483
Ἀζίου δὲ τοῦ Αἰγυπτίου μανέντος καὶ πολλὰ κακὰ εἰς Χρι στιανοὺς ἐνδειξαμένου, καταστρέψαντος δὲ καὶ τὸν ἐν Ἱεροσολύ μοις ναὸν τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἶτα καὶ αὐτοῦ αἴσχιστα καταλύσαντος τὴν ζωήν, ὁ υἱὸς αὐτοῦ, ἀπό τινος Ῥωμαίας γυναικὸς αἰχμαλώτου τεχθεὶς αὐτῷ, ἐπέτρεψε τοῖς βου λομένοις οἰκοδομεῖν τὸν ναόν, ὃν ἀποστείλας ὁ βασιλεὺς φιλοτίμως οἰκοδομῆσαι ἠπείγετο. ἀλλὰ φθάσαν τὸ χρεὼν ἐνεπόδισε, καὶ ὁ μετ' αὐτὸν Μιχαὴλ ἐκπληρωτὴς τοῦ ἔργου ἐγένετο. Καὶ ὁ μάγιστρος δὲ Βασίλειος, ὁ ἐπ' ἀδελφῇ γαμβρὸς τοῦ βασιλέως, ὁ Σκληρός, παρὰ Κωνσταντίνου ἐκτυφλωθείς, ἄστα 2.502 τον γνώμην ἔχων καὶ ἀλλοπρόσαλλον, εἰ καὶ μάγιστρος ἐτετίμητο καὶ πολλῶν εὐεργεσιῶν ἠξίωτο παρὰ τοῦ Ῥωμανοῦ, ὅμως ἐπι βουλὴν μελετᾷ κατ' αὐτοῦ. ἀλλὰ φωραθεὶς τῆς πόλεως ἐκβάλ λεται σὺν τῇ γυναικί. Ἀπέστειλε δὲ καὶ ἐξ Ἐδέσσης ὁ Μανιάκης τῷ βασιλεῖ ἐνιαύ σιον φόρον, λίτρας πεντήκοντα. καὶ ὁ τῆς Τριπόλεως δὲ ἀμηρᾶς ὁ Πινζαράχ, κατισχυόμενος παρὰ τῶν Αἰγυπτίων, φυγὰς τὴν βασιλίδα κατέλαβεν· ὃν ὁ βασιλεὺς πάλιν μετὰ πλείστης δυνά μεως σὺν τῷ ἑταιρειάρχῃ Θεοκτίστῳ εἰς Συρίαν ἐκπέπομφεν. ἐξ έπεμψε δὲ καὶ μετὰ στόλου τὸν πρωτοσπαθάριον Τεκνέαν τὸν ἐξ Ἀβύδου εἰς Αἴγυπτον, τὰ τοῦ Νείλου στόματα, ὅπῃ παρείκοι, κακώσοντα, καὶ αὐτὴν Ἀλεξάνδρειαν· ὃς εὐθυπλοήσας καὶ μέχρις αὐτῆς ἐλάσας Ἀλεξανδρείας πλοῖά τε πάμπλειστα ἐχειρώσατο καὶ λείαν ὅτι πολλὴν περιβαλόμενος ὑπέστρεψεν ἀσινής. παρέδωκε δὲ καὶ τὸ φρούριον τὸ λεγόμενον Περκρὶν ὁ κατέχων αὐτὸ Σαρα κηνὸς Ἀλείμ, ἔγγιστα Βαβυλῶνος διακείμενον, τῷ βασιλεῖ Ῥωμαίων, ἐλπίσας πατρικιότητός τε καὶ πλείστων ἄλλων ἀμοιβῶν ἀξιωθῆναι, διὰ τοῦ υἱοῦ αὐτοῦ τὴν πρὸς τὸν βασιλέα ποιησάμε νος ἔντευξιν. καὶ τὸ φρούριον μὲν παρειλήφει ὁ πατρίκιος Νικό λαος ὁ Βούλγαρος, ᾧ Χρυσήλιος τὸ ἐπώνυμον, ὁ δὲ τοῦ Σαρα κηνοῦ υἱὸς εἰσελθὼν ἐν τῷ Βυζαντίῳ καὶ διὰ τὸ τὸν βασιλέα συν έχεσθαι ἀρρωστήματι