480
κίνδυνον ἀλλ' ἀγεννῶς ἀποδιδρασκόντων, εὐνοῦχός τις τῶν βασιλικῶν θα λαμηπόλων τὴν ἑαυτοῦ φερομένην ἰδὼν ἀποσκευὴν καὶ τοὺς ὑπη ρέτας, καὶ μὴ ἐνεγκὼν μετρίως τὸ πάθος, τὸν ἵππον τῇδε κἀκεῖσε συνταράξας ἔπεισι μετὰ σφοδρᾶς ὁρμῆς κατὰ τῶν Σαρακηνῶν, καὶ τόξον ἐντείνας βάλλει μὲν ἕνα τρέπει δὲ τοὺς ἄλλους, καὶ τὰ ἑαυτοῦ ἑλὼν ὑπέστρεψε γεγηθώς. ὁ δὲ βασιλεὺς ἐγγὺς ἐλθὼν τοῦ ἁλῶναι περισώζεται εἰς Ἀντιόχειαν, ἐκθύμως ἀγωνισαμένων τῶν βασιλικῶν ἑταίρων καὶ διασωσάντων ἑαυτούς τε καὶ τὸν βα σιλέα. 2.494 Τότε δὴ Γεωργίου τοῦ Μανιάκη τοῦ θέματος στρατηγοῦν τος Τελούχ, Ἄραβες ὀκτακόσιοι μετὰ γαύρου τοῦ φρονήματος ὑποστρέψαντες ἀπὸ τῆς τροπῆς καὶ πρὸς αὐτὸν παραγενόμενοι εἴκειν τὴν ταχίστην ἐκέλευον καὶ τὴν πόλιν καταλιπεῖν τοῦ βασι λέως ἑαλωκότος καὶ παντὸς τοῦ Ῥωμαϊκοῦ στρατεύματος ἄρδην ἀπολωλότος, καὶ μὴ ἑαυτὸν προφανεῖ κινδύνῳ ἐκδεδωκέναι· ἡμέ ρας γὰρ διαλαμπούσης οἰκτρῶς αὐτός τε καὶ οἱ σὺν αὐτῷ ἀπο λοῦνται περιστοιχισθέντες. ὁ δὲ δέχεσθαι τάχα τὴν παραίνεσιν δόξας καὶ ποιήσειν τὸ κελευόμενον ὑποπτευθείς, σῖτά τε καὶ ποτὰ τούτοις ἀποχρώντως ἐκπέμψας διαναπαύειν ἐκέλευεν ἑαυτούς, ὡς ἅμ' ἡμέρᾳ αὐτὸς μὲν σὺν τοῖς συνοῦσιν αὐτῷ ἀπαλλαγήσεται, αὐτοὺς δὲ κυρίους καταστήσει τῆς πόλεως Τελοὺχ καὶ πάντων τῶν Ῥωμαϊκῶν χρημάτων. οἱ δὲ τοῖς τε λόγοις καὶ τοῖς ἔργοις φενα κισθέντες, καὶ ὡς αὔριον τάχα ἀπολήψεσθαι τὰ πάντα ὑπειληφό τες, πρὸς πότους καὶ μέθας ἐτράπησαν καὶ ἐν πάσῃ ἀδείᾳ καὶ ἀμεριμνίᾳ διενυκτέρευον. ὁ δὲ περὶ μέσας νύκτας οἰνωμένοις αὐ τοῖς καὶ ἀφροντίστως κοιμωμένοις ἐπιτίθεται, καὶ τούτους μὲν πάντας ἀπέσφαξεν, ὑφείλετο δὲ καὶ διακοσίας ὀγδοήκοντα καμή λους πεφορτωμένας καὶ πλήρεις ἀγαθῶν παντοίων Ῥωμαϊκῶν. τὰς δὲ ῥῖνας καὶ τὰ ὦτα τῶν πεσόντων ἀποτεμὼν διεκόμισεν ἐν Καπ παδοκίᾳ τῷ βασιλεῖ, ἤδη ἀπὸ τῆς φυγῆς κατειληφότι τὸν τοῦ Φωκᾶ οἶκον καὶ ἐν αὐτῷ διατρίβοντι. ὃν ὁ βασιλεὺς τοῦ ἔργου ἀποδεξάμενος κατεπάνω τῆς κάτω Μηδίας ἀποδείκνυσιν. 