485
συζεύγνυται. πρὸς ἅπερ πάντες μὲν ὑπεκλίνοντο οἱ ἄλλοι, καὶ δι' εὐφήμου φωνῆς τὸν νεὸν ἐμεγάλυνον βασιλέα· μόνος δὲ Κωνσταντῖνος πατρίκιος ὁ ∆αλασσηνός, οἴκαδε διατρίβων, οὐκ 2.507 ἤνεγκε πράως τὴν ἀκοήν, ἀλλὰ καὶ ἀπεδυσπέτησε πρὸς τὰ φημι ζόμενα, καὶ διὰ θαύματος ἦγε πῶς πλείστων κἀγαθῶν ὄντων ἀν δρῶν ἐξ οἴκων λαμπρῶν καὶ ἐπισήμου γένους χυδαῖος καὶ τριω βολιμαῖος ἄνθρωπος τῶν ἄλλων προτετίμητο πάντων καὶ δεσπό της καὶ βασιλεὺς ἀνηγόρευτο. τοῦτο δὲ πυθόμενος ὁ Ἰωάννης ἐπλήσθη μέν, ὡς εἰκός, θορύβου καὶ ταραχῆς, ἐμελέτα δὲ καὶ ἐσκέπτετο πῶς ἂν καὶ τόνδε τὸν ἄνδρα ὑπὸ τὴν ἑαυτοῦ θεῖτο σα γήνην. καὶ δὴ στέλλεται πρὸς αὐτὸν εἷς τῶν εὐνούχων ὁ λεγόμε νος Ἐργοδότης, ἐπιτήδειος ὑπηρετεῖν εἰς τὰ τοιαῦτα, ἐφ' ᾧ ὅρκους δοῦναί τε καὶ λαβεῖν καὶ ἀγαγεῖν τὸν ἄνδρα ἐς βασιλέα. καὶ ὁ μὲν ἄπεισιν ἐς τὸν ∆αλασσηνόν, ὁ Ἰωάννης δὲ τήν τε σύγκλητον ὑπεποιεῖτο καὶ τὸ κοινόν, καὶ τὴν τῶν πολλῶν ἐπεσπᾶτο εὔνοιαν, βαθμοῖς μὲν αὖ τοὺς τῆς συγκλήτου προύχοντας ἀξιωμάτων ὑψῶν, δωρεῶν δὲ διανομαῖς καὶ χάρισι μειλισσόμενος τὸ κοινόν, καὶ καθάπαξ οἰκειούμενος τὸ ὑπήκοον. ὅτι δὲ μὴ ἀρεστὰ τὰ γεγονότα ἦν τῷ θεῷ, διεδείχθη τρανῶς ἐκ προοιμίων αὐτῶν· κατὰ γὰρ τὴν ιαʹ ὥραν τῆς ἁγίας καὶ μεγάλης κυριακῆς χάλαζα κατηνέχθη ἀφό ρητος καὶ ῥαγδαία, ὡς συντριβῆναι μὴ μόνον τὰ δένδρα κάρπιμά τε καὶ ἄκαρπα, ἀλλὰ δῆτα καὶ οἰκίας καταπεσεῖν καὶ ναοὺς καὶ τὰ λήϊα καὶ τὰς ἀμπέλους μέχρις ἐδάφους, ὡς ἐπισυμβῆναι κατὰ τοῦτον τὸν χρόνον παντοίων καρπῶν ἀφορίαν γενέσθαι. γέγονε δὲ καὶ χύσις ἀστέρος κατὰ τὴν κυριακὴν τὴν μετὰ τὸ πάσχα, περὶ ὥραν τρίτην τῆς νυκτός, τῇ μαρμαρυγῇ τῆς λαμπρότητος τοὺς ἀστέρας πάντας καλύψαντος, ὡς καὶ δόκησιν παρασχεῖν τοῖς πολ λοῖς ἡλίου ἀνατολῆς. ἐλήφθη δὲ καὶ ὁ βασιλεὺς δαιμονίῳ· ὃ 2.508 σεμνολογοῦντες οἱ περὶ τοῦτον μανικὸν ἀπεκάλουν νόσημα, καὶ παρέμεινεν ἄχρι τέλους τῆς αὐτοῦ βιοτῆς, μήθ' ὑπὸ θείας δυνά μεως μήθ' ὑπὸ ἰατρῶν θεραπείαν λαβών, ἀλλ' ἐλεεινῶς κατατει νόμενος καὶ βασανιζόμενος.
