474
πέμπεται Θεοφύλακτος ὁ ∆α μιανοῦ τοῦ ∆αλασσηνοῦ υἱός, καὶ τὸν Ξιφίαν συλλαβὼν ἐκπέμπει 2.478 δέσμιον πρὸς τὴν βασιλίδα πρὸς Ἰωάννην τὸν πρωτονοτάριον, ὃς ἐν τῇ νήσῳ τοῦ Ἀντιγόνου μοναχὸν αὐτὸν ἀποκείρει. ὁ δὲ βασι λεὺς τοῦ τῶν ἀποστατῶν ἀπολυθεὶς δέους συμβάλλει τοῖς Ἀβασ γοῖς, καὶ πολλοὶ πίπτουσι τῶν Ῥωμαίων. ὅμως διελύθησαν ἄμφω τὰ στρατεύματα, καὶ ἡ νίκη ἀμφίβολος ἦν. μετὰ δὲ ταῦτα δευτέρας συμπλοκῆς γενομένης, τῇ ιαʹ τοῦ Σεπτεμβρίου μηνός, ἰνδικτιῶνος ʹ, κατὰ τὸ #22φλαʹ ἔτος, πίπτει μὲν ὁ Λιπαρίτης (οὗτος γὰρ ἦν ἀρχιστράτηγος τῷ Γεωργίῳ) καὶ σὺν αὐτῷ πᾶν τὸ κρατιστεῦον ἐν Ἀβασγοῖς, φεύγει δὲ καὶ ὁ Γεώργιος εἰς τὰ ἐνδό τερα ὄρη τῆς Ἰβηρίας. μετ' ὀλίγον δὲ διαπρεσβευσάμενος, καὶ τῷ βασιλεῖ ἐκστὰς χώρας ὁπόσης ἐβούλετο, σπένδεται, ὅμηρον δοὺς τὸν υἱὸν αὐτοῦ Παγκράτιον· ὃν μάγιστρον ποιήσας ὁ βασι λεὺς ὑπέστρεψε. τοὺς μὲν οὖν ἄλλους τῶν τῷ Ξιφίᾳ συναραμέ νων καὶ τῷ Φωκᾷ τῶν ὑπαρχόντων γυμνώσας καθεῖρξε, μόνον δὲ τὸν πατρίκιον Φέρσην ἀπέκτεινε, πρὸ πάντων τε προσρυέντα τοῖς ἀποστάταις, καὶ τέσσαρας ἀρχόντων γειτόνων κουράτωρας ἀπο κτείναντα, καὶ ἐκτομίαν τινὰ βασιλικὸν αὐτοχείρως καρατομή σαντα. ἐδόθη δὲ καὶ λέουσι βασιλικοῖς τις θαλαμηπόλος βρῶμα, ἐλεγχθεὶς φαρμάκοις ἐπιβουλεύων τῷ βασιλεῖ διὰ τὸν Ξιφίαν. Καὶ Ἄννης δὲ τῆς τοῦ βασιλέως ἀδελφῆς ἐν Ῥωσίᾳ ἀποθανούσης, καὶ πρὸ αὐτῆς τοῦ ἀνδρὸς αὐτῆς Βλαδιμηροῦ, Χρυσόχειρ συγγενής τις ὢν τοῦ τελευτήσαντος, ἄνδρας ὀκτακοσίους προσε ταιρισάμενος καὶ πλοίοις ἐμβιβάσας, ἦλθεν εἰς Κωνσταντινούπολιν 2.479 ὡς τάχα μισθοφορήσων. τοῦ δὲ βασιλέως καταθεῖναι τὰ ὅπλα κελεύοντος καὶ οὕτω ποιήσασθαι τὴν ἐντυχίαν, μὴ θελήσας διῆλθε τὴν Προποντίδα. ἐν Ἀβύδῳ δὲ γενόμενος καὶ τῷ στρατηγοῦντι ταύτης συρράξας ὑπερμαχοῦντι τῶν παραλίων, καὶ τοῦτον ῥᾳδίως καταστρεψάμενος, κατῆλθεν εἰς Λῆμνον. ἐκεῖσε δὲ παρὰ τοῦ στόλου τοῦ Κιβυρραιωτῶν, καὶ ∆αβὶδ τοῦ ἀπὸ Ἀχριδῶν στρατη