471
δυσβάτῳ γενόμενος ὄρει (Βρο χωτὸς κλῆσις αὐτῷ) βασίλειά τε ἔχοντι περικαλλῆ (Προνίσταν ταῦτα καλοῦσι) καὶ παραδείσους καὶ ἀπολαύσεις οὐκ ἀπρεπεῖς, ὑπεῖξαι τοῖς θελήμασιν οὐκ ἐβούλετο τοῦ θεοῦ, ἀλλὰ δύναμιν ἐκ τοῦ κατὰ μικρὸν συνεγείρων ἀνεστάτου τὰ παρακείμενα καὶ ἀπο στασίαν ἐμελέτα καὶ τὴν Βουλγαρικὴν ὠνειροπόλει ἀρχήν. τοῦτο οὐ μικρῶς ἐλύπει τὸν βασιλέα, καὶ διὰ τοῦτο τοῦ κατ' εὐθεῖαν ἀφέμενος πορεύεσθαι ἀπέκλινε πρὸς μεσημβρίαν, καὶ κατὰ τὴν εἰρημένην ἐγένετο ∆ιάβολιν, ὡς ἢ καταναγκάσων πάντως τὸν ἀπο στάτην καταθεῖναι τὰ ὅπλα ἢ πολέμῳ τοῦτον κατεργασόμενος. καὶ ὁ μὲν βασιλεὺς ἐν τῷ ῥηθέντι τόπῳ φιλοχωρῶν γράμμασιν ἐνουθέτει τὸν Ἰβάτζην, μὴ τῆς Βουλγαρίας πάσης ὑποταγείσης μόνον ἀνταίρειν χεῖρας αὐτὸν μηδὲ φαντάζεσθαι τὰ ἀτέλεστα, γινώσκοντα ὡς οὐκ εἰς ὄνησιν αὐτῷ τὸ ἐγχείρημα τελευτήσει. ὁ δὲ τὰ γράμματα δεχόμενος καὶ ἑτέροις ἀμειβόμενος, καὶ παντοίας προτιθεὶς ἀφορμάς, παρεῖλκε καὶ ἀνεδύετο, ὡς ἀναγκασθῆναι τὸν βασιλέα ἐπὶ πέντε καὶ πεντήκοντα ἡμέρας ἐνδιατρῖψαι τῷ τόπῳ, ταῖς ὑποσχέσεσι δελεαζόμενον. ἐγνώσθη τὰ τοῦ πράγματος τῷ 2.471 τῆς Ἀχρίδος ἄρχοντι Εὐσταθίῳ τῷ ∆αφνομήλῃ, ὅτι μέλει τῷ βασιλεῖ ἡ τοῦ Ἰβάτζη καθαίρεσις. καὶ δῆτα καιρὸν ἐπιτήδειον εὑρηκώς, καὶ δυσὶ θεράπουσι τῶν πιστικωτάτων κοινολογησάμε νος καὶ τὸ βούλευμα φανερώσας, ἐγχειρεῖ τῇ πράξει. δημοτελὴς ἤγετο ἑορτὴ τῷ Ἰβάτζῃ, ἡ κοίμησις τῆς παναγίου καὶ θεομήτο ρος. κατὰ ταύτην τὴν ἡμέραν εἰώθει συγκαλεῖν εἰς εὐωχίαν οὐ τοὺς ἀγρογείτονας μόνον καὶ ἀγχιτέρμονας, ἀλλὰ καὶ τῶν ὡς πορρωτάτω πολλούς. ἄπεισι γοῦν ὁ Εὐστάθιος αὐτόκλητος εἰς τὴν ἑορτήν, καὶ τοῖς φυλάττουσιν ἐντυχὼν τὰς διόδους ἀπαγγέλ λειν ἐκέλευεν ὅστις εἴη, καὶ ὅτι πάρεστι τῷ ἄρχοντι συνευφραν θησόμενος. ἀπαγγειλάντων δὲ τούτων, ἐν θαύματι ὁ Ἰβάτζης ἐτίθει εἰ δυσμενὴς ἄνθρωπος αὐθαίρετος ἥκει καὶ χερσὶν ἐκδίδω σιν ἑαυτὸν πολεμίαις. ὅμως ἀφικέσθαι κελεύει, καὶ ἐλθόντα