477
ἀγαθοεργεῖν. ἐνδέουσαν γὰρ τὴν πρόσοδον τῆς μεγάλης εἰδὼς ἐκκλησίας ἅτε οἰκονόμος ταύτης γενόμενος ἐν τοῖς ἔμπροσθεν χρό νοις, καὶ τῶν ἄλλων ὁπόσαις ὑπηρετεῖσθαι ἔθος παρὰ τοῦ ταύτης κλήρου, ὀγδοήκοντα χρυσίου λίτρας ἀνὰ πᾶν ἔτος χορηγεῖσθαι τούτοις τετύπωκεν ἀπὸ τοῦ βασιλικοῦ ταμιείου εἰς προσθήκην. ἐξέκοψε δὲ καὶ τέλεον ἀπερρίζωσε τὸ ἀλληλέγγυον, ὅπερ ἐμελέτα μὲν ὁ Κωνσταντῖνος ποιῆσαι, οὐκ ἔφθασε δέ. ἐκένωσε δὲ καὶ τὰς φυλακὰς τῶν ἐγκαθειργμένων διά τινας εὐθύνας, τὰ μὲν δημό σια χρέα χαριζόμενος, ἀποτιννὺς δὲ τὰ ἰδιωτικά. ἀπελυτρώσατο δὲ καὶ τοὺς κατεχομένους αἰχμαλώτους ἐν Πατζινακίᾳ. ἐτίμησε δὲ καὶ συγκέλλους μητροπολίτας τρεῖς, τὸν Ἐφέσου Κυριακὸν ὡς τοῦ πατριάρχου ὁμαίμονα, ∆ημήτριον τὸν Κυζίκου ὡς λίαν αὐτῷ καὶ πρὸ τῆς βασιλείας πεφιλημένον, καὶ Μιχαὴλ τὸν τῶν Εὐχαϊ τῶν καθ' αἷμα τούτῳ ἐγγίζοντα διὰ τὸ ἀναφέρειν τὸ γένος εἰς τοὺς λεγομένους Ῥαδηνούς. Ἰωάννην δὲ τὸν τοῦ Βασιλείου τοῦ βασιλέως πρωτονοτάριον, ἤδη τὴν κοσμικὴν κειράμενον τρίχα, μετα πεμψάμενος καὶ σύγκελλον τιμήσας τῇ τῆς ἑαυτοῦ συζύγου ἀδελ φῇ Θεοδώρᾳ φρουρὸν κατέστησε. πολλοὺς δὲ καὶ τῶν λειτουργῶν τοῦ θεοῦ ἐκ τῶν ἀλληλεγγύων εἰς ἐσχάτην ἐλθόντας πενίαν ἀνεκτή σατο, καὶ τοὺς ἄλλους δυσφοροῦντας καὶ πιεζομένους ἀπορίαις παραμυθίας ἠξίωσε. παρέσχε δὲ καὶ χρημάτων πλῆθος ἀριθμοῦ κρεῖττον ὑπὲρ σωτηρίας ψυχῆς τοῦ ἑαυτοῦ πενθεροῦ. ἠξίωσε δὲ παραπλησίως καὶ τοὺς ὅσοι κακῶς ἔπαθον ὑπ' αὐτοῦ, τοὺς μὲν εἰς ἀξιώματα προβιβάσας, τοὺς δὲ ἐν κτήμασι καὶ ἄλλους ἐν χρήμασι 2.487 παραμυθησάμενος. ἀνήγαγε δὲ καὶ εἰς τὸ λαμπρὸν τῶν μαγί στρων ἀξίωμα τὸν ἐπ' ἀδελφῇ γαμβρὸν αὐτοῦ Ῥωμανὸν τὸν Σκλη ρόν, ὃν ὁ Κωνσταντῖνος, ὡς εἴπομεν, ἀπετύφλωσεν. ἀνεκαλέ σατο δὲ καὶ τῆς χρονίας ὑπερορίας Νικηφόρον τὸν Ξιφίαν, ὃς ἐθε λοντὴς ἐν τῇ μονῇ τῶν Στουδίου τὸ τῶν μοναχῶν ἠμφιέσατο σχῆμα. Κατὰ τοῦτον τὸν χρόνον ὗσεν ὁ θεὸς ὑετὸν σύμμετρον, καὶ εὐφορία γέγονε τῶν καρπῶν, κατ' ἐξαίρετον δὲ τῆς ἐλαίας. ἐγέ νετο δὲ κατὰ τὴν ἡμέραν τῆς ἁγίας πεντηκοστῆς ταραχὴ διὰ τὴν καθέδραν ἐν τῇ λειτουργίᾳ, μὴ καταδεξαμένων τῶν μητροπολιτῶν προκαθίσαι αὐτῶν τοὺς συγκέλλους ἐν τῷ συνθρόνῳ.
