486
καὶ ὃς τριῶν παρακειμένων ἔμπροσθεν αὐτοῦ σάκκων λῦσαι προσ ετάχθη τὸν ἕνα καὶ κενῶσαι, εἶτα τὸν δεύτερον καὶ ἐφεξῆς τὸν τρίτον. τοῦ δὲ ὡς ἐκελεύσθη ποιήσαντος, ὁ μὲν πρῶτος ὄφεις καὶ ἐχίδνας καὶ σκορπίους ἐξέβρασεν, ὁ δὲ δεύτερος φρύνους καὶ ἀσπίδας καὶ βασιλίσκους καὶ κεράστας καὶ ἕτερα ἰοβόλα, ὁ δὲ τρίτος κανθάρους καὶ σκνῖπας καὶ σφῆκας καί τινα ἄλλα τῶν ὀπι σθοκέντρων ζῴων. καὶ ὁ μὲν ἐπὶ τῷ θεάματι ἵστατο ἐννεός, ὁ δὲ φαιδρὸς ἐκεῖνος ἀνὴρ ἔγγιστα παραστησάμενος αὐτὸν "ταῦτα" ἔφη "ἐπῆλθέ τε καὶ ἐλεύσεται ἐφ' ὑμᾶς διὰ τὴν παράβασιν τῶν τοῦ θεοῦ ἐντολῶν καὶ τὸ γενόμενον ἀνόσιον ἔργον εἴς τε τὸν βασι λέα Ῥωμανὸν καὶ εἰς τὴν αὐτοῦ κοίτην." καὶ ταῦτα μὲν συνη νέχθη τῇδε. 2.510 Μιχαὴλ δὲ ὁ βασιλεὺς ὑπό τε τῆς δαιμονίας νόσου εἰργόμε νος, καὶ ἄλλως πρὸς μεταχείρησιν πραγμάτων νωθρός τις ὢν καὶ ἀμβλύς, σχῆμα μὲν εἶχε τῆς βασιλείας καὶ ὄνομα, ἡ δὲ τῶν πρα γμάτων ἐνέργεια ἅπασα πολιτικῶν τε καὶ στρατιωτικῶν ἐν ταῖς χερσὶν ἦν τοῦ Ἰωάννου. εὐθὺς οὖν προχειρίζεται τὸν αὐτοῦ ἀδελ φὸν Νικήταν δοῦκα Ἀντιοχείας, ὃν ἀπελθόντα εἰσελθεῖν ἐν τῇ πόλει οὐ συνεχώρησαν οἱ Ἀντιοχεῖς· πρὸ μικροῦ γὰρ φορολόγος τις, Σαλίβας τὴν προσηγορίαν, τὰ κατ' αὐτοὺς ἐπιτετραμμένος καὶ βαρέως τοῖς ἀνθρώποις προσενηνεγμένος κτείνεται παρὰ τοῦ δήμου τῶν Ἀντιοχέων. διὰ γοῦν τὸν τούτου φόνον, ἵνα μή τι καὶ ἀνήκεστον πάθωσιν, οἱ Ἀντιοχεῖς δεδιότες ἀπέκλεισαν τῷ Νι κήτᾳ τὴν εἴσοδον. ὅρκοις δὲ τούτου πιστωσαμένου ὡς ἀμνηστία κακῶν αὐτοῖς ἔσεται καὶ οὐδὲν οὐδεὶς πείσεται ἄχαρι διὰ τὸν τοῦ Σαλίβα φόνον, συγχωροῦσι τὴν εἴσοδον. ὁ δὲ τῆς πόλεως ἐπει λημμένος καὶ κύριος τῶν πραγμάτων γενόμενος, ὀλίγα ἢ οὐδὲν τῶν ὅρκων φροντίσας, ἀμφὶ μὲν τοὺς ἄνδρας ρʹ ἀπέκτεινεν ἀπο τεμών τε καὶ ἀνασκολοπίσας, ἕνδεκα δὲ τοὺς προύχοντας ζαπλού τους ἄνδρας καὶ γένει περιφανεῖς δημεύσας, ὧν κορυφαῖος ἦν ὁ πατρίκιος Ἐλπίδιος, δεσμίους ἐκπέμπει πρὸς τὸ Βυζάντιον, γρά ψας τῷ ἀδελφῷ Ἰωάννῃ μὴ διὰ τὸν τοῦ Σαλίβα φόνον κωλυθῆ ναι αὐτῷ τὴν εἰς τὴν πόλιν εἴσοδον, ἀλλὰ διὰ τὴν εἰς τὸν ∆αλασ σηνὸν εὔνοιαν. τοῦτο τῆς προαποκειμένης ὑπονοίας κατὰ τοῦ ∆αλασσηνοῦ τῷ Ἰωάννῃ ζώπυρον ἐγεγόνει καὶ εἰς πυρσὸν ἀνήπτετο. καὶ εὐθὺς ἄγεται εἰς τὸν βασιλέα, καὶ κατὰ τὴν τρίτην 2.511 τοῦ Αὐγούστου μηνὸς τῆς δευτέρας ἰνδικτιῶνος ἐν τῇ νήσῳ Πλάτῃ περιορίζεται. βάλλεται δὲ καὶ ἔν τινι πύργῳ ὁ ἐπὶ θυγατρὶ γαμ βρὸς αὐτοῦ Κωνσταντῖνος ὁ ∆οῦκας, ὅτιπερ ἐπεβοᾶτο τὴν ἀδικίαν καὶ τὴν παράβασιν τῶν ὅρκων ἐξήλεγχε καὶ τὸν θεὸν ἐμαρτύρετο. ἔπαθον δὲ δι' αὐτὸν καὶ ἄνδρες τρεῖς τῶν ἐκ τῆς μικρᾶς Ἀσίας εὐγενεῖς καὶ πλούσιοι, ὁ Γουδέλης, ὁ Βαϊανὸς καὶ ὁ λεγόμενος Προβατᾶς, δημευθείσης τῆς οὐσίας αὐτῶν καὶ Κωνσταντίνῳ τῷ τοῦ βασιλέως ἀφορισθείσης ἀδελφῷ. τότε καὶ Συμεὼν πρωτο βεστιάριος, ὁ τῶν θεραπόντων τοῦ βασιλέως εἷς Κωνσταντίνου, ὅτι μὴ ἠρέσκετο τοῖς δρωμένοις, ἀλλὰ τὴν εἰς τὸν ∆αλασσηνὸν ἀδικίαν ἐπεβοᾶτο καὶ τὴν τῶν ὅρκων ἀθέτησιν τῶν βασιλείων, διώκεται καὶ τῆς πόλεως, κἀν τῷ Ὀλύμπῳ γενόμενος τὴν κοσμι κὴν ἀπέθετο τρίχα, καρεὶς ἐν τῷ παρ' αὐτοῦ νεουργηθέντι μο ναστηρίῳ. Τῷ δ' αὐτῷ ἔτει καὶ σεισμοῦ γενομένου κακῶς ἔπαθον τὰ Ἱεροσόλυμα, τεθνηκότων ἀνθρώπων πολλῶν ἐν τοῖς τῶν ἐκκλη σιῶν καὶ τῶν οἰκιῶν συμπτώμασι, σειομένης τῆς γῆς ἄχρι τεσσα ράκοντα ἡμερῶν. τῷ δὲ Σεπτεμβρίῳ μηνὶ τοῦ #22φμγʹ ἔτους, ἰνδικτιῶνος γʹ, στῦλος πυρὸς ἐφαίνετο κατὰ τὴν ἑῴαν, τὴν κορυ φὴν κεκλιμένην φαίνων πρὸς μεσημβρίαν. καθ' ἃς ἡμέρας καὶ οἱ Σαρακηνοὶ ᾖραν τὰ Μύρα. ἐξεδίωξαν δὲ καὶ οἱ Βερροιαῖοι οἱ καὶ Χαλεπῖται τὸν παρὰ τοῦ βασιλέως πεμφθέντα αὐτοῖς ἁρμο στήν. καὶ Παγκράτιος δὲ ὁ Ἀβασγός, Ῥωμανὸν τὸν βασιλέα δῆθεν ἐκδικῶν ὡς θεῖον τῆς γυναικὸς αὐτοῦ, τήν τε πρὸς Ῥω 2.512 μαίους εἰρήνην ἀπείπατο καὶ τὰ πρῴην δοθέντα κάστρα καὶ φρού ρια ἅπαντα ἀνεκτήσατο. περαιωθέντες δὲ καὶ τὸν Ἴστρον οἱ Πατζινάκαι πᾶσαν ἐληΐσαντο τὴν