475
τρίτον δρουγγάριον τῆς βίγλας, προέδρους τοὺς πάντας τιμήσας, 2.481 Εὐστάθιόν τε τὸν πολλοστὸν μετ' ἐκείνους μέγαν ἑταιρειάρχην. προεβάλετο δὲ καὶ δοῦκα Ἀντιοχείας εὐνοῦχόν τινα Σπονδύλην λεγόμενον, καὶ Ἰβηρίας Νικήταν τὸν ἐκ Πισσιδίας, καὶ ἄμφω ἐπιρρήτους ἀνθρώπους καὶ πονηρούς· οἵτινες ταραχῆς καὶ συγχύ σεως τὰ πάντα πληρώσαντες μικροῦ τὴν βασιλείαν ἀνέτρεψαν ἤδη καλῶς ἀγομένην ἀπό τε τῆς αὐτοκρατορίας Ῥωμανοῦ τοῦ τοῖν βα σιλέοιν πατρός, Νικηφόρου δὲ καὶ Ἰωάννου καὶ Βασιλείου τῶν κατὰ διαδοχὰς δεξαμένων τὰ σκῆπτρα καὶ φοβερὰν καθισταμένην τοῖς πλησιάζουσιν ἔθνεσι. καὶ οὐ μόνον ἀδιάφορον εἶχε τὴν γνώμην ἐν ταῖς τῶν ἀρχῶν προβολαῖς, ὡς ἔτυχεν αὐτὰς καθιστάς, ἀλλὰ καὶ τοὺς ἀξιολογωτέρους καὶ δοκιμωτέρους ἐδίωκε διὰ παντός, τοῖς εὐ δοκίμοις ἐπιβουλεύων. ἀπετύφλωσε μὲν γὰρ καὶ Κωνσταντῖνον πα τρίκιον τὸν υἱὸν Μιχαὴλ μαγίστρου τοῦ Βούρτζῃ, πρὸ τῆς αὐτοκρα τορίας αὐτοῦ προσκρούοντα καὶ τὰς ἀκολάστους αὐτῷ πράξεις Βασι λείῳ τῷ βασιλεῖ μηνύοντα, καὶ ἄλλους οὐκ ὀλίγους ἄνδρας ἀγαθοὺς ἠφάνισεν, ὡς προϊὼν ἐξείπῃ ὁ λόγος. καὶ τὰ μὲν προοίμια τῆς αὐτοκρατορίας αὐτοῦ ταῦτα καὶ τοιαῦτα· τὰ δὲ μετὰ ταῦτα ποία ἂν καὶ κατ' ἀξίαν παραστήσειεν ἱστορία; μόνων γάρ, ὡς ἐρρέθη, ἐξεχόμενος γελωτοποιῶν καὶ μίμων, καὶ περὶ τὰς ἱπποδρομίας εἴ πέρ τις ἄλλος κεχηνώς, ἔργον μόνον ἀναγκαῖον ταύτας ἡγεῖτο, τὰ λοιπὰ μηδενὸς ἀξιῶν λόγου ἀλλὰ δεύτερα λογιζόμενος τῶν αὐτοῦ ἀκολάστων ἔργων.