γοῦντος Σάμου, καὶ Νικηφόρου τοῦ Καβάσιλα δουκὸς ὄντος Θεσ σαλονίκης παρασπονδηθέντες ἅπαντες κατεσφάγησαν. Βουλόμενος δὲ ὁ βασιλεὺς ἐκστρατεῦσαι κατὰ τῆς Σικελίας Ὀρέστην προέπεμψε μετὰ δυνάμεως ἁδρᾶς, ἕνα ὄντα τῶν πιστο τάτων εὐνούχων, αὐτὸς δὲ ἐκωλύθη φθάσαντος τοῦ χρεών. ∆ε κεμβρίῳ γὰρ μηνὶ ιεʹ, ἰνδικτιῶνος θʹ, ἔτους #22φλδʹ, αἰφνιδίῳ νόσῳ ληφθεὶς ἀπεβίω, πρό τινων ἡμερῶν τῆς αὐτοῦ τελευτῆς καὶ Εὐσταθίου τοῦ πατριάρχου ἀποθανόντος, οὗ διάδοχον ὁ βασιλεὺς ἐποιήσατο Ἀλέξιον μοναχὸν καὶ καθηγούμενον τῆς μονῆς τοῦ 2.480 Στουδίου, εἰς ἐπίσκεψιν αὐτοῦ πεφοιτηκότα μετὰ τῆς τιμίας κεφα λῆς τοῦ προδρόμου. ὃν καὶ πέμψας ἐνθρονίζει διὰ τοῦ πρωτο νοταρίου Ἰωάννου, ᾧ συνεργῷ ἐχρῆτο πρὸς τὴν τῶν κοινῶν διοί κησιν. καὶ τῇ ἑσπέρᾳ ἐτελεύτησε, ζήσας μὲν ἔτη οʹ, καὶ τὰ πάντα βασιλεύσας, ἐπὶ χρόνους δὲ νʹ τὴν αὐτοκράτορα διιθύνας ἀρχήν. ταφῆναι δὲ παρεκάλεσε τὸν ἑαυτοῦ ἀδελφόν, ὃν καὶ διάδοχον κατέλιπε τῆς ἀρχῆς, ἐν τῷ κατὰ τὸ Ἕβδομον ναῷ τοῦ εὐαγγελι στοῦ καὶ θεολόγου· ὃ δὴ καὶ γέγονεν. Ἀναζωσάμενος δὲ τὴν ἅπασαν δυναστείαν ὁ Κωνσταντῖνος, καὶ πράττειν ὅ τι καὶ βούληται ἐξουσίαν λαβών, καὶ ταῖς ἐκδεδιῃ τημέναις χαίρων τῶν πράξεων, πολλῶν κακῶν αἴτιος ὑπῆρξε τῷ πολιτεύματι, αὐτὸς μὲν πράττων οὐδὲν ἢ βουλευόμενος τῶν δεόν των, ἱπποδρομίαις δὲ χαίρων καὶ μίμοις καὶ γελωτοποιοῖς, καὶ κύβοις καὶ κοττάβοις ἐννυκτερεύων, ἄρχοντας καθιστὰς ἔν τε πολιταρχίαις καὶ στρατηγίαις οὐ τοὺς ἔργῳ καὶ λόγῳ τὸ δόκιμον ἑαυτῶν παρεχομένους ἀλλ' οἰνόληπτα ἐκτετμημένα ἀνδράποδα καὶ πάσης μιαρίας καὶ βδελυρίας ἐμπεπλησμένα, ἀνάγων αὐτοὺς εἰς τὰς τῶν ἀξιωμάτων ὑψηλοτάτας περιωπάς, τοὺς δὲ γένει καὶ ἀρετῇ καὶ πείρᾳ προέχοντας παρατρέχων. Νικόλαον γὰρ τὸν πρῶ τον τῶν αὐτοῦ θαλαμηπόλων δομέστικον προεβάλετο τῶν σχολῶν καὶ παρακοιμώμενον, Νικηφόρον δὲ τὸν μετ' ἐκεῖνον τὰ δευτε ρεῖα φέροντα πρωτοβεστιάριον, Συμεὼν δὲ τὸν κατὰ τὴν τάξιν