μηδεμιᾶς τυχὼν ἐπιστροφῆς καὶ μετὰ θυμοῦ ὑποστρέψας ἀνέπεισε τὸν γεννήσαντα ἀντιλαβέσθαι τοῦ οἰκείου 2.503 φρουρίου, ὅστις λάθρᾳ τοῖς ὁμόροις Πέρσαις κοινοπραγήσας νυ κτός τε τὸ φρούριον ἀπέκλεψε καὶ ἑξακισχιλίους ἄνδρας Ῥωμαίους πολεμιστὰς ἀπέκτεινε ῥᾳστώνῃ καὶ ἀμελείᾳ τοῦ κατέχοντος τοῦτο Χρυσηλίου. ἀλλὰ μετὰ μικρὸν ὁ πατρίκιος Νικήτας ὁ Πηγονίτης ἄρχειν ἐκεῖσε πεμφθεὶς καὶ ἐπιμόνῳ χρησάμενος πολιορκίᾳ μετὰ Ῥὼς καὶ λοιπῆς ἄλλης Ῥωμαϊκῆς δυνάμεως, τό τε φρούριον κατὰ κράτος εἷλε πολιορκίᾳ καὶ τὸν Ἀλεὶμ σὺν τῷ υἱῷ ἀπ έκτεινε. Τότε δὴ καὶ Ἀλδὴ ἡ Γεωργίου τοῦ Ἀβασγοῦ γυνή, τοῦ γένους οὖσα τῶν Ἀλανῶν, προσερρύη τῷ βασιλεῖ, παραδοῦσα καὶ τὸ ὀχυρώτατον φρούριον τὴν Ἀνακουφήν· ἧς τὸν υἱὸν ∆ημήτριον ὁ βασιλεὺς τῷ τῶν μαγίστρων τετίμηκεν ἀξιώματι. ἔστησε δὲ πάλιν κατὰ τῶν Σαρακηνῶν τρόπαιον ὁ Καραντηνός, ἐξελθόν των ἐπὶ λεηλασίᾳ, καὶ δεσμίους ἑξακοσίους τῷ βασιλεῖ πέ πομφε. Τούτῳ τῷ #22φμβʹ ἔτει, ιζʹ Φεβρουαρίου μηνός, σεισμοῦ γεγονότος κακῶς ἔπαθον αἱ ἐν Συρίᾳ πόλεις. καὶ τοῦ Ὀρέστου δὲ παραλυθέντος τῆς ἀρχῆς Λέων μὲν ὁ λεγόμενος Ὦπος τοῦ πεζικοῦ στρατοῦ κατάρχειν ἐκπέμπεται ἐν Ἰταλίᾳ, τοῦ δὲ πλωΐ μου Ἰωάννης, εἷς ὢν τῶν θαλαμηπόλων Βασιλείου τοῦ βασιλέως. τῆς δὲ ἀκρίδος ἐπὶ πολὺν χρόνον τὰ ἑῷα διαφθειρούσης θέματα, ἠναγκάσθησαν οἱ ἔποικοι τούτων καὶ τὰ τέκνα πωλῆσαι καὶ ἐν Θρᾴκῃ ἀποικισθῆναι· οἷς ἀνὰ τρία νομίσματα διδοὺς ἅπασιν ὁ βασιλεὺς ὑποστρέφειν οἴκαδε παρεσκεύασεν, ἕως ἡ ἀκρὶς ἀνέμῳ 2.504 ἀρθεῖσα βιαίῳ εἰς τὸ τῆς Ἑλλησπόντου πεσοῦσα διεφθάρη πέλα γος καὶ ἐκβρασθεῖσα πρὸς τὸν αἰγιαλὸν τὴν παράλιον ψάμμον ἐκάλυψεν. ὁ δὲ βασιλεὺς τούς τε τῶν ὑδάτων ὁλκοὺς ἐπεποιή σατο τοὺς τὸ ὕδωρ τῇ πόλει εἰσάγοντας, καὶ τὰς δεχομένας τοῦτο καστέλλους καὶ τὸ λωβοτροφεῖον καὶ τὸ ὀρφανοτροφεῖον καὶ πάν τας τοὺς κακῶς παθόντας ξενῶνας ἀπὸ τοῦ σεισμοῦ, καὶ ἁπλῶς πάντων ἐπεμελεῖτο τῶν ἀγαθῶν ἔργων. νόσῳ δὲ χρονίᾳ