484
βάλλεται καὶ τριχορρυεῖ γένυν τε καὶ τὴν κόμην, κατεργασθείς, ὥς φασιν, ὑπὸ Ἰωάννου τοῦ μετὰ ταῦτα ὀρφανοτρόφου. οὗτος γὰρ ὁ Ἰωάννης καὶ πρὸ τῆς βασιλείας ὑπηρετῶν τῷ Ῥωμανῷ, ἄρτι τοῦ κρά τους ἐπιβάντος αὐτοῦ μεγάλην δύναμιν ἔσχεν. ἦσαν δὲ αὐτῷ καὶ ἕτεροι ἀδελφοί, Μιχαὴλ Νικήτας Κωνσταντῖνός τε καὶ Γεώργιος. ἀλλ' οὗτος μὲν ὁ Ἰωάννης καὶ Κωνσταντῖνος καὶ Γεώργιος ὑπῆρχον εὐνοῦχοι, ἀγυρτικὴν μετιόντες τέχνην, ὁ δὲ Νικήτας εἶχε μὲν τὰ παιδογόνα καὶ τὸν πρῶτον ἤδη ἐπήνθει ἴουλον, ὁ δὲ Μιχαὴλ τῆς ἀνδρικῆς ἤδη ἡλικίας ἁπτόμενος εὐπρεπέστατος ἦν τὴν ὄψιν. ἄμφω δὲ τὴν ἀργυραμοιβικὴν μετῄεσαν ἐπιστήμην καὶ τὰ ἀργύρια ἐκιβδήλευον. τούτους οἰκειωθέντας ἅπαντας τῷ βασιλεῖ διὰ τοῦ Ἰωάννου ἡ τύχη, τὴν μέλλουσαν καταλήψεσθαι δυναστείαν αὐτοὺς ὑποδηλοῦσα, ἐπὶ μέγα διὰ παντὸς ἐξῇρε δυνάμεως· οἵ τε γὰρ ἄλλοι ἐν διαφόροις ἀρχαῖς ἐξητάζοντο, καὶ ὁ Μιχαὴλ ὑπὸ τοῦ βασιλέως ἄρχων προυβέβλητο τοῦ πανθέου. πρὸς τοῦτον ἡ βα σιλὶς ἔρωτα δαιμονιώδη σχοῦσα καὶ μανικόν, καὶ κρυφίους ἐντυ 2.505 χίας ποιησαμένη, σκοτίως ἐπεμίγνυτο. διὸ καί φασι χρονίοις 2.505 φαρμάκοις κατεργασθεὶς ὁ βασιλεὺς θυμαλγέσι νόσοις ἐσφακελί ζετο, καιρὸν ἐπιζητούσης τῆς βασιλίδος τοῦ τὸν βασιλέα μὲν ἀπο σκευάσασθαι ἀνυπονοήτως, τὸν Μιχαὴλ δὲ εἰς τὸν βασίλειον θρόνον ἀναγαγεῖν. ὅθεν καὶ φαρμάκοις, ὡς εἴρηται, οὐκ ὠκυ μόροις ἀλλὰ σχολαιότατον καὶ βραδὺν ἐπάγουσι θάνατον κατα πραχθεὶς οἰκτρὸν καὶ ἐπώδυνον διήντλει τὸν βίον, κλινοπετὴς ὢν καὶ ὅλῃ ψυχῇ τὸν θάνατον ἐκκαλούμενος. διήρκεσεν οὖν ἄχρι τῆς ιεʹ τοῦ Ἀπριλλίου μηνός, τῆς βʹ ἰνδικτιῶνος, τοῦ #22φμβʹ ἔτους.
Τότε δὲ κατὰ τὴν ἡμέραν τῆς ἁγίας μεγάλης πέμπτης τὴν διανο μὴν τῆς τῶν συγκλητικῶν ποιησάμενος ῥόγας, καὶ ἐπιθυμήσας λούσασθαι κατὰ τὸ ἐν τῷ μεγάλῳ παλατίῳ βαλανεῖον καὶ εἰσελθὼν οἰκτρῶς ἀποπνίγεται ὑπὸ τῶν περὶ τὸν Μιχαὴλ ἐν τῇ κολυμβήθρᾳ τοῦ λοετροῦ, βασιλεύσας ἐπ' ἔτη εʹ καὶ μῆνας ʹ. καὶ ταύτῃ τῇ νυκτὶ τῶν ἁγίων παθῶν ψαλλομένων μηνύεται ὁ πατριάρχης Ἀλέ ξιος ὑπὸ τοῦ βασιλέως Ῥωμανοῦ τάχα ἀνελθεῖν ἐν τοῖς ἀνακτόροις καὶ ἀνελθὼν εὑρίσκει μὲν νεκρὸν τὸν ἄνακτα Ῥωμανόν, τοῦ χρυσοτρικλίνου δὲ κοσμηθέντος ἐπὶ βήματος καθίσασα ἡ Ζωὴ ἐξάγει τὸν Μιχαήλ, καὶ τὸν πατριάρχην καταναγκάζει ἱερολογῆ σαι τοῦτον αὐτῇ. ὁ δὲ τῷ λόγῳ ἐκθαμβηθεὶς ἵστατο ἐννεὸς καὶ πρὸς τὴν ἱερολογίαν ἐνεδοίαζεν. ἀλλ' ὁ Ἰωάννης σὺν τῇ Ζωῇ πεντήκοντα μὲν χρυσίου λίτρας τῷ πατριάρχῃ πεντήκοντα δὲ τῷ κλήρῳ δοὺς ἔπεισεν ἱεροτελεστίας καταξιῶσαι αὐτούς. τὸν ῥηθέντα δὲ τρόπον ἀναιρεθεὶς Ῥωμανὸς ὁ βασιλεὺς θάπτεται ἐν τῇ παρ' 2.506 αὐτοῦ νεουργηθείσῃ τῆς περιβλέπτου μονῇ, κατ' αὐτὴν τὴν ἁγίαν καὶ μεγάλην παρασκευήν. Ἡ Ζωὴ δὲ τὸν Μιχαὴλ ἐπὶ τὸν βασίλειον ἐνιδρύσασα θρό νον ᾠήθη μὲν ἀντὶ ἀνδρὸς καὶ βασιλέως δοῦλον καὶ διάκονον ἕξειν, καὶ ἤδη τοὺς πατρῴους εὐνούχους εἰσαγαγοῦσα εἰς τὰ ἀνάκτορα γενναιότερον ἥπτετο τῶν πραγμάτων· ἀλλ' ἀπέβη πάντα ταύτῃ εἰς τοὐναντίον λαμπρῶς. ὁ γὰρ τοῦ βασιλέως ἀδελφὸς Ἰωάννης, πρακτικὸς ἄνθρωπος ὢν καὶ δραστήριος, ἅμα τε ἐπέβη τῶν βα σιλείων, καὶ δεδιὼς περὶ τοῦ ἀδελφοῦ (ἑώρα γὰρ εἰς παράδειγμα τοῦ Ῥωμανοῦ) μή τι καὶ πάθῃ δεινόν, τοὺς μὲν εὐνούχους τῆς βασιλίδος καταβιβάζει τοῦ παλατίου καὶ τὰς πιστικωτάτας τῶν θεραπαινίδων αὐτῇ ἀποσκευάζεται, γυναῖκας δὲ τῶν κατὰ γένος αὐτῷ προσηκόντων φρουροὺς ἐφίστησι τῇ βασιλίδι καὶ φύλακας. καὶ οὐδὲν μικρὸν ἢ μέγα ἦν ὃ μὴ μετὰ γνώμης αὐτοῦ διεπράττετο· περιπάτων τε γὰρ ἐκωλύετο καὶ βαλανείων οὐ μετεῖχε μὴ αὐτοῦ ἐπιτρέψαντος, καὶ ὅλως περιῄρητο αὐτῇ πᾶσα ψυχαγωγία. πάντα δὲ τὰ ἔνδον καταστησάμενος γράμματα κατὰ πάσης ἐκ πέμπει τῆς οἰκουμένης, γνωρίζοντα τοῖς πᾶσιν ὡς εἴη μὲν Ῥωμα νὸς ὁ βασιλεὺς τὸ φυσικὸν ἀποδεδωκὼς χρέος, ἀνηγόρευται δὲ ὁ Μιχαὴλ βασιλεὺς ἔτι ζῶντος ἐκείνου καὶ ἐπιτρέποντος, καὶ τῇ βα σιλίδι