2.495 Ἀπαίρων δὲ τῆς Συρίας δομέστικον μὲν τῶν σχολῶν ἀπο δείκνυσι Συμεὼν τὸν τοῦ πενθεροῦ αὐτοῦ Κωνσταντίνου θερά ποντα, ἡγεμόνα δὲ Ἀντιοχείας Νικήταν τὸν ἐκ Μισθείας. τού τοις ἐνετείλατο κατὰ τὸ δυνατὸν ἀποπειρᾶσθαι τοῦ παρὰ τοῦ Μουσάραφ κτισθέντος φρουρίου, ᾧ Μενῖκος ὄνομα, εἴ πως δυνηθεῖεν ἀπαλλάξαι Συρίαν τῶν ἐκ τοῦ Μουσάραφ ἐπιδρομῶν. ἀφυῶς δὲ τούτων καὶ ἀμαθῶς ἐπιχειρησάντων τῇ πολιορκίᾳ, νυ κτὸς ὁ Μουσάραφ ὑπεκδραμὼν τοῦ φρουρίου τάς τε ἑλεπόλεις ἐνέπρησε καὶ τούτους ἐκεῖθεν αἰσχρῶς ἀπεδίωξεν. ὅπερ πυθό μενος ὁ βασιλεύς, καὶ μὴ φέρων τὴν ὕβριν, Θεόκτιστον πρωτο σπαθάριον, ἕνα τῶν πιστικωτάτων αὐτῷ ὑπάρχοντα διακόνων καὶ μέγαν ἑταιρειάρχην τῷ τότε χρηματίζοντα, μετὰ δυνάμεως ἁδρᾶς Ῥωμαίων τε καὶ ἐθνικῶν κατὰ Συρίας ἐκπέμπει, στρατηγὸν αὐ τοκράτορα τοῦτον προχειρισάμενος, καὶ ἐπισκήψας τῷ Τριπόλεως συμμῖξαι ἀμηρᾷ Πινζαρὰχ καὶ μετ' αὐτοῦ τὰ τῶν Ἀράβων λυ μαίνεσθαι· ἔτυχε γὰρ οὗτος ὁ Πινζαρὰχ διά τι πρόσκρουμα πρὸ μικροῦ ἀποστατῆσαι τοῦ Αἰγυπτίων ἀμερμουμνῆ καὶ ὅπλα κινῆσαι κατ' αὐτοῦ. καὶ τοῦ Αἰγυπτίου τὸν Τοῦρκον Τοῦσπερ, ἄρχοντα τυγχάνοντα τῶν αὐτοῦ ταγμάτων, μετὰ χειρὸς ἀξιολόγου ἐπὶ καθαιρέσει τοῦ Πινζαρὰχ πεπομφότος, ὡς οὗτος ᾔσθετο μὴ ἀξιό μαχος εἶναι αὐτὸς καθ' ἑαυτὸν τῇ τῶν Αἰγυπτίων συμπλακῆναι δυνάμει, τῷ βασιλεῖ Ῥωμαίων προσρύεται καὶ ὁμαιχμίαν αἰτεῖ. οὗ τὴν αἴτησιν μὴ παριδὼν ὁ Ῥωμανὸς τὸν Θεόκτιστον μετὰ πλή θους ἀξιολόγου ἐξέπεμψε, συμμαχίαν τε παρασχεῖν τῷ Πινζαρὰχ 2.496 κελεύσας, καὶ ἐκ παρόδου τοῦ φρουρίου Μενίκου ἀντιποιεῖσθαι· ὃς ἀπελθὼν καὶ συμμίξας τῷ Πινζαρὰχ ἔργου εἴχετο. καὶ ὁ μὲν Αἰγυπτίων ἀρχιστράτηγος Τοῦσπερ τῷ αἰφνιδίῳ τῆς ἐφόδου καὶ τῷ πλήθει καταπλαγεὶς οἴκαδε ὑπενόστησεν· οὐδὲ ἤνεγκε δὲ οὐδ' ὁ Μουσάραφ τὴν ἐπέλευσιν τῶν πολεμίων, ἀλλὰ τὸν Μενῖκον ἀφεὶς ἔφυγε καὶ περὶ τὰ ὅρια Τριπόλεως συσχεθεὶς