών, εἶτα νεύων πρὸς δύσιν καὶ εἰσβάλλων εἰς τὸ Ἰόνιον περὶ τὸν Εἰλισσὸν τὸ φρούριον, μητρόπολις οὖσα τῆς πάσης Βουλγαρίας, ἐν ᾗ καὶ τὰ βασίλεια τῶν βασιλέων ἵδρυντο Βουλγαρίας καὶ τὰ χρήματα ἀποτεθησαύριστο· ἅπερ ἀνοίξας ὁ βασιλεὺς εὗρε χρή ματα πολλὰ καὶ στέμματα ἐκ μαργάρων καὶ χρυσοϋφεῖς ἐσθῆτας καὶ χρυσοῦ ἐπισήμου κεντηνάρια ἑκατόν, ἅτινα πάντα εἰς ῥόγας ἐκένωσε τῆς περὶ αὐτὸν στρατιᾶς. ἐπιστήσας οὖν ἄρχοντα τῆς πόλεως Εὐστάθιον πατρίκιον τὸν ∆αφνομήλην, καὶ φρουρὰν ἀξιό λογον αὐτῷ δούς, ἐξῆλθεν εἰς τὴν παρεμβολὴν καὶ ἀχθεῖσαν ὡς αὐτὸν ἐδέξατο τὴν γυναῖκα Ἰωάννου τοῦ καὶ Βλαδισθλάβου, σὺν τρισὶν υἱοῖς καὶ θυγατράσιν ἓξ ἐπαγομένην καὶ νοθογενῆ υἱὸν τοῦ Σαμουὴλ καὶ δύο θυγατέρας Ῥαδομηροῦ τοῦ υἱοῦ τοῦ Σαμουὴλ 2.469 καὶ πέντε υἱούς, ὧν ὁ εἷς πεπήρωτο τοὺς ὀφθαλμοὺς παρὰ τοῦ Ἰωάννου λωβηθείς, ὅτε τὸν Ῥαδομηρὸν τὸν υἱὸν Σαμουὴλ σὺν τῇ αὐτοῦ γυναικὶ καὶ Βλαδιμηρὸν τὸν τούτου γαμβρὸν ἀνεῖλεν. ἦσαν δὲ καὶ ἕτεροι τρεῖς υἱοὶ τῇ Μαρίᾳ ἀπὸ τοῦ Ἰωάννου τεχθέν τες, ἀλλ' ἔφθασαν ἀποδρᾶσαι εἰς τὸ ὄρος τὸν Τμῶρον, κορυφὴν ὑπάρχοντα τῶν Κεραυνίων ὀρῶν. ἣν ἡπίως δεξάμενος καὶ φιλο φρόνως φυλάττεσθαι προσέταξε μετὰ τῶν ἄλλων. προσῆλθον δὲ τῷ βασιλεῖ καὶ ἕτεροι μεγιστᾶνες τῶν Βουλγάρων, ὁ Νεστορίτζης, ὁ Ζαρίτζης καὶ ὁ νέος ∆οβρομηρός, μετὰ τῶν οἰκείων ἕκαστος ταγμάτων· καὶ ἐδέχθησαν εὐμενῶς καὶ βασιλικῶς ἐτιμήθησαν. τότε καὶ Προυσιανὸς καὶ οἱ τούτου δύο ἀδελφοί, οἱ τοῦ Βλαδι σθλάβου παῖδες οἱ εἰς τὸν Τμῶρον φυγόντες, ὡς ἔμπροσθεν εἴρη ται, καὶ χρονίᾳ κακωθέντες πολιορκίᾳ (στρατιῶται γὰρ προστα χθὲν ἐκ βασιλέως προσεδρεύοντες ἐτήρουν τὰς καθόδους τοῦ ὄρους), διακηρυκεύονται πρὸς τὸν βασιλέα πίστεις αἰτοῦντες καὶ ἑαυτοὺς ἐγχειρίσαι ἐπαγγελλόμενοι. καὶ πρὸς μὲν τούτους ὁ βα σιλεὺς φιλανθρώπους ἔδωκεν ἀποκρίσεις, ἄρας δ' ἐξ Ἀχρίδος ἔρχεται εἰς τὴν λίμνην τὴν λεγομένην Πρέσπαν, ἐν τῷ διιέναι τὸ μεταξὺ ὄρος φρούριον οἰκοδομήσας ἄνωθεν τούτου καὶ Βασιλίδα ἐπονομάσας, καὶ ἕτερον ἐν τῇ λεχθείσῃ λίμνῃ. ἐκ δὲ Πρέσπης ἄπεισιν εἰς τὴν λεγομένην ∆ιάβολιν, ἐν ᾗ βήματος ἀρθέντος ὑψη λοῦ εἰσιόντας ἐδέξατο τοὺς περὶ τὸν Προυσιανὸν ἀδελφούς, καὶ λόγοις ἐπιεικέσι καὶ φιλανθρώποις παραμυθησάμενος τοῦτον μὲν μάγιστρον τοὺς δὲ λοιποὺς πατρικίους ἐτίμησεν. ἤχθη δὲ καὶ ὁ 2.470 Ἰβάτζης πεπηρωμένας ἔχων τὰς ὄψεις. ἀλλ' ἄξιον εἰπεῖν καὶ τὸν τρόπον τῆς ἐκτυφλώσεως· ἔχει γὰρ ἡδύ τι καὶ θαυμαστὸν ἡ διήγησις. Μετὰ γὰρ τὸν τοῦ Βλαδισθλάβου τοῦ καὶ Ἰωάννου θάνατον καὶ τῆς γυναικὸς αὐτοῦ Μαρίας καὶ τῶν ταύτης παίδων προσχώ ρησιν καὶ τὴν τῶν ἄλλων δυναστῶν ἁπάσης Βουλγαρίας ὑπακοὴν ὁ Ἰβάτζης οὗτος φυγὼν καὶ ἔν τινι