472
γενέσθαι καὶ μὴ μαλακισθῆναι, μηδ' ἑαυτοὺς προδοῦναι καὶ εἰς ἐξουσίαν πεσεῖν τῶν ζητούντων τὴν αὐ τῶν ἀπώλειαν, καὶ παρ' ἐκείνων τὴν σωτηρίαν ἐκδέχεσθαι ἢ θά νατον οἰκτρὸν καὶ ἐπώδυνον. πρὸς δὲ τὸ πλῆθος ἀπό τινος θυρί δος προκύψας καὶ τῇ χειρὶ κατασιγάσας τὸν ὄχλον τοιῶνδε λόγων 2.473 ἀπήρξατο. "ὅτι μέν, ὦ ἄνδρες οἱ συνειλεγμένοι, οὐδεμία τις προαπέκειτό μοι ἀπέχθεια πρὸς τὸν ὑμέτερον δυνάστην, καὶ ὑμεῖς αὐτοὶ πάντες ἐρεῖτε, ἀκριβῶς εἰδότες ὡς Βούλγαρος μὲν αὐτὸς Ῥωμαῖος δ' ἐγώ, καὶ Ῥωμαῖος οὐ τῶν ἐπὶ Θρᾴκης καὶ Μακεδονίας οἰκούντων, ἀλλ' ἐκ τῆς μικρᾶς Ἀσίας, ἥτις ὅσον ἀπέχει ὑμῶν, ἴσασιν οἱ γινώσκοντες. ὅτι δὲ καὶ αὐτὸς τῷ τοιούτῳ ἐπεχείρησα ἔργῳ οὐκ εἰκῇ καὶ μάτην, ἀλλά τις με κατήπειξεν ἀνάγκη, λογιεῖ σθε οἱ φρονιμώτεροι. οὐ γὰρ ἂν οὕτω μανιωδῶς εἰς προῦπτον ἐμαυτὸν ἐνέρριψα κίνδυνον καὶ τῆς ἐμαυτοῦ ζωῆς κατεφρόνησα, εἰ μή τις ἦν ἄλλη αἰτία ἡ βιασαμένη με πρὸς τὴν πρᾶξιν ἐλθεῖν. ἴστε οὖν ὡς τὸ γενόμενον ἔργον πρόσταγμα βασιλέως ἐστίν, ᾧ πει θαρχῶν ἐγὼ ὡς ὄργανον διηκόνησα. καὶ νῦν εἰ βούλεσθέ με δια χειρίσασθαι, ἰδοὺ ὑφ' ὑμῶν ἐγὼ περιειλημμένος. πλὴν οὐκ εὐκόλως οὐδὲ ῥᾳδίως ἐγὼ ἀποθανοῦμαι, οὐδὲ καταθεὶς τὰ ὅπλα ἐμαυτὸν παραδώσω ὑμῖν ὡς βούλεσθε χρῆσθαι, ἀλλ' ἀγωνιοῦμαι περὶ τῆς οἰκείας ζωῆς, καὶ μέχρι θανάτου ἀμυνοῦμαι τοὺς ἐπιόν τας ἅμα τοῖς σὺν ἐμοί. εἰ δὲ καὶ θανούμεθα, ὅπερ ἀνάγκη πα θεῖν τοὺς ὑπὸ πλειόνων περιστοιχισθέντας, εὐδαίμονα καὶ μακά ριον τὸν θάνατον λογιζόμεθα, ἔχοντες καὶ τὸν μέλλοντα καὶ τὸ ἡμέτερον ἐκζητῆσαι καὶ ἐκδικῆσαι αἷμα, πρὸς ὃν βουλεύσασθε εἰ δυνατὸν ἄχρι πολλοῦ ἀνθίστασθαι."