ἐδέξατό τε περιχαρῶς καὶ ἠσπάσατο. ἄρτι δὲ τελεσθέντος τοῦ ἑωθινοῦ ὕμνου, καὶ πάντων τῶν συνειλεγμένων εἰς τὰς ἰδίας σκε δασθέντων καταγωγάς, ὁ Εὐστάθιος πρόσεισι τῷ Ἰβάτζῃ, καὶ ἀξιοῖ τοὺς ἄλλους πρὸς μικρὸν ἐκστῆναι ὡς τάχα μέλλων αὐτὸς διαλέξασθαι κατ' ἰδίαν περί τινος ἀναγκαιοτάτου καὶ λυσιτελοῦν τος αὐτῷ. ὁ δὲ τὸν δόλον καὶ τὴν ἀπάτην μὴ κατανοήσας, ἀλλὰ τῷ ὄντι ὑπολαβὼν ὡς βούλεται καὶ αὐτὸς εἷς γενέσθαι τῶν συνι στώντων αὐτῷ τὴν ἀποστασίαν, τοὺς θεράποντας μικρὸν ἀποστῆ ναι κελεύσας, τῆς χειρὸς ἐκείνου λαβόμενος ἔν τινι παραδείσῳ εἰσάγει συνηρεφεῖ δένδροις καὶ κοιλότητα ἔχοντι, ὡς μηδὲ φωνὴν ἐξηχεῖσθαι δύνασθαι διὰ τὴν συνδενδρίαν. οὗ ἐντὸς γενόμενος ὁ 2.472 Εὐστάθιος, καὶ μεμονωμένου λαβόμενος τοῦ Ἰβάτζου, εἰς γῆν τε αὐτὸν εὐθὺς καταβάλλει, καὶ τῷ στήθει προσερείσας τὸ γόνυ (ἦν γὰρ κατὰ χεῖρα γενναῖος) τοῦτον κατῆγχε, καὶ τοῖς δυσὶν ὑπηρέταις ἐνεκελεύσατο βοηθεῖν τὴν ταχίστην. οἱ δέ, καθάπερ συντεθειμένον ἦν, ἱστάμενοι καὶ καραδοκοῦντες τὸ μέλλον, ὡς ἤκουσαν τῆς φωνῆς τοῦ κυρίου, ἔδραμόν τε εὐθέως, καὶ τὸν Ἰβάτζην περισχόντες καὶ τῷ χιτῶνι ἀποφράξαντες αὐτοῦ τὸ στό μα, ὡς μὴ βοήσας περιστήσῃ πλῆθος αὐτοῖς καὶ ἄπρακτον ἀπο τελέσῃ τὸ ἔργον, ἀποτυφλοῦσι, τυφλωθέντα δὲ ἐκβάλλουσι τοῦ παραδείσου εἰς τὴν αὐλήν. αὐτοὶ δὲ εἴς τι ὑπερῷον οἴκημα ὑψη λὸν ἀναδραμόντες καὶ τὰ ξίφη ἑλκύσαντες ἐξεδέχοντο τοὺς μέλλον τας προσιέναι. γνωσθέντος δὲ τοῦ δράματος συνέρρει πλῆθος ἀμύθητον· οἱ μὲν γὰρ ξίφη κατέχοντες ἐν χερσίν, οἱ δὲ δόρατα, οἱ δὲ τόξα, οἱ δὲ λίθους, οἱ δὲ ξύλα, οἱ δὲ δαλοὺς καιομένους, ἄλλοι δὲ ὕλην εὔπρηστον, ἔθεον βοηδρομοῦντες καὶ κεκραγότες "σφαττέσθωσαν, καιέσθωσαν, μεληδὸν κατατεμνέσθωσαν, λίθοις καταχωννύσθωσαν οἱ παλαμναῖοι καὶ ἀλιτήριοι· μή τις φειδὼ γενέσθω τῶν ἀλαστόρων." συνδρομὴν δὲ θεασάμενος ὁ Εὐστά θιος, καὶ τῆς ἑαυτοῦ ἀπεγνωκὼς σωτηρίας, παρεκάλει τέως τοὺς ἀμφ' αὐτὸν ἄνδρας ἀγαθοὺς