479
ῥᾳδιουργίας μὴ συνεὶς ὁ Σπονδύλης τῶν τε κλοιῶν ἀφῆκεν αὐ τόν, καὶ τὸ φρούριον ὡς ἐκέλευσεν ἐδομήσατο, καὶ αὐτῷ τὴν φυ λακὴν ἐπετρέψατο, χιλίους φρουροὺς ἐγκαταστήσας ἐν τούτῳ Ῥω μαίους. ὁ δὲ Μουσάραφ τυχὼν οὗπερ ηὔχετο καιροῦ, λάθρᾳ τῷ Τριπόλεως ἀμηρᾷ καὶ Τούσβερ τῷ ἀρχιστρατηγῷ τοῦ Αἰγυ πτίου προσδιαλεχθείς, λαὸν ὑπ' αὐτῶν πεμφθέντα δεξάμενος τούς τε χιλίους ἀναιρεῖ καὶ τὸ φρούριον αὐτοῖς παραδίδωσι. καὶ οὐ διέλιπον ἐξ ἐκείνου ἐξ ὑπερδεξίων φερόμενοι οἱ Σαρακηνοὶ δια φθείρειν τὰ ἐν Συρίᾳ Ῥωμαίοις ὑπήκοα καὶ λυμαίνεσθαι.
Ἀλλὰ τοῦτον μὲν ὁ Ῥωμανὸς μεθίστησι τῆς ἀρχῆς, διά δοχον αὐτῷ πέμψας τὸν ἐπ' ἀδελφῇ γαμβρὸν αὐτοῦ Κωνσταντῖνον τὸν Καραντηνόν, ηὐτρεπίζετο δὲ καὶ αὐτὸς κατόπιν ἀπελθεῖν τῶν Σαρακηνῶν. ἤδη δὲ τὸ Φιλομίλιον καταλαβόντος αὐτοῦ ἦλθον πρέσβεις ἐκ Βερροίας μετὰ δώρων ὅτι πολλῶν, παρακαλοῦντες συμπαθείας τυχεῖν καὶ τὴν πρὶν δουλείαν ἐπαναδέξασθαι καὶ τοὺς ἐτησίους εὐγνωμόνως προσφέρειν φόρους. πολλῶν δὲ κἀγαθῶν στρατιωτῶν συστρατευομένων αὐτῷ παρακαλούντων τὴν πρόκλησιν δέξασθαι, ὧν εἷς ἦν καὶ ὁ πατρίκιος Ἰωάννης ὁ Χάλδας, καὶ μὴ ἐκστρατεῦσαι κατὰ Συρίας ἐν καιρῷ θέρους, ὁπότε τό τε ὕδωρ ἐν αὐτῇ σπανίζει καὶ τὸ μὲν Ἀράβων ἔθνος ἀνυπόστατόν ἐστιν οἷα 2.492 ἐνειθισμένον φέρειν γενναίως τὰ ἐγχώρια θάλπη καὶ τοὺς φλογμοὺς καὶ τοὺς καύσωνας, οἱ δὲ Ῥωμαῖοι πανοπλῖται τυγχάνοντες οὐ τληπαθῶς ἔχουσι πρὸς τὴν ὥραν, μηδενὸς ἐπιστροφὴν ποιησάμε νος, ἀλλ' ἐξ ὑπογύου τὰ τῶν πρὸ αὐτοῦ βασιλέων ἔχων ἀνδραγα θήματα, καὶ σπεύδων καὶ αὐτὸς ἀνδρῷά τινα ἐπιδείξασθαι, ἄπει σιν ἐν Συρίᾳ. καὶ στρατοπεδείαν πηξάμενος ἔν τινι φρουρίῳ δύο ἡμερῶν ὁδὸν Βερροίας ἀπέχοντι (Ἀζάζιον ὄνομα τῷ φρουρίῳ) ἐσκόπει τὸ μέλλον. ἐν ᾧ κατεσκηνωμένος τὸν τῶν ἐξκουβίτων ἄρχοντα τὸν πατρίκιον Λέοντα τὸν Χοιροσφάκτην μετὰ τοῦ οἰκείου τάγματος ἐπὶ κατασκοπῇ στέλλει, εἴ τινές τε ἐπίοιεν κατοψόμενον Ἄραβες, καὶ ὅπῃ δὴ λυσιτελὲς μεταθεῖναι τὴν στρατοπεδείαν. ἀλλὰ τοῦτον οἱ ἐνεδρεύοντες καὶ τὰ ἐν τῷ μεταξὺ πεδία φυλάσσον τες Ἄραβες καιροσκοπήσαντες καὶ αἰφνίδιον ἐπιθέμενοι κατέσχον, τὸν δὲ μετ' αὐτοῦ λαὸν διεσκέδασαν. ἐς τοσοῦτον δὲ προῆλθον τόλμης καὶ ἀναιδείας ὡς ἀναφανδὸν ἐπικόπτειν Ῥωμαίοις τὴν χορτολογίαν καὶ τὴν τῶν ἄλλων ἀναγκαίων συλλογήν. πλέον δ' αὐτοὺς ἐκάκουν ἐν τοῖς ὕδασι· πιεζόμενοι γὰρ οἱ Ῥωμαῖοι καὶ οἱ τούτων ἵπποι καὶ τὰ ὑποζύγια, ὑπὸ τῆς ἀνάγκης τοῦ δίψους εἰς προφανῆ ἑαυτοὺς συνώθουν τὸν κίνδυνον, καὶ οἱ ἁλισκόμενοι προσαπώλοντο. τότε δὴ καὶ Κωνσταντῖνος πατρίκιος ὁ ∆αλασση νὸς ἐκπεμφθεὶς ἀνακόψαι τοὺς ἐπεμβαίνοντας Ἄραβας καὶ ἀνδρι κόν τι καὶ γενναῖον διαπράξασθαι, καὶ τούτοις συμπλακεὶς καὶ ἀκόσμως φυγών, μεγάλης ταραχῆς καὶ συγχύσεως τὰ Ῥωμαίων 2.493 ἐνέπλησε καὶ τὸν βασιλέα αὐτόν· ἐπανελθόντος γὰρ αὐτοῦ τεθο ρυβημένου καὶ τὸ στρατόπεδον ἅπαν ταραχῆς ἐμφορήσαντος καὶ ἀκοσμίας, οὐκέτι τοῦ λοιποῦ μάχης λόγος ἐτύγχανεν, ἀλλ' ἕκα στος, ὥς πῃ δυνατὸν ἦν, τὴν ἑαυτοῦ σωτηρίαν ἐπραγματεύετο. βουλῆς οὖν προτεθείσης ἔδοξεν ἕωθεν διαλύσαντας τὴν τάφρον ἐπαναζευγνύειν εἰς Ἀντιόχειαν. καὶ δὴ κατὰ τὴν δεκάτην τοῦ Αὐγούστου μηνός, ἰνδικτιῶνος ιγʹ, ἔτους #22φληʹ, κατὰ τὰ βεβου λευμένα τὰς τῆς στρατοπεδείας ἀνοίξαντες πύλας ἁπανταχῇ τῆς ἐπ' Ἀντιόχειαν εἴχοντο, οἱ πλείους μὲν κοιλιακῷ κατειργασμένοι νοσήματι, οἱ πλείους δὲ καὶ ὑπὸ τῆς ἀνάγκης τοῦ δίψους κατειρ γασμένοι. οἷς ἐξελθοῦσι τῆς παρεμβολῆς μετὰ ῥύμης οἱ Ἄραβες ἐπιτίθενται. τῶν δὲ μηδ' ὅλως ὑποστάντων τὴν ὁρμὴν γίνεται τροπὴ φρικωδεστάτη, καὶ οἱ μὲν ὑπ' ἀλλήλων ἐπατοῦντο καὶ διε φθείροντο, οἱ δὲ ζωγρίαι ἡλίσκοντο. ἔνθα τι καὶ συνέβη χάριεν γενέσθαι· τῶν γὰρ στρατηγῶν, οἷς ἐπ' ἀνδρίᾳ μέγα ὄνομα ἦν, καὶ τῶν στρατιωτῶν μηδενὸς ὑποστῆναι τολμώντων τὸν