Νικηφόρον γὰρ τὸν Κομνηνόν, ἄνδρα συνε τὸν καὶ ἐπ' ἀρετῇ καὶ ἀνδρίᾳ βεβοημένον, Μηδίας ἄρχοντα τῆς 2.482 καὶ Ἀσπρακανίας, τὸν καὶ τὰ πρόσχωρα ὑποτάξαντα ἔθνη, δι' αἰτίαν μὲν εὔλογον οὐδεμίαν, τῆς δὲ ἀρετῆς φθονήσας ἀπετύφλω σεν, ἔγκλημα τούτῳ καθοσιώσεως ἐπενεγκών. οὗτος γὰρ πολλά κις συμπλεκόμενος τοῖς γείτοσιν ἐν Μηδίᾳ Σαρακηνοῖς, καὶ τοὺς ἑαυτοῦ στρατιώτας μαλακιζομένους ὁρῶν καὶ τὰ νῶτα στρέφοντας ἀκόσμως καὶ φεύγοντας, καὶ τὰ μὲν ὀνειδίζων, τὰ δὲ καὶ παρα καλῶν μὴ οὕτω φεύγειν αἰσχρῶς ἀλλ' ἵστασθαι κατὰ τῶν ἀντι πάλων γενναίως, ἔπεισε συγκαταθέσθαι. ὡς δὲ καὶ ἐνωμότως τὴν κατάθεσιν βεβαιῶσαι οὗτος ἀπῄτει, ὅτι σὺν αὐτῷ θανοῦνται μαχόμενοι πρὸς τοὺς πολεμίους, ἔγγραφον ἐκδεδώκασι γραμμα τεῖον, παλαμναιοτάταις ἀραῖς καὶ φρικωδεστάτοις ὅρκοις ἐμπεδω σάμενοι στῆναι ῥωμαλέως ἐν τῇ παρατάξει καὶ ἀποθανεῖν σὺν τῷ στρατηγῷ. τοῦτο ὡς ἦλθεν εἰς ὦτα τοῦ Κωνσταντίνου, παρα λύεται μὲν εὐθὺς τῆς ἀρχῆς ὁ Νικηφόρος καὶ εἰς τὴν βασιλίδα εἰσάγεται, κριτήριόν τε καὶ βῆμα ἦρτο, καὶ καταδικάζεται ὡς συνομοσάμενος κατὰ τῆς βασιλείας, καὶ τὰς ὄψεις πηροῦται. ἐγκοτῶν δὲ καὶ Βάρδᾳ πατρικίῳ τῷ ἐκγόνῳ τοῦ μαγίστρου Βάρδα τοῦ Φωκᾶ καί τισιν ἄλλοις, ῥάπτει διά τινος τῶν παρατρεφομέ νων συκοφαντῶν τυραννίδος ἐπίθεσιν κατ' αὐτοῦ, καὶ εὐθὺς ἀπο τυφλοῖ τοῦτον καὶ τοὺς συνδιαβληθέντας αὐτῷ. καὶ στάσεως δὲ γενομένης ἐν τῇ Ναυπάκτῳ κατὰ Γεωργίου τοῦ στρατηγοῦντος αὐτῆς, ὃν καὶ Μωρογεώργιον ἐκάλουν διὰ τὸ ἄστατον τῆς γνώ μης, ἀναιρεῖται μὲν ὁ στρατηγός, διαρπάζουσι δὲ καὶ τὰ προσ 2.483 όντα πάντα αὐτῷ, κακῶς διατιθέμενος περὶ τοὺς ἐγχωρίους καὶ εἰσπράξεσι σεσοφισμέναις καὶ συνεχέσι τούτους συντρίβων. ὁ βασιλεὺς δὲ οὐ μόνον τοὺς αἰτίους ἀπηνῶς ἐκόλασε τοῦ φόνου, ἀλλὰ καὶ αὐτὸν τὸν ἀρχιερέα τῆς Ναυπάκτου ἐτύφλωσεν. ὁ δὲ τοῦ Σκληροῦ Ῥωμανοῦ υἱὸς Βασίλειος πατρίκιος, προσκρούων τῷ μαγίστρῳ Προυσιανῷ τῷ Βουλγάρῳ στρατηγοῦντι βουκελλαρίων, ἐς τοσοῦτον προήχθη τόλμης ὡς καὶ διὰ μάχης τούτῳ ἐλθεῖν. τού των τὴν διένεξιν Κωνσταντῖνος ὁ βασιλεὺς ἀναισχυντίαν κρίνων κατὰ τῆς βασιλείας καὶ ἄμφω ὑπερορίζει, τὸν μὲν ἐν τῇ Ὀξείᾳ νήσῳ τὸν δὲ ἐν τῇ Πλάτῃ. μετὰ μικρὸν δὲ τὸν μὲν Βασίλειον, κατηγορηθέντα ὡς εἴη ἀπόδρασιν μελετῶν, ἀπετύφλωσε, τὸν δὲ Προυσιανὸν μικροῦ δεῖν τοῦτο αὐτὸ πείσεσθαι κινδυνεύοντα