Κατὰ τοῦτον τὸν χρόνον διαβληθεὶς ὁ μάγιστρος Προυσιανὸς ὁ Βούλγαρος κοινοπραγεῖν Θεοδώρᾳ τῇ τῆς βασιλίδος ἀδελφῇ καὶ τῆς βασιλείας σὺν αὐτῇ ἀντιποιεῖσθαι εἰς τὸ τοῦ Μανουὴλ μοναστήριον φρουρεῖται. ἐπικρατησάσης δὲ τῆς κατηγορίας αὐτὸς μὲν ἀποτυφλοῦται, ἡ δὲ μήτηρ αὐτοῦ ἡ ζωστὴ τῆς πόλεως ἐκ βάλλεται. καὶ Κωνσταντῖνος ὁ ∆ιογένης, γαμβρὸς ὢν τοῦ βα σιλέως ἐπὶ θυγατρὶ τοῦ ἀδελφοῦ αὐτοῦ, ἀπὸ Σιρμίου μετατεθεὶς εἰς Θεσσαλονίκην γίνεται δούξ, κατηγορηθεὶς δὲ παρὰ Ὀρέστου τοῦ θεράποντος τοῦ Βασιλείου τοῦ βασιλέως ὡς μελετῶν ἀποστα σίαν, στρατηγὸς εἰς Θρᾳκησίους στέλλεται. φανερᾶς δὲ τῆς κατηγορίας γενομένης ἄγεται δέσμιος ἐν τῇ βασιλίδι καὶ ἐν πύργῳ βάλλεται. οἱ δὲ τούτου συνωμόται, ὁ πρωτονοτάριος Ἰωάννης καὶ σύγκελλος, ὁ πατρίκιος Εὐστάθιος καὶ στρατηγὸς ὁ ∆αφνο 2.488 μήλης, Μιχαὴλ Θεόγνωστος καὶ Σαμουὴλ οἱ τοῦ μαγίστρου Μι χαὴλ τοῦ Βούρτζῃ ἔκγονοι, Γεώργιός τε καὶ Βαρασβατζὲ ὁ ἐν τῷ ὄρει τῷ Ἄθῳ τὴν τῶν Ἰβήρων μονὴν συστησάμενος, οἱ τοῦ πατρικίου Θευδάτου ἀνεψιοί, δεινῶς τυφθέντες καὶ διὰ μέσης τῆς λεωφόρου παραπεμφθέντες ἐξορίᾳ παρεπέμφθησαν. κατηνέχθη δὲ καὶ Θεοδώρα τῶν ἀνακτόρων, καὶ εἰς τὸ λεγόμενον περιωρίσθη Πετρίον. Ὀκτωβρίου δὲ μηνὸς λαʹ χύσις ἀστέρος ἐγένετο, ἐκ δυσμῶν πρὸς ἀνατολὴν τὴν πορείαν ποιοῦντος. καὶ κατ' αὐτὴν τὴν ἡμέ ραν πτῶσις οὐ μικρὰ γέγονε τοῦ Ῥωμαϊκοῦ στρατοῦ ἐν Συρίᾳ, στρατηγοῦντος τῆς μεγάλης Ἀντιοχείας Μιχαὴλ τοῦ Σπονδύλη. ἐγένετο δὲ καὶ ὄμβρων ἐπίκλυσις, ἐπικρατήσασα ἕως τοῦ Μαρτίου μηνός, τῶν ποταμῶν ὑπερχυθέντων καὶ τῶν κοίλων πελαγισάντων, ὡς