Τούτων ἀκούσαντες οἱ συνη θροισμένοι τῶν λόγων, καὶ τῷ ἐκ βασιλέως δέει καταπλαγέντες, κατὰ μικρὸν ὑπορρέοντες ἄλλοι ἀλλαχῇ διεσκεδάσθησαν, οἱ γη 2.474 ραιότεροι δὲ καὶ φρονιμώτεροι τὸν βασιλέα εὐφημήσαντες ὑπετάγη σαν. ὁ δ' Εὐστάθιος κατὰ πολλὴν ἄδειαν τὸν Ἰβάτζην εἰληφὼς τῷ βασιλεῖ διεκόμισεν. ὃν οὗτος ἀποδεξάμενος τῆς ἀνδραγαθίας στρα τηγόν τε εὐθὺς προυβάλετο ∆υρραχίου καὶ τὴν ἅπασαν κινητὴν ὕπαρξιν ἐδωρήσατο τοῦ Ἰβάτζου· τοῦτον δὲ παρέδωκεν φυλακῇ. Τότε καὶ Νικολιτζᾶς ὁ πολλάκις ληφθεὶς καὶ τοσαυτάκις ἀφεθείς, ἔν τισιν ὄρεσιν κρυπτόμενος, ὡς ἐπέμφθη δύναμις κατ' αὐτοῦ καὶ τῶν οἱ συνόντων οἱ μὲν προσεχώρησαν ἐθελοντὶ οἱ δὲ ἡλίσκοντο, αὐτόμολος κάτεισι νυκτὸς εἰς τὸ στρατόπεδον, καὶ τῇ χειρὶ κρούσας τὴν θύραν προσήγγειλεν ἑαυτὸν ὅστις εἴη καὶ ὅτι παραδίδωσιν ἑκουσίως τὸ σῶμα τῷ βασιλεῖ. ἀλλὰ τοῦτον μὲν ὁ βασιλεὺς οὐδὲ ἰδεῖν ἠνέσχετο, ἀλλ' εἰς Θεσσαλονίκην ἐξέπεμψε φρουρεῖσθαι κελεύσας. αὐτὸς δὲ τὰ τοῦ ∆υρραχίου καὶ τῆς Κο λωνείας καὶ ∆ρυϊνουπόλεως, ὥς πῃ ἐδόκει αὐτῷ βέλτιστα, κατα στησάμενος, καὶ φύλακας τοῖς θέμασι καὶ στρατηγοὺς ἐπιστήσας, καὶ τῶν αἰχμαλώτων Ῥωμαίων τοὺς βουλομένους κατὰ χώραν μέ νειν ἐάσας, τοὺς δὲ λοιποὺς ἕπεσθαι προστάξας, ἦλθεν εἰς Κα στορίαν. ἔνθα προσήχθησαν αὐτῷ θυγατέρες δύο τοῦ Σαμουήλ, αἵτινες θεασάμεναι Μαρίαν τὴν Ἰωάννου γυναῖκα παρισταμένην τῷ βασιλεῖ ὥρμησαν κατ' αὐτῆς ὡς διαχειρισόμεναι. ἀλλὰ ταύ ταις μὲν ὁ βασιλεὺς τὸν θυμὸν κατεκοίμισεν, ὑποσχόμενος τιμῆ σαι καὶ ὑπερπλουτίσαι αὐτάς, τὴν δὲ Μαρίαν τῷ τῆς ζωστῆς ἀξιώματι τιμήσας εἰς τὴν βασιλίδα μετὰ τῶν υἱῶν ἐκπέμπει. 2.475 καθαιρεῖ δὲ καὶ τὰ ἐν Σερβίοις καὶ τῷ Σωσκῷ φρούρια πάντα διὰ τοῦ Ξιφίου, καὶ εἰς ἔδαφος καταστρέφει. καὶ εἰς τὸ φρούριον Σταγοῦς ἔρχεται, ἔνθα κατέλαβεν ὁ τῶν Βελογράδων ἄρχων μετὰ δουλικοῦ τοῦ σχήματος Ἐλεμάγος, μετὰ τῶν συναρχόντων αὐτοῦ. ἐκεῖθεν ἄρας ἄπεισιν εἰς Ἀθήνας. ἐν δὲ τῷ διιέναι τὸ Ζητούνιον τὰ ὀστᾶ τῶν πεσόντων ἐκεῖσε Βουλγάρων, ὁπηνίκα ὁ μάγιστρος Νικηφόρος ὁ Οὐρανὸς τὸν Σαμουὴλ ἐτρέψατο, θεασάμενος ἐθαύ μασεν. ὑπερηγάσθη δὲ καὶ τὸ ἐν Θερμοπύλαις γενόμενον τεῖχος, ὃ Σκέλος ἄρτι κατονομάζεται, εἰς ἀποτροπὴν τῶν Βουλγάρων παρὰ τοῦ Ῥουπένη. καὶ ἐν Ἀθήναις γενόμενος καὶ τὰ