473
τῆς νίκης εὐχαριστήρια τῇ θεοτόκῳ δούς, καὶ ἀναθήμασι πολλοῖς λαμπροῖς καὶ πολυτελέσι κοσμήσας τὸν ναόν, ὑπέστρεψεν εἰς Κωνσταντινού πολιν. καὶ διὰ τῶν μεγάλων πυλῶν τῆς χρυσῆς πόρτης στεφάνῳ χρυσῷ λόφον ἐφύπερθεν ἔχοντι ἐθριάμβευσεν ἐστεφανωμένος, προηγουμένης Μαρίας τῆς τοῦ Βλαδισθλάβου γυναικὸς καὶ τῶν τοῦ Σαμουὴλ θυγατέρων καὶ τῶν λοιπῶν Βουλγάρων. ἰνδικτιὼν ἦν βʹ, ἔτος #22φκζʹ. καὶ οὕτω μετὰ τροπαίων καὶ νίκης ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ εἰσελθών, καὶ τῷ θεῷ εὐχαριστηρίους ᾄσας ᾠδάς, ἀπῆλθεν εἰς τὰ βασίλεια. ὃν ὁ πατριάρχης Σέργιος μετὰ νίκης εἰσελθόντα πολλὰ κατελιπάρει σβέσαι τὸ ἀλληλέγγυον (ἦν γὰρ ὑποσχόμενος ποιῆσαι τοῦτο, εἰ τῶν Βουλγάρων ὑπερισχύσειεν), ἀλλ' οὐκ ἔπεισεν. ὃς ἐπὶ εἴκοσιν ὅλους ἐνιαυτοὺς τὴν τοῦ θεοῦ ποιμάνας ἐκκλησίαν Ἰουλίῳ μηνί, ἰνδικτιῶνος βʹ, ἐν ἔτει τῷ 2.476 #22φκζʹ, πρὸς κύριον ἐξεδήμησε. καὶ προεβλήθη πατριάρχης Εὐ στάθιος, πρῶτος ὢν τῶν πρεσβυτέρων τοῦ ἐν τοῖς βασιλείοις ναοῦ. Τῷ δὲ βασιλεῖ προσερρύησαν, τῆς Βουλγαρίας δουλωθείσης αὐτῷ, καὶ τὰ ὅμορα ἔθνη τῶν Χορβατῶν, ἄρχοντας ἔχοντες δύο ἀδελφούς, ὧν προσρυέντων καὶ ἀξιώματα λαβόντων καὶ κτήσεις ἱκανὰς ὑπήκοα γέγονε καὶ τὰ ἔθνη. μόνος δὲ ὁ τοῦ Σιρμίου κρα τῶν ἀδελφὸς τοῦ Νεστόγγου Σέρμων πιθῆσαι οὐκ ἤθελε· πρὸς ὃν Κωνσταντῖνος ὁ ∆ιογένης, τῶν ἐκεῖσε μερῶν ἄρχων, φιλίαν ὑπο κρινόμενος πρεσβευτὴν ἐκπέμπει, δηλῶν μεθ' ὅρκων ἐπιθυμίαν ἔχειν ἑνωθῆναι αὐτῷ καὶ περὶ ἀναγκαίων κοινολογήσασθαι. εἰ δέ τις αὐτὸν ὑποτρέχει φόβος, τρεῖς ὑπηρέτας εἰληφέναι μόνους, καὶ κατὰ τὸ μέσον τοῦ παραρρέοντος ποταμοῦ συμμῖξαι αὐτῷ μετὰ τριῶν ὑπηρετῶν ὁμοίως ἀφίξεσθαι μέλλοντι. πεισθεὶς οὖν ἐκεῖ νος ἔρχεται πρὸς τὸν ποταμὸν καὶ τῷ ∆ιογένει ἑνοῦται. ἐν ᾧ δὲ ἔμελλον διαλέγεσθαι, ὁ ∆ιογένης ἐγκόλπιον φέρων μάχαιραν καὶ ταύτην αἰφνιδίως ἑλκύσας παίει τοῦτον κατὰ τῆς πλευρᾶς καὶ εὐ θὺς ἀναιρεῖ. τῶν δὲ μετ' αὐτοῦ φυγῇ χρησαμένων, τοὺς πλη σιάζοντας ὁ ∆ιογένης συναθροίσας στρατοὺς μετὰ χειρὸς ἱκανῆς ἔρχεται πρὸς τὸ Σίρμιον, καὶ τὴν γυναῖκα τοῦ τεθνεῶτος κατα πληξάμενος καὶ ὑποσχέσεσι μεγάλαις καταμαλάξας ἔπεισε προσχω ρῆσαι καὶ τὸ Σίρμιον παραδοῦναι τῷ βασιλεῖ· ἥτις καὶ εἰς τὸ Βυζάντιον ἀνεπέμφθη, καὶ ἀνδρὶ συνεζεύχθη ἑνὶ τῶν ἐν τῇ πόλει μεγιστάνων, καὶ ὁ ∆ιογένης ἄρχειν ἐτάχθη τῆς νεοκτήτου χώρας.
2.477 Ἀνεκαίνισε δὲ ὁ βασιλεὺς καὶ τὸν ἀγωγὸν Οὐαλεντινιανοῦ τοῦ βασιλέως, ὡς ἂν ἔχοιεν οἱ ἀστοὶ ἀφθονίαν ὕδατος. Γεωργίου δὲ τοῦ ἄρχοντος Ἀβασγίας τὰς πρὸς Ῥωμαίους ἀθετήσαντος συνθήκας καὶ τὰ ὅμορα κατατρέχοντος, ἔξεισι κατ' αὐτοῦ ὁ βασιλεὺς πανστρατί, κατόπιν λιπὼν Νικηφόρον πατρίκιον τὸν Ξιφίαν καὶ Νικηφόρον πατρίκιον τὸν υἱὸν Βάρδα τοῦ Φωκᾶ. οἱ δὲ διὰ τὸ τῆς στρατείας ἀπολελεῖφθαι δεινοπαθήσαντες οὐ μικρῶς, λαὸν ὡς ἔτυχεν ἠθροικότες ἀπό τε Καππαδοκίας καὶ Ῥοδάντου καὶ τῶν πέριξ χωρίων, ἀποστασίαν κινοῦσιν. οὗπερ ἀγγελθέντος τῷ βα σιλεῖ ταραχὴ κατεῖχε τὴν παρεμβολὴν καὶ ἀγωνία, δεδοικυῖαν μή πως ἐν μέσῳ Ἀβασγῶν τε καὶ τῶν ἀποστατῶν συνειλημμένοι (διε δέδοτο γὰρ καὶ λόγος ὡς οἱ περὶ τὸν Ξιφίαν διεκηρυκεύσαντο περὶ τούτου πρὸς τὸν ἄρχοντα Ἀβασγίας) ἀνήκεστόν τι πάθωσιν. ὁ δὲ βασιλεὺς γράμματα γράψας πρός τε τὸν Ξιφίαν καὶ τὸν Φω κᾶν ἐξέπεμψε, παραγγείλας τῷ λαβόντι σπουδάσαι πάντα τρόπον λαθεῖν καὶ ἑκάστῳ ἀσυγγνώστως δεδωκέναι τὸ γράμμα. τοῦ δὲ ὡς ἐκελεύσθη ποιήσαντος καὶ τὰς ἐπιστολὰς ἐγχειρίσαντος λελη θότως, ὁ μὲν Φωκᾶς εὐθὺς ἐπανέγνω τὴν ἑαυτοῦ τῷ Ξιφίᾳ, ἐκεῖ νος δὲ τὴν ἑαυτοῦ ἀποκρύψας καὶ γράμμα δέξασθαι ὅλως ἀπαρνη σάμενος ἐν μιᾷ τῶν ἡμερῶν καλεῖ τοῦτον ἐπὶ κοινολογίαν, καὶ ἐλθόντα, λόχους ἔχων προευτρεπισμένους, ἀποκτίννυσι. καὶ ἡ ἐπισύστασις τῶν ἀποστατῶν εὐθὺς διεσκεδάσθη. τοῦ δὲ θανάτου τοῦ Φωκᾶ γνωσθέντος τῷ βασιλεῖ