Ἄρτι δὲ τοῦ Ἐργοδότου πρὸς τὸν ∆αλασσηνὸν ἀφικομένου, πιστεῦσαι μὲν οὗτος τοῖς ὅρκοις καὶ σὺν αὐτῷ ἀπελθεῖν οὐκ ἠθέ λησεν ἐν τῷ Βυζαντίῳ, τῶν τινὰ δὲ πέμψας πιστοτάτων αὐτῷ ὅρκους τε ἀπῄτησε μείζονας τοῦ μή τι παθεῖν χαλεπόν, καὶ ἀπελ θεῖν ἐπηγγείλατο. πέμπεται τοίνυν Κωνσταντῖνος ὁ Φαγίτζης εὐνοῦχος, ἄνθρωπος Παφλαγὼν καὶ συνήθης τῷ βασιλεῖ, τά τε τίμια ἐπαγόμενος ξύλα καὶ τὸ ἅγιον ἐκμαγεῖον καὶ τὴν πρὸς Αὔ γαρον ἰδιόγραφον ἐπιστολὴν τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰκόνα τῆς ὑπεραγίας θεοτόκου· ὃς ἀπ ελθών, καὶ ὅρκους τῷ Κωνσταντίνῳ δοὺς καὶ λαβών, ἔρχεται μετ' αὐτοῦ εἰς τὸ Βυζάντιον. ἐλθόντα δὲ τοῦτον φιλοφρόνως ὁ βα σιλεὺς ὑπεδέξατο, καὶ ἀνθύπατον τιμήσας καὶ δώροις μεγίστοις δεξιωσάμενος ἀνέτως καὶ ἀδεῶς προσέταξε διάγειν ἐν τῷ ὄντι κατὰ τὰ Κύρου οἴκῳ αὐτοῦ. Τούτῳ τῷ χρόνῳ καὶ ἄλλο τι συνέβη ἀξιαφήγητον. τῶν εἰς παραχειμασίαν ἐν τῷ θέματι τῶν Θρᾳκησίων διεσπαρμένων Βα ράγγων γυναῖκά τις ἐγχωρίαν εὑρὼν ἐπ' ἐρημίας ἀπεπειρᾶτο τῆς σωφροσύνης αὐτῆς· ὡς δὲ οὐκ ἔπειθε, καὶ βίαν ἤδη ἐπῆγεν, ἡ δὲ τὸν ἀκινάκην σπασαμένη τἀνδρὸς παίει κατὰ καρδίας τὸν βάρβα 2.509 ρον καὶ εὐθὺς ἀναιρεῖ. τοῦ δὲ ἔργου διαδοθέντος ἐν τῇ περιχώρῳ συναθροισθέντες οἱ Βάραγγοι τήν τε γυναῖκα στεφανοῦσι, διδόν τες αὐτῇ καὶ τὴν ἅπασαν οὐσίαν τοῦ βιαστοῦ, κἀκεῖνον ἄταφον ῥίπτουσι κατὰ τὸν τῶν βιοθανάτων νόμον. τὰ δὲ τῆς ἀκρίδος στρατόπεδα, ὡς ἤδη φθάσαντες εἴπομεν, κατὰ τὴν ἐν Ἑλλησπόντῳ αἰγιαλῖτιν ψάμμον διαφθαρέντα αὖθις ἀνεφύη αὐτομάτως καὶ τὴν παράλιον τῆς Ἑλλησπόντου πάλιν κατέμαρπτε, καὶ ἐπὶ τριε τίαν ὅλην διετέλεσε κεραΐζοντα τὸ θέμα τῶν Θρᾳκησίων, καὶ ἐν Περγάμῳ γενόμενα διεφθάρη, θεασαμένου δέ τινος πρότερον τῶν ὑπηρετουμένων τῷ ἐπισκόπῳ θέαμα οὐκ ὄναρ ἀλλ' ὕπαρ. ἐδόκει γὰρ ὁρᾶν εὐνοῦχόν τινα λευχείμονα, ἐξαστράπτοντα τὴν